Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυμήσεις ἔλεγεν· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- μίαν.

Tοῦ Χρυσοστόμου. Ὁρᾶς ὅπως κατὰ μικρὸν οὐχὶ μόνον κατή- γορον τὸν νόμον δείκνυσι τῆς ἁμαρτίας, ἀλλ’ ἠρέμα καὶ κατα- σκευαστικόν ; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων Ἰουδαίων, ἀποφαίνει τοῦτο συμβαῖνον· καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα, τῶν κατηγο- ρούντων τοῦ νόμου· διὸ ἐπήγαγεν· “ἀφορμὴν δὲ λαβοῦσα ἡ “ἁμαρτία διὰ τῆς ἐντολῆς.” εἶδες πῶς αὐτὴν ἀπήλλαξεν q̓κλή- μάτων ; ἡ ἁμαρτία φησὶ, οὐχ ὁ νόμος ηὔξησε τὴν ἐπιθυμίαν. καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόμος γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας· ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον τῆς ἐπιθυμίας ἡ φλόξ. ἀλλ’ οὐ παρὰ τὸν νόμον τοῦτο· αὐτὸς μὲν γὰρ ἐσπούδαζεν ὥς τε ἀπαγαγεῖν· ἢ δὲ ἁμαρτία, τουτ- ἐστιν, ἡ ῥαθυμία ἡ σὴ, καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ κακῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. ἀλλ’ οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα· ἀλλὰ τοῦ ἀρρωστοῦντος· τῷ φαρμάκῳ κακῶς χρησαμένου. οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ’ ἵνα σβέσῃ. τοὐναν- τίον δὲ ἐξέβη. ἀλλ’ οὐκ ἐκείνου, ἀλλ’ ἡμῶν ἡ κατηγορία· οὐδὲ γὰρ εἴ τις τῷ πυρέττοντι καὶ ψυχροποσ ίας ἀκαίρως ἐπιθυμοῦντι· μὴ παρασχὼν ἐμφορηθῆναι τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν ἐπιθυμίαν, ἐγκαλοῖτ ἃν δικαίως. τοῦ γὰρ ἰατροῦ, τὸ κωλῦσαι ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι, τοῦ κάμνοντος. τί γὰρ εἰ ἡ ἁμαρτία ἐξ αὐτοῦ τὴν ἀφορμὴν ἔλαβεν ; ἐξ ἀγαθῶν γὰρ ἐπιταγμάτων πολ- λοὶ τῶν πονηρῶν τὴν ἑαυτῶν πονηρίαν αὔξουσιν. ἐπεὶ καὶ ὁ διάβο-

167
λος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν· εἰς φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας. ἀλλ’ οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν, τοῦτο εἰργάσατο, ἀλλ’ ἡ τῆς γνώμης πονηρία. καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἀπὸ τοῦ παραδείσου. ἀλλ’ οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον. εἰ καὶ δι’ αὐτοῦ ἡ ἀφορμὴ γέγονεν.

Εἰ δὲ καὶ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται. οὐκ ἀφιεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα, λαβὴν παρασχεῖν. πολλὴν δὲ σπουδὴν ποιούμενος, τὸ παρὸν διορθῶσαι. μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐνταῦθα λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει δι’ ἣν ταῦτα εἰπεῖν προσάγεται· καὶ τὴν μανίαν λογίζου τὴν Ἰουδαικήν· καὶ τὴν εὔτονον αὐτῶν φιλονεικίαν· ἣν καταλῦσαι σπεύδων, δοκεῖ πολὺς κατὰ τοῦ νόμου πνεῖν· οὐχ ἵνα ἐκεῖνον διαβάλλῃ, ἀλλ’ ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. εἰ γὰρ ἔγκλημα τοῦ νόμου τὸ δι’ αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν a, εὑρεθήσεται καὶ ἐν τῇ καινῇ τοῦτο συμβαῖνον. καὶ γὰρ καὶ ἐν τῇ καινῇ νόμοι μυρίοι· καὶ περὶ πολλῷ μειζόνων πραγμάτων. καὶ τοῦτο ἴδοι τίς ἃν ἐκβαῖνον κἀκεῖ· οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον· ἀλλ’ ἐπὶ πάσης ἁπλῶς κακίας· “εἰ γὰρ μὴ ἦλθον,” φησὶ, “καὶ “ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.” οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. καὶ πάλιν περὶ τῆς χάριτος ὁ Παῦλος διαλεγόμενος, φησίν. “πόσῳ δοκεῖτε χεί- “ρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατή- “σὰς;” οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. καὶ τοὺς Ἓλληνας δὲ διὰ τοῦτο φησὶν ἀναπολογήτους εἶναι. ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως καταμαθόντες τὸ κάλλος, καὶ ἀπ’ αὐτῆς δυνάμενοι πρὸς τὸν δημιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο.

Ὁρᾶς πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κο- λάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων; ἀλλ’ οὐ δήπου [*](a Cod. λαβὴν, sed in marg. λαβεῖν a. m. rec.)

168
διὰ τοῦτο κατηγορήσομεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως· καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην τῶν εἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρημένων, διαβαλοῦμεν· τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκαλον. τὸ δὲ ἄπορον, ἐκεῖνο ἐστί. πῶς φησὶν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, “εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἣ λαβεῖν τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονε; πόθεν τὰ Σόδομα ἐνεπρήθη; τί οὖν φησί; τὴν ἐπιτεταμένην ἐπιθυμίαν· διὰ τοῦτο οὐκ εἶπε κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ “πᾶσαν ἐπιθυμίαν,” τὸ σφοδρὸν ἐνταῦθα αἰνιτ- τομενος.

Θεοδωρήτου. Ἤ τὸ, οὐκ ᾔδειν καὶ οὐκ ἔγνων, οὐ τῆς παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου· ἡ δὲ προσθήκη τοῦ “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς πᾶσαν ἐπιθυμίαν ἐν ἐμοὶ κατειργάσατο,” δείκνυσι τὸν νόμον τῆς κατηγορίας ἐλεύθερον. ἐπειδὴ γὰρ εἶπεν ὅτι ηὐξήθη τὰ ἁμαρτήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως ὑποδείκνυσι τὸν τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατετροπώσατο λογισμόν.

Γενναδίου. Μετρούσης γάρ μοι τῆς ἐντολῆς τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει· καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὀροῖς τακτοῖς αὐτὴν περιγραφούσης τὲ καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα ταύτῃ δι’ αὐτῆς ἀφορμὴν, τουτέστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτα με πρὸς ἀμετρίαν υποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε. τῷ γὰρ “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- “μίαν,” ἐνδεῖ, τὸ, ἀπηγορευμένην.

Τοῦ Χρυσοστόμου. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε φησίν; οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος. ἀλλ’ οὐ τοῦ νόμου τὸ ἔγκλημα. ἀλλὰ τῆς ῥαθυμίας τῶν δεξαμένων. ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο. ἀλλὰ διὰ τοῦ νόμου. ἀλλ’ οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. ἰσχυρότερα οὖν

169
γέγονε, φησὶν, ἡ ἁμαρτία; καὶ σφόδρα· ἀλλ’ οὐ δὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.

Σευηριανοῦ. Εἰ δὲ βούλει, ἁμαρτίαν ὧδε νόησον, τὸν διάβολον. ὥσπερ γὰρ τὸν Σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ, καὶ δικαιοσύνην, τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον εἶναι· οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας, ποτὲ μὲν, ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος καὶ ἀθάνατον b καλεῖ. οὕτω καὶ ἐν τοῖς ἑξῆς εἰπὼν “ἡ “ἁμαρτία ἀνέζησε,” τὸν διάβολον καλεῖ. λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν. ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος· εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. ἰστέον μέντοι ὅτι δι’ ἑαυτοῦ ὁ Ἀπόστολος τὸ κοινὸν δηλοῖ.