Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί· τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. τὸ μὲν γὰρ θέλειν παράκειταί μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω· οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.

Χρυσοστόμου. Σαφὲς ἄρα φησὶν τὸ μὴ ἐμὴν ἔτι, τῆς δὲ ἐν ἐμοὶ ἁμαρτίας εἶναι τὴν πρᾶξιν· ἐγὼ γὰρ αὐτὴν οὐδὲ βουλόμενος οὐδὲ θέλων πέφηνα· καὶ ἑρμηνεύων πῶς ποτε ἔφη τὸ, “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμάρτια, ἐπάγει· “γὰρ ὅτι οὐκ οἴκει ἐν ἐμοὶ “τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν.” διὰ πάντων τούτων, τὸ ἐν τοῖς ἁγίοις εὐαγγελίοις λέγων παρὰ τοῦ δεσπότου λεχθέν· “ὅτι “τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ, ἀσθενήσ.” τὸ γὰρ τῆς σαρκὸς φθαρτὸν καὶ ἐμπαθὲς τῆς παρανομίας καταιτιᾶται· “οὐκ “οἰκεῖ γάρ,” φησιν, “ἐν τῇ σαρκί μου, ἀγαθόν·” τουτέστιν, οὐκ ἔχει τὸ ἀπαθὲς οὐδὲ τὸ τέλειον, καὶ ἀνενδεὲς καὶ ἀναμάρτητον. ὅθεν αὐτὴν καὶ σάρκα πολλάκις ἁμαρτίας καλεῖ· καὶ σῶμα ἀμαρτίας, καὶ σῶμα θανάτου· αἱροῦμαι γοῦν τῷ νῷ τὸ ἀγαθόν· καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν. ἐπὶ δὲ τῶν διὰ σαρκὸς ὤργων, αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω· ἀλλ’ ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν. ὑπάγομαι δὲ παρ’ αὐτῆς πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πρᾶξιν, εἰκότως οὐκ ἐμὴν ἀλλ’ ἀλλοτρίαν λογίζομαι.

Θεοδωρήτου. Καὶ σκόπει πῶς τοῦτο γίνεται· ἄρχειν τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας ὁ νοῦς ἐτάχθη παρὰ Θεοῦ, ἐν ἐμοὶ, καὶ κυβερνᾶν τὰ μετὰ τὴν παράβασιν ταύτην καὶ διεξάγειν καλῶς·

194
νήφων μὲν οὖν καὶ σωφρονῶν τοῦτον ἰθύνει τὸν τρόπον αὐτά· ἀμελήσας δὲ ὑποκύπτει σφίσι μᾶλλον αὐτὸς, καὶ κατακυριεύεται ὑπ’ αὐτῶν· καὶ πρὸς τὰ φαῦλα καθέλκεται· ἅπερ αὐτὸς μὲν οὐ λέγεται κατεργάζεσθαι· ἐπειδὴ μισεῖ τὸ γινόμενον. ἡ δὲ τῶν παθῶν δεσποτεία καὶ δουλεία αὐτοῦ, ἣν ἁμαρτίαν ὁ Παῦλος ἐκάλεσε, ταύτην ἔχει τὴν πρᾶξιν· διὸ καὶ μὴ οἰκεῖν φησὶν ἐν τῇ σαρκὶ ἀγαθὸν, διὰ τὴν τῶν παθῶν ἐπικράτειαν. ἃ ἐπεισήγαγε μὲν θνητὸν τὸ σῶμα γεγενημένον· ηὔξησε δὲ τοῦ νοῦ ῥαθυμία. καί τοι τὴν περὶ τὰ καλὰ προθυμίαν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας προσέλαβον. ἀσθενῶ δὲ ὅμως περὶ τὴν πρᾶξιν, ἑτέραν ἐπικουρίαν οὐκ ἔχων·

Κυρίλλου. Ἐνίησι δὲ πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει· καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἱ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι· καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ καταστρατεύονται τοῦ πνεύματος· καὶ ἀνθέλκουσι πρὸς τὰ αἰσχίω· καὶ τοι φιλελεύθερον ὄντα τὸν νοῦν καὶ καυχώμενον ἐπ’ ἀρετῇ. διὸ καὶ εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, λέγει τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν· οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἃν ἔξω ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον· ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃ τοι φησί· “εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι “ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”

Εἴποι δὲ ἄν τις, ἆρα εἰ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπουθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εῖεν ἂν ἄξιοι· ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσί· μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι· τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ’ οὐκ ἃν οῖμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο· οὐ γὰρ ἐξὸν ἀνεῖσθαι

195
δουλεύουσιν· εἴκουσι δὲ, ὡς ἔφην, ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν, ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γε μὴν ἀλκιμωτέροις ἐξ ἀνάγκης ἡττῶ μένοι· καὶ οὐχ ἑκόντες δουλεύουσιν· ἀλλ’ εἶπέρ ἐστι τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀρρωστήμασιν. ἀλλ’ ἦν ἐπ’ αὐτῷ, φησὶν, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν. ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις. εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις· κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασσον ἡδονήν· ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος. οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας, οὐκ ἃν ἐγκαλέσειέ τις δικαίως, ὅτι μὴ δρᾷ τὸ ἄμεινον, τὰ αἰσχίω μεθείς. κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἤνιας.

Χρυσοστόμου. Ἀλλ᾿ ἐνταῦθα ἐπιτίθενται ἡμῖν οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἀλλοτριοῦντες. τι οὖν ἃν εἴποιμεν; ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν. ὅτι ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναι φησὶ, οὕτω καὶ ἐνταῦθα· οὐ γὰρ εἶπεν ὅτι ἡ σὰρξ αὐτὸ κατεργάζεται· ἀλλὰ καὶ τοὐναντίον ὅτι οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό ” εἰ δὲ λέγοι ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός. οὐ γὰρ τὸ μὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. ἡμεῖς δὲ ἐλάττονα μὲν τῆς ψυχῆς ὁμολογοῦμεν εῖναι τὴν σάρκα, καὶ καταδεεστέραν· οὐ μὴν ἐναντίαν οὐδὲ μαχομένην οὐδὲ πονηράν· ἀλλ’ ὡς κιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωμένοις ἐστίν ἀλλὰ καὶ σφόδρα συμβαίνοντα· οὐ μὴν ὁμότιμα τῷ τεχνίτῃ· ὥσπερ οὖν ὁ λέγων, ὅτι οὐκ ἐν τῇ κιθάρᾳ· οὐδ’ ἐν τῇ νηὶ ἡ τέχνη· ἀλλ’ ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ· οὐ τὰ ὄργανα διέβαλεν· ἀλλὰ τὸ μέσον τὸ πρὸς τὸν τεχνίτην ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν ὅτι “οὐκ οἰκεῖ ἐν τῇ σαρκί “μου ἀγαθόν·” οὐ τὸ σῶμα διέβαλεν· ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. αὕτη γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισμένη τῆς κυβερνήσεως καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα [*](g ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία a m. rec. i. m.)

196
δείκνυσι τὸ κῦρος τῆς ψυχῆς τιθέμενος, καὶ εἰς δύο ταῦτα τὸν ἄνθρωπον διελὼν, ψυχήν τε καὶ σῶμα· λέγει ὅτι ἀλογωτέρα μέν ἐστιν ἡ σὰρξ, καὶ συνέσεως ἔρημος, καὶ τῶν ἀγομένων ἀλλ’ οὐ τῶν ἀγόντων· σοφωτέρα δὲ ἡ ψυχὴ, καὶ τὸ πράττειν καὶ τὸ μὴ πράττειν συνιδεῖν δυναμένη· οὐ μὴν ἀρκοῦσα πρὸς τὸ τὸν ἵππον ἄγχειν h ὡς ἤρηται· ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ’ ἃν ἔγκλημα· εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα.

Οἰκουμενίου. τάχα δὲ καὶ τὸ, “οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν,” τὸ αὐτεξούσιον δείκνυσι. καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ’ ἄμφω τό τε ἀγαθὸν καὶ τὸ κακὸν ῥοπῆς· τὸ γὰρ “οὐκ οἰκεῖ” ταὐτὸν εἴποι ἄν τις, τῷ, οὐκ ἀποκληρωμένον καὶ ἀνάγκη τινὶ παραμένον ἔχω τὸ πράττειν τὰ ἀγαθά· ὥς τε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν. τοῦτο γὰρ ἡ οἴκησις· ἡ εἰς ἀεὶ διαμονὴ, καὶ οἷον ἐγκάθισις. ἐπὶ μέν τοι τοῦ ἀγαθοῦ, οὐκ εῖπεν οἴκησιν· ἐπὶ δὲ τῆς ἁμαρτίας, εῖπεν· ἐκ γὰρ τοῦ διαμαρτάνειν λοιπὸν, εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν· ἡ δὲ ἕξις, ἴση τῇ φύσει γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία· τὸ ἐμπεφυκὸς κακόν· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἵνα μηδεὶς φυσικὴν τὴν ἁμαρτίαν νομίσῃ. ἀλλ’ ὥσπερ ἐπὶ οἰκήτορος, ὡς εἰσῆλθεν ἐξελθεῖν δυναμένην. τὸ δ᾿ αὐτὸ καