Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοὶ ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι’ αὐτῆς ἀπέκτεινεν. ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἅγια καὶ δικαία καὶ ἀγαθή.

Κυρίλλου. Ἐζηκέναι μέν φησιν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν τεθνάναι γε μὴν ἑαυτὸν διισχυρίζετο· καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βου-

172
λεύεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν. ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτῆρ’ λέγων· “ὁ εἰδὼς τὸ “θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. “ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας.” οὐκοῦν, ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νομων.

Εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον· τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ἠρημένος, ἥλω γραφὴν ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστυγνάσας τῆς ἀκριβείας τοῦ νόμου, μονονουχὶ καὶ κατακεκράξεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ ’δε ἀπέθανον εἰ γάρ ἐστιν ἀληθῶς “ἁμαρτία νεκρὰ χωρὶς νόμου,” πῶς οὐ πιθανὸν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, ἐννοεῖν· τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον, ἔμπνουν ἐπιτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν. οὐχ ἡμῖν, οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας· διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς, τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι “νόμος, οὐδὲ παράβασις,” καθά φησι αὐτός. οὕτω παρελθούσης τῆς ἐντολῆς εἰς μέσον, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία· κατερεθίσθη δὲ ὁ θάνατος· καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας· καὶ τι τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν· εὕρηται γάρ, φησι, ἡ ἐντολὴ ἡ δοθεῖσα πρὸς ζωὴν αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πὼς τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἃν εἶεν τὴν ὄψιν ἠρρωστηκότες, καί τοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν· νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα, τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἶσον οἶμαι τρόπον πρόφασιν δεδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολήν. ἐξηπατῆσθαι τὲ δι’ αὐτῆς· κατακομισθῆναι τὲ καὶ εἰς θάνατον. φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πὼς μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς

173
φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γεννικώτερον ἀντεξάγουσι· καὶ τὸν νοῦν ἔσθ’ ὅτε καταληΐζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες. καὶ τοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταύτῃ τοι φησὶ σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους.

Χρυσοστόμου. Καὶ ὅρα πῶς δεῖξαι σπουδάζει καὶ ἀφ’ ὧν οὐκ ἐποίησε βαρήσαντα τὸν νόμον τὴν ἀνθρωπίνην φύσιν· ὅτε γὰρ χωρὶς νόμου ἔζων φησὶ, δηλαδὴ πρὸ Μώσεως, οὐχ οὕτω κατεδικαζόμην· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ “ἀπέθανον.” τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου. εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. οὐ γὰρ μὴ οὐσαν ὑπεστήσατο· ἀλλὰ κρυπτομένην ἔδειξεν ὅπερ καὶ επαινος ἐστὶ τοῦ νόμου· εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον· τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσατο, τοῦτο γοῦν ἀκριβῶς ἔμαθον ὅτι ἥμαρτον· ὅπερ οὐκ ἃν εἴη μικρὸν εἰς c κακίας ἀπαλλαγήν. εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον. ἀλλ’ ἡ πᾶσα κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ, πη ἐλπίδα πᾶσαν διαφθαρείσης· οὐ γὰρ κατὰ λόγον ἠν τὸ γινόμενον τὸ διὰ τῶν ωφελουντων βλάπτεσθαι. διὸ καὶ ἔλεγεν· “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς “ζωὴν, αὕτη εἰς θάνατον.” οὐκ εἶπε γέγονε θάνατος· οὐδὲ ἔτεκε θάνατον, ἀλλ’ “εὑρέθη.” τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων. καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν. ἃν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε φησίν. καὶ διὰ τοῦτο ἐδόθη. εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. σαφέστερον δὲ τοῦτο καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπὼν, “ἡ γὰρ ἁμαρ- “τία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν·” εἶδες πῶς πανταχοῦ τῆς ἁμαρτίας ἔχεται. τὸν νόμον ἀπαλλάττων κατηγορίας; διὸ καὶ ἐπήγαγεν, “ὥστε ὁ “μὲν νόμος ἅγιος· καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.

[*](c Leg. τῇς.)
174

Θεοδωρήτου. τέθεικε γοῦν τὸ, “εὑρέθη·” ἵνα δείξῃ, ἄλλον μὲν τὸν τοῦ νόμου σκοπὸν, ἄλλο δὲ τὸ διὰ τὴν ἁμαρτίαν συμβάν.

Σευηριανοῦ. Εἰ δὲ ἀνέζησεν ἡ ἁμαρτία, δηλονότι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε· πότε οὖν ἔζη; ὅτε εἰληφότα τὴν ἐντολὴν τὸν Ἀδὰμ, καὶ εἰδότα τὴν παράβασιν ὀλεθρίας, ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. μὴ οὔσης οὖν μεταξὺ μή τε ἐντολῆς μή τε ὡς εἴρηται νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ πλεῖστα ἠγνόουν πάντες. τι οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ’ ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν· ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀμελεῖν τὸν λόγον τῆς σωτηρίας, καὶ τὴν ὑπόθεσιν τῶν σπουδαίων καὶ ἐναρέτων.

Βασιλείου. Δύνατον μέντοι τὸ, “ἐλθούσης τῆς ἐντολῆς. ἡ “μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον,” καὶ ἄλλως ἐκλαβεῖν. ἔτι γὰρ ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ· ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκατέρας. ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· “ἐγὼ δὲ ἀπέθανον·” ἐπαγγέλλουσι γὰρ λογισμοὶ πονηροὶ ἐκ τῶν παθῶν τῆς σαρκὸς, ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. τῷ ὄντι γὰρ ἐχθοῦσα ἡ ἐντολή. τουτέστιν ἡ διάγνωσις τῶν καλῶν· ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ. ἀλλὰ συγχωρήζῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμὸν, ἀνέζησε μὸν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς νεκρὸς γενόμενος τοῖς παραπτώμασιν.

Ωριγέσνουσ. Ἅπας τοιγαροῦν ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν· ὅτε οὐκ ἦν ἐπιτίμησις. ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται· καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἢ ἐντολή. πότε, ἣ ὅτε ἀνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε· ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν, κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία. ἢ ὡς ὁ Παῦλος φησὶν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπεὶ δὲ μὴ πέφυκεν ἁμαρτία ἅμα ζῆν καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει. κατὰ τὸ, “ψυχὴ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται·” τὸ

175
γὰρ “ἀγὼ,” ἐπὶ τὸν ἔσω ἄνθρωπον καὶ ἐπὶ τὴν ψυχὴν ἀναφέρεται. περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον. διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως επιτιμιον συνίσταται.

Θεοδώρου Μονάχου. τινὲς δὲ τὸ, “ἐγὼ ἔζων χωρὶς νόμου “ποτὲ,” καὶ τὰ ἑξῆς, περὶ τοῦ ἀδὰμ λέγειν φασὶ τὸν Ἀπόστολον· ὡς ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχάνοντος· πρὶν ἢ δέζασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρῶτον· εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον· ὅθεν ἐπάγει, “ἐλθούσης δὲ τῆς ἐντολῆς,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δέ, φησι, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ ἁμαρτία παρείσδυσιν ἔσχεν. ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην. ἐλήλυθε δέ, φησιν ὁ Παῦλος, ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεικνὺς ὡς οὐ φαῦλον ἡγεῖται αὐτόν. κοινῶς δὲ περὶ τῆς τοῦ νόμου φύσεως διαλέγεται· τὸ χρειῶδες αὐτοῦ διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς· ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα, καλῶς ἐπάγει, “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία.”

Θεοδωρήτου. Ἀπὸ γοῦν τοῦ κατὰ τὸν Ἀδὰμ παραδείγματος φανερὸν ποιεῖ τὸ χωρὶς νόμου μὴ χώραν ἔχειν τὴν ἁμαρτίαν· ὁ γὰρ Ἀδὰμ πρὸ τῆς παραβάσεως, οὐκ εἶχε τοῦ θανάτου τὸ δέος. τοῦ δὲ Θεοῦ τὴν περὶ τῶν δένδρων ἐντολὴν τεθεικότος, εὐθὺς μὲν προσελήλυθε διὰ τοῦ ὄφεως ὁ διάβολος τῇ γυναικὶ, καὶ τοῖς ἀπατηλοῖς ἐκείνοις ἐχρήσατο λόγοις. δελεασθεῖσα δὲ ἐκείνη· καὶ τοῦ καρποῦ τὴν ὥραν θεασαμένη, ἡττήθη μὲν τῆς ἡδονῆς, παρέβη δὲ τὴν ἐντολήν· ἐδέξατο δὲ σὺν τῳ Ἀδὰμ παρ’ αὐτίκα τὸν ὅρον τῆς τελευτῆς. ἐκοινώνησε γὰρ κἀκεῖνος τῆς βρώσεως.

Γενναδίου. Ὥστε ἐγὼ, ὁ ἄνθρωπος λέγει νῦν· λέγει δὲ περὶ τοῦ Ἀδάμ· τὸ δὲ “ἔζων χωρὶς νόμου,” νόησον καὶ οὕτως. ἐμὲ τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν, ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας ἀναζησάσης, τοῦτο ἀφείλετο· “καὶ “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.” καὶ πέπονθέ

176
τι σχέτλιον καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβείς· καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπολέσας. “ἡ “γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα,” καὶ τὰ ἑξῆς· ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, διὰ τούτου με αὐτοῦ παρακρουσαμένη κατέσφαξε· δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον· κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει Δαβίδ, “δικαιοσύνη ἐνώπιον αὐτοῦ προσπορεύσεται,” λέγων· καὶ πάλιν ὁ Σολομῶν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα.

Κλισλρίου. Ἄλλ ὅπερ εἶπον τὸ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτὲ,” οὐ περὶ αὐτοῦ τοῦ Παύλου ληπτέον. οὐ γὰρ προυπῆρχε τοῦ νόμου Παῦλος, ὁ ἔσχατος πάντων τῶν τοῦ νόμου φοιτητῶν. οὐδ’ αὖ πάλιν χωρὶς τούτου ποτὲ ἦν ἢ ἐγένετο· καὶ γὰρ τὸ εὐαγγέλιον κηρύττων, τὰς νομικὰς μαρτυρίας παντὶ παρατίθησιν· ἀλλ’ ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶν, “ἐγὼ δὲ ἔζων “χωρὶς νόμου ποτέ.” σαφέστερον δὲ ὡς ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶ λευκαίνων τὸ νόημα· οὐκ ἔτι νόμον ἀλλ’ ἐντολὴν φάσκων τὴν δοθεῖσαν τῷ Ἀδὰμ δηλονότι· ἐλθούσης δὲ τῆς ἐντολῆς, ὡσανεὶ δοθείσης, ἡ ἁμαρτία ἀνέζησε φησί· ἐγὼ δὲ ἀπέθανον τῇ διὰ τῆς παρακοῆς ἐκπτώσει τῆς μακαρίας ζωῆς.

Θεοδωρήτου. Ἀπὸ δὴ τῶν κατὰ τὸν Ἀδὰμ πιστωσάμενος τὸν περὶ τοῦ Μωσαϊκοῦ νόμου λόγον, συμπεραίνων ἐπάγει· “ὥστε “ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἅγια, καὶ δικαία καὶ ἀγαθή.” νόμον λέγων, τὸν Μωσαϊκόν· ἐντολὴν δὲ, τὴν τῷ Ἀδὰμ δεδομένην. οὗ χάριν, καὶ πλείοσιν αὐτὴν ἐταινίωσε στεφάνοις· ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. οἱ γὰρ ῥαθυμίᾳ συζῶντες, καὶ τοῦ δεσπότον Θεοῦ κατηγοροῦσιν ὡς τεθεικότος τὴν ἐντολήν. εἰ μὲν γὰρ ἠγνόει φασὶ τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προγινώσκων τὰ μέλλοντα; εἰ δὲ προορῶν τὴν παράβασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως αἴτιος. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον λογικῶν ἡ τῶν καλῶν καὶ τῶν μὴ τοιούτων διάκρισις· πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν, χωρὶς νόμου πολιτεύεσθαι; διά τι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεός; ἵνα καὶ τὴν

177
οἰκείαν φύσιν ἐπιγινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν λίαν εὐχερῆ, καὶ οὐ δυσκατόρθωτον δεδωκότος νόμον. πάντων γὰρ ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν· ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν· οὐ φθονῶν αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς· ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους· καὶ εὔνουν εἶναι περὶ τὸν πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ· εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας, ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικότος, ἀλλὰ τοῦ παραβεβηκότος.

Χρυσοστόμου. Ἀλλὰ ταῦτα μὲν καὶ οἱ περὶ τῆς ἐν τῷ παραδείσῳ ἐντολῆς καὶ τοῦ φυσικοῦ νόμου τὸ ῥητὸν ἐκλαμβάνοντες. ἴδωμεν δὲ, ὡς οὐ σφόδρα τῆς ἀκριβείας ἔχονται· πανταχοῦ γὰρ σκοπὸς τῷ Παύλῳ, τὸν Μωσαϊκὸν παῦσαι νόμον· πρὸς δὲ ἐκείνους, οὐδένα λόγον ἔχει. καὶ μάλα εἰκότως· τοῦτον γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι· τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ, οὐδὲ νόμον ποτὲ φαίνεται καλέσας, οὔτε Παῦλος οὔτε ἄλλος οὐδείς. ἵνα δὲ καὶ ἀπ’ αὐτῶν τῶν εἰρημένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωμεν τοῖς ῥηθεῖσι· μικρὰ ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. περὶ γὰρ πολιτείας αὐτοῖς ἀκριβοῦς διαλεχθεὶς, ἐπήγαγεν· “ἣ ἀγνοεῖτε ἀδελφοὶ, ὅτι ὁ νόμος “τοῦ ἀνθρώπου κυριεύει, ἐφ’ ὅσον χρόνον ζῇ; ὥστε καὶ ὑμεῖς “ἐθανατώθητε τῷ νόμῳ.” οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα μὴ ἔχοντες νόμον φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστι· περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον. ἵνα μὴ περιττὸν ἀναδεξώμεθα πόνον πρὸς τὰ ὡμολογημένα ἀποδυόμενοι· πῶς οὖν φησὶ, “τὴν ἁμαρτίαν οὐκ ἔγνων, “εἰ μὴ διὰ νόμου;” οὐ τὴν καθόλου λέγων ἀγνοίαν· ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν· εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἃν τὸ ἑξῆς ἔχοι λόγον; “ἐγὼ,” γάρ φησι, “ἔζων χωρὶς νόμου ποτέ οὔτε γὰρ ὁ Ἀδὰμ οὔτε ἄλλος ἄνθρωπος οὐδὲ εὶς οὐδεποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τὲ γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐντίθει τὸν νόμον αὐτῶ. σύνοικον νόμον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. χωρὶς δὲ τούτων,

178
οὐδαμοῦ φαίνεται τὸν φυσικὸν νόμον ἐντολὴν καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν ἁγίαν καὶ δικαίαν καλεῖ· καὶ νόμον πνευματικόν· ὁ δὲ φυσικὸς, οὐκ ἀπὸ πνεύματος ἡμῖν ἐδόθη. καὶ γὰρ βάρβαροι καὶ Ἓλληνες, καὶ πάντες τὸν νόμον τοῦτον ἔχουσιν οἱ ἄνθρωποι· ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται.

Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸ, “λαβοῦσα ἡ ἁμαρτία “ἀφορμὴν διὰ τῆς ἐντολῆς.” τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ’ ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν προδραμεῖν δὲ τῇ πίστει Χριστοῦ.

Ἀλλοσ δὲ, ἀνωτέρω εἰπὼν, “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο· ἀλλὰ καὶ ἐθανάτωσέ με. αὐτή μοι γενομένη εἰς θάνατον· εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καὶ φησὶ ὅτι “ἀφορμὴν λαβοῦσα, ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα· ὅτι, ἐκ τούτου δὲ εἰργάσατο· τι εἰργάσατο; τὴν ἐπιθυμίαν· καὶ τοῦτο ἀφεὶς, ἐπισυνάπτει τὸ τέλος. “καὶ ἀπέ- “κτεινεν·” ἱν ᾖ κατὰ συνέχειαν, εἰ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν.” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο, ἀπατήσασα, τουτέστι δελεάσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία, τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς· διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης.

Γενναδίου. “Ὥστε ὁ μὲν νόμος, ἅγιος· καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή. ὁ “μὲν,” σύνδεσμος, ἁπλῶς ἐνταῦθα παρέρριπται. νόμον δὲ καὶ ἐντολὴν, τὸ αὐτὸ εἰ βούλει εἰπέ. ἁγίαν μέντοι τὴν ἐντολὴν εἴρηκεν, ὡς τῆς ἁμαρτίας ἀπάγουσαν, καὶ διιστῶσαν καὶ ἀφορίζουσαν τοῦ κακοῦ· δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσαν

179
τὲ ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ, ὡς ὁδηγοῦσαν τὲ πρὸς τὸ ἀγαθὸν, καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ· καὶ καῶν παρεκτικὴν, τῷ τε παρέχειν τὴν δ ιάγνωσιν, καὶ τῷ μείζονα πειθομένοις ὑπισχνεῖσθαι κατάστασιν.

Κυρίλλου. Εἴποις δ᾿ ἃν τὸν νόμον ἅγιον καὶ τὴν ἐντολὴν ἁγίαν καὶ δικαίαν καὶ ἀγαθήν· καὶ ὅτι ἀποφαίνει ἁγίους καὶ δικαίους τοὺς, οἵπερ ἃν ἕλοιντο φυλάττειν αὐτόν· καὶ ἀπαλλάσσει τῶν ἐκ παραβάσεως ἐγκλημάτων.

Χρυσοστόμου. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται· οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετήν· ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ, ἡ ἀπιστία ἀυτῶν.

Ωριγένουσ. Κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν. οὕτω λέγων· ὡς εἰ καὶ “ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς “ἐντολῆς ἐξηπάτησε,” καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον· καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ Θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον. καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ Θεοῦ ἐπαινετέον.

Θεοδωρήτου. Ἄλλος δὲ νόμον μὲν τὸν Μωσαϊκὸν εἶπεν· ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. ἣν ἁγίαν μὲν προσηγόρευσεν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν. ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν.

Φωτίου. Σὺ δὲ ἁπλῶς δύνασαι ἅγιον τὸν νόμον εἰπεῖν· ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιον, ὅτι τοὺς μὲν κατορθοῦντας, ἠμείβετο δωρεαῖς· τοῖς δὲ παραβαίνουσιν, ἐπετίθει τὰς τιμωρίας. ἀγαθὸν, ὅτι οὐχ ἡδόμενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν· ἀλλὰ τῆς αὐτῶν ἕνεκεν σωτηρίας· καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μέγαλα ἐχαρίζετο· καὶ ἁμαρτάνοντας περιεῖπε· καὶ οὐ κατ’ ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν· αὐτὸς δὲ ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἢ τὴν ἐντολήν. ἐξ ἑνὸς μὲν, ὅτι ἐδίδαξέ με τὴν ἁμαρτίαν· καὶ ἐπέταξε φυγεῖν αὐτήν. ἐξ ἑτέρου ’δε, ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν. ἅγιος

180
οὖν, ὅτι ἐδίδαξε, καὶ ἐπέταξε φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας. δίκαιος, ὅτι διδάξας οὕτω, τὴν τιμωρίαν τοὺς ἁμαρτάνοντας ἀπαιτεῖ· ἀγαθὸς δὲ, ὅτι καὶ ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει.