Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυμήσεις ἔλεγεν· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- μίαν.

Tοῦ Χρυσοστόμου. Ὁρᾶς ὅπως κατὰ μικρὸν οὐχὶ μόνον κατή- γορον τὸν νόμον δείκνυσι τῆς ἁμαρτίας, ἀλλ’ ἠρέμα καὶ κατα- σκευαστικόν ; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων Ἰουδαίων, ἀποφαίνει τοῦτο συμβαῖνον· καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα, τῶν κατηγο- ρούντων τοῦ νόμου· διὸ ἐπήγαγεν· “ἀφορμὴν δὲ λαβοῦσα ἡ “ἁμαρτία διὰ τῆς ἐντολῆς.” εἶδες πῶς αὐτὴν ἀπήλλαξεν q̓κλή- μάτων ; ἡ ἁμαρτία φησὶ, οὐχ ὁ νόμος ηὔξησε τὴν ἐπιθυμίαν. καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόμος γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας· ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον τῆς ἐπιθυμίας ἡ φλόξ. ἀλλ’ οὐ παρὰ τὸν νόμον τοῦτο· αὐτὸς μὲν γὰρ ἐσπούδαζεν ὥς τε ἀπαγαγεῖν· ἢ δὲ ἁμαρτία, τουτ- ἐστιν, ἡ ῥαθυμία ἡ σὴ, καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ κακῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. ἀλλ’ οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα· ἀλλὰ τοῦ ἀρρωστοῦντος· τῷ φαρμάκῳ κακῶς χρησαμένου. οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ’ ἵνα σβέσῃ. τοὐναν- τίον δὲ ἐξέβη. ἀλλ’ οὐκ ἐκείνου, ἀλλ’ ἡμῶν ἡ κατηγορία· οὐδὲ γὰρ εἴ τις τῷ πυρέττοντι καὶ ψυχροποσ ίας ἀκαίρως ἐπιθυμοῦντι· μὴ παρασχὼν ἐμφορηθῆναι τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν ἐπιθυμίαν, ἐγκαλοῖτ ἃν δικαίως. τοῦ γὰρ ἰατροῦ, τὸ κωλῦσαι ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι, τοῦ κάμνοντος. τί γὰρ εἰ ἡ ἁμαρτία ἐξ αὐτοῦ τὴν ἀφορμὴν ἔλαβεν ; ἐξ ἀγαθῶν γὰρ ἐπιταγμάτων πολ- λοὶ τῶν πονηρῶν τὴν ἑαυτῶν πονηρίαν αὔξουσιν. ἐπεὶ καὶ ὁ διάβο-

167
λος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν· εἰς φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας. ἀλλ’ οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν, τοῦτο εἰργάσατο, ἀλλ’ ἡ τῆς γνώμης πονηρία. καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἀπὸ τοῦ παραδείσου. ἀλλ’ οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον. εἰ καὶ δι’ αὐτοῦ ἡ ἀφορμὴ γέγονεν.

Εἰ δὲ καὶ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται. οὐκ ἀφιεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα, λαβὴν παρασχεῖν. πολλὴν δὲ σπουδὴν ποιούμενος, τὸ παρὸν διορθῶσαι. μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐνταῦθα λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει δι’ ἣν ταῦτα εἰπεῖν προσάγεται· καὶ τὴν μανίαν λογίζου τὴν Ἰουδαικήν· καὶ τὴν εὔτονον αὐτῶν φιλονεικίαν· ἣν καταλῦσαι σπεύδων, δοκεῖ πολὺς κατὰ τοῦ νόμου πνεῖν· οὐχ ἵνα ἐκεῖνον διαβάλλῃ, ἀλλ’ ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. εἰ γὰρ ἔγκλημα τοῦ νόμου τὸ δι’ αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν a, εὑρεθήσεται καὶ ἐν τῇ καινῇ τοῦτο συμβαῖνον. καὶ γὰρ καὶ ἐν τῇ καινῇ νόμοι μυρίοι· καὶ περὶ πολλῷ μειζόνων πραγμάτων. καὶ τοῦτο ἴδοι τίς ἃν ἐκβαῖνον κἀκεῖ· οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον· ἀλλ’ ἐπὶ πάσης ἁπλῶς κακίας· “εἰ γὰρ μὴ ἦλθον,” φησὶ, “καὶ “ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.” οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. καὶ πάλιν περὶ τῆς χάριτος ὁ Παῦλος διαλεγόμενος, φησίν. “πόσῳ δοκεῖτε χεί- “ρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατή- “σὰς;” οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. καὶ τοὺς Ἓλληνας δὲ διὰ τοῦτο φησὶν ἀναπολογήτους εἶναι. ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως καταμαθόντες τὸ κάλλος, καὶ ἀπ’ αὐτῆς δυνάμενοι πρὸς τὸν δημιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο.

