Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῳ νόμῳ του νόος μου. καὶ αιχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.

Χρυσοστόμου. Ἐπειδὴ ἀσαφῶς τέθεικε τὸ προειρημένον, ἑρ μηνενει αὐτὸ, καὶ σαφέστερον ποίει. δείκνυς, πὼς τὸ κακὸν παράκειται. καὶ πῶς τῷ θέλοντι ποιεῖν τὸ καλὸν μόνον, νόμος ἐστὶν ὁ νόμος. “συνήδομαι,” λέγων, “τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω “ἄνθρωπον.” ᾔδειν μὲν γὰρ, φησὶ, καὶ πρὸ τούτου τὸ καλόν. εὑρὼν δὲ αὐτὸ καὶ ἐν γράμμασι κείμενον, ἐπαινῶ1. νόμον δὲ ἐνταῦθα πάλιν ἀντιστρατευόμενον, τὴν ἁμαρτίαν ἐκάλεσεν. οὐ διὰ τὴν εὐταξίαν· ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. ὥσπερ οὖν κύριον τὸν Μαμωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν· οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίας m, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας, καὶ φοβουμένους αὐτὴν ἀφεῖναι. ὥσπερ δεδοί- [*](1 I. tn. α in. rec. βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου. m I. m. a ni. rec. ἁμαρτίαν.)

201
κάσιν οἱ νόμον λαβόντες, ἀφεῖναι τὸν νόμον. αὕτη οὐν φησιν άντίκειται κειται τῷ νόμῳ τῷ φυσικῷ. τοῦτο γάρ ἐστι “τῷ νόμῳ τοῦ νοός “μου.” καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ μάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόμῳ· ὁ γὰρ Μώσεως, ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ’ ὅμως καὶ οὗτος κἀκεῖνος, ὁ μὲν διαδάξας· ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῆ μάχη ταύτῃ ἤνυσαν μέγα. τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννίς· νικῶσα καὶ περιγινομένη· ὅπερ ὁ Παῦλος ἐμφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν, ἔλεγε, “βλέπω δὲ ἕτερον νόμον, ἀντιστρατευόμενον τῷ νόμῳ “τοῦ νοός καὶ αἰχμαλωτίζοντά αἰχμαλωτίζοντά με.” οὐ γὰρ εἶπε νικῶντα ἁπλῶς, ἀλλὰ “καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. οὐκ εἶπε τῇ ὁρμῇ τῆς σαρκὸς, οὐδὲ τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ “τῷ νόμῳ “τῆς ἁμαρτίας.” τουτέστι, τῇ τυραννίδι, τῇ δυνάμει. πῶς οὖν, φησὶ, “τῷ ὄντι ἐν τοῖς μέλεσί μου;“καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο “ἁμαρτίαν ποιεῖ τὰ μέλη, ἀλλὰ χωρίζει μάλιστα τῆς ἁμαρτίας· ἕτερον γὰρ τὸ ἔν τινι ὃν, καὶ τὸ ἐν ᾧτ’ ἐστιν ἐκεῖνο. ὥσπερ οὐν καὶ ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι’ αὐτῆς ἀφορμὴν ἔλαβεν ἡ ἁμαρτία, οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ αὐτῆς ἡμᾶς καταγωνίζεται. ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρά· καὶ πολλῷ μᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὐδὲ γὰρ εἰ θαυμαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβοι καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόμενον. ἀλλ’ ἡ κατηγορία πᾶσα τῶν τὰ τοιαῦτα ἐπιβουλευσάντων ἐστίν. ἀλλ’ οἱ τῆς ἁληθείας ἐχθροὶ μετὰ ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται· οὐδὲ γὰρ τῆς σαρκὸς μόνον κατηγόρους ἱν, ἀλλὰ καὶ τὸν νόμον διαβάλλουσι· καί τοι γε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόμος. ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται. εἰ δὲ οὐ καλὸν ὁ νόμος, καλὸν ἡ σάρξ. μάχεται γὰρ αὐτῷ, καὶ κατ’ ἐκείνου πολεμεῖ. πῶς οὖν ἀμφότερα τοῦ διαβόλου φασὶ εἶναι, ἐναντιούμενα ἀλλήλοις εἰσάγοντες; ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; ἀλλ’ οὐ τῆς ἐκκλησίας τὰ δόγματα τοιαῦτα. ἀλλὰ τὴν ἁμαρτίαν κατακρίνει μόνον· καὶ τὸν νόμον ἑκάτερον, παρὰ τοῦ Θεοῦ δεδομένον, καὶ τὸν τῆς φύσεως καὶ τὸν Μώσεως ταύτῃ πολέμιον εἶναι φησί· οὐ τῇ σαρκί. οὐδὲ γὰρ τὴν σάρκα ἁμαρτίαν
202
εἶναν λέγει, ἀλλὰ ἔργον Θεοῦ σφόδρα καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, ἐὰν νήφωμεν.

Θεοδωρήτου. Ἔσω δὲ ἄνθρωπον, τὸν νοῦν λέγει· καὶ νόμον ἁμαρτίας, τὴν ἁμαρτίαν, ἥτις ἐνεργεῖται· τῶν μὲν τοῦ σώματος παθῶν, σκιρτώντων· τῆς δέ γε ψυχῆς, ταῦτα, διὰ τὴν ἐξαρχῆσ γεγενημένην ἐπιθυμίαν, ἐπισχεῖν οὐ δυναμένης· ἀλλὰ τὴν μὲν οἰκείαν ἐλευθερίαν ἀποβαλούσης, δουλεύειν δὲ τούτοις ἀνεχομένης. ἀλλ’ ὅμως καὶ δουλεύουσα, τὴν δουλείαν μισεῖ, καὶ ἐπαινεῖ τὸν νόμον τὸν τῆς δουλείας κατήγορον.

Οἰκουμενίου. Νόμον οὖν ἁμαρτίας περιφραστικῶς, τὴν ἁμαρτίαν καλεῖ. καὶ καλῶς εἶπεν “αἰχμαλωτίζοντά με.” μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας, καὶ τῶν τοῦ νοός μου ἐπι- ταγμάτων· ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῷ ἁμαρτίᾳ, ἄπεισι νικήσασα ἡ ἁμαρτία· αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄρ θρωπον.

Ωριγένουσ. Διαγράφει δὲ τὸν παρόντα λόγον ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα. ὥσπερ γὰρ στρατιώτης κρατήσας πολεμίοις αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρα- τευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν· καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον.

Θεοδώρου Μονάχου. Καὶ καλῶς εἶπεν “ἐν τοῖς μέλεσιν.” ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία. διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν. τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώσσης, τὰ δὲ, ἑτέρως ἁμαρτάνομεν. ἀντὶ δὲ τοῦ εἰπεῖν τὴν ἁμαρτίαν, νόμον ετͅπεν ἁμαρτίας, κατά τι οἰκεῖον ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν “ὅτι διὰ νόμου πίστεως.” καὶ πάλιν· “ὁ “νόμος τοῦ πνεύματος τῆς ζωῆς.” ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς ἴδιος· ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα. ἵνα εἴπῃ περὶ οὗ ἃν λέγῃ πράγματος τὸν σκοπόν. αὐτὸ τὸ καὶ οὐχ ἕτερον λέγων.