Ὁρᾶς πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κο- λάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων; ἀλλ’ οὐ δήπου [*](a Cod. λαβὴν, sed in marg. λαβεῖν a. m. rec.)

168
διὰ τοῦτο κατηγορήσομεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως· καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην τῶν εἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρημένων, διαβαλοῦμεν· τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκαλον. τὸ δὲ ἄπορον, ἐκεῖνο ἐστί. πῶς φησὶν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, “εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἣ λαβεῖν τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονε; πόθεν τὰ Σόδομα ἐνεπρήθη; τί οὖν φησί; τὴν ἐπιτεταμένην ἐπιθυμίαν· διὰ τοῦτο οὐκ εἶπε κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ “πᾶσαν ἐπιθυμίαν,” τὸ σφοδρὸν ἐνταῦθα αἰνιτ- τομενος.

Θεοδωρήτου. Ἤ τὸ, οὐκ ᾔδειν καὶ οὐκ ἔγνων, οὐ τῆς παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου· ἡ δὲ προσθήκη τοῦ “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς πᾶσαν ἐπιθυμίαν ἐν ἐμοὶ κατειργάσατο,” δείκνυσι τὸν νόμον τῆς κατηγορίας ἐλεύθερον. ἐπειδὴ γὰρ εἶπεν ὅτι ηὐξήθη τὰ ἁμαρτήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως ὑποδείκνυσι τὸν τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατετροπώσατο λογισμόν.

Γενναδίου. Μετρούσης γάρ μοι τῆς ἐντολῆς τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει· καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὀροῖς τακτοῖς αὐτὴν περιγραφούσης τὲ καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα ταύτῃ δι’ αὐτῆς ἀφορμὴν, τουτέστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτα με πρὸς ἀμετρίαν υποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε. τῷ γὰρ “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- “μίαν,” ἐνδεῖ, τὸ, ἀπηγορευμένην.

Τοῦ Χρυσοστόμου. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε φησίν; οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος. ἀλλ’ οὐ τοῦ νόμου τὸ ἔγκλημα. ἀλλὰ τῆς ῥαθυμίας τῶν δεξαμένων. ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο. ἀλλὰ διὰ τοῦ νόμου. ἀλλ’ οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. ἰσχυρότερα οὖν

169
γέγονε, φησὶν, ἡ ἁμαρτία; καὶ σφόδρα· ἀλλ’ οὐ δὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.

Σευηριανοῦ. Εἰ δὲ βούλει, ἁμαρτίαν ὧδε νόησον, τὸν διάβολον. ὥσπερ γὰρ τὸν Σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ, καὶ δικαιοσύνην, τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον εἶναι· οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας, ποτὲ μὲν, ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος καὶ ἀθάνατον b καλεῖ. οὕτω καὶ ἐν τοῖς ἑξῆς εἰπὼν “ἡ “ἁμαρτία ἀνέζησε,” τὸν διάβολον καλεῖ. λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν. ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος· εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. ἰστέον μέντοι ὅτι δι’ ἑαυτοῦ ὁ Ἀπόστολος τὸ κοινὸν δηλοῖ.

Κυρίλλου. Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει. ὅτι δοθεὶς ὁ νόμος εἰς ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως. ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ, ἀφορμὴν μὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου· ἀλλὰ κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας. ἀνθ’ ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παρατρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκαινον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν. ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον. καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεται τίς ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις, τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν.

Θεοδώρου Μονάχου. τάχα δὲ καὶ εἰς τὰ κατὰ τὸν Ἀδὰμ ὡς ἐν ὑποδείγματος λόγῳ εἴποι τίς ἀναφέρεσθαι τὸ προκείμενον. ἐπεὶ κἀκεῖνος προκειμένων αὐτῷ, φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἠδύνατο, εἰ μὴ νόμος αὐτῷ περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα, τὸ μετὰ τῶν λοιπῶν, κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο [*](b Leg. θάνατον.)

170
δὲ ὑπὸ τῆς ἐντολῆς. ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων, ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν αὐτῆς βουληθέντος ἰδεῖν, ἀλλὰ τοῦ ἐπιβούλου πιστωθέντος τοῖς λόγοις, καὶ ὅλου τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἐπιθυμίας ἐντεῦθεν ἐγένετο· ἀλλὰ κἀκεῖνο ἐμάθομεν· ὡς οὐχ ἁπάσαις ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφειμεν. ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις μαθόντες, ἡμάρτομεν ἁπάσας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι. τοῦτο τὰρ λέγει, τὸ, “κατειργάσατο ἐν ἐμοὶ “πᾶσαν ἐπιθυμίαν.” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν. ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν· οὕτω καὶ ἐν τοῖς ἀνωτέροις· τῷ, “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν “οὐκ ἐπιθυμήσεις,” ἀντὶ τοῦ, οὐκ ἃν ᾔδειν εἰ μὴ ὁ νόμος ἦν ὁ τοῦτο διορίζων, ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων. καὶ γὰρ τὸ “ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων· καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν.

Χωρὶς γὰρ νόμου· ἁμαρτία νεκρά.

Χρυσοστόμου. Τουτέστιν, οὐχ οὕτω γνώριμος. ᾔδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον. ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. διὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. οὐδὲ γὰρ ἦν ἶσον, φύσιν ἔχειν κατήγορον. καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα.

Ισιδώρου. Οὔκουν τοῦτο αἰνίττεται· ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες. ἐπεὶ ἀλόγως εὑρεθεῖεν ἃν κολασθέντες, οἱ πρὸ τοῦ νόμου· οἱ μὲν γὰρ, ὕδατος, οἱ δὲ, πυρὸς ἔργον ἐγένοντο· ἀλλ’ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς.

Κυρίλλου. Ἢ καὶ ἁπλῶς· εἰ μὴ κέοιτο, φησὶν, ὁ τῶν τῆς φαυλότητος τρόπων κατηγορῶν νόμος, ἀδρανὲς ἃν γένοιτο τὸ κακόν.

171
κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν, διὰ τοῦ νόμου. καὶ ῥαθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῶν μηδενός. μονονουχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος.

Θεοδωρήτου. Καὶ μὴ ὄντος τοῦ τὸ πρακτέον ὑποδεικνύοντος. καὶ τὸ οὐ πρακτέον ἀπαγορεύοντος, οὐκ ἔχει χώραν ἡ ἁμάρτια.

Σευηριανοῦ. Ὅτι μὴ δὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἡμαρτηκότα. ὁ δὲ νόμος δοθεὶς, καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ· τοῦτο δὲ, οὐ τοῦ νόμου κατηγορία· ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρὰ, οὕτω καὶ φυλαττομένου τοῦ νόμου, ἡ ἁμαρ- τια νεκρὰ·

Γενναδίου. τὴν γὰρ πρᾶξιν ὁ νόμος ἀπαγορεύων, ἁμαρτωλὸν συνίστησιν· ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος τὴν αὐτῆς ἀποχὴν, ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι· “οὗ γὰρ οὐκ ἔτι νόμος, οὐδὲ παράβασις·’ οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. τὸ οὖν “χωρὶς νόμου ἡ “ἁμαρτία νεκρά·” ἀντὶ τοῦ, οὐκ ἃν ἐνεργηθείη, φησὶ, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς. ἀλλὰ τὸ εἰδότα ὧν δεῖ ἀπέχεσθαι, ποιεῖν τί παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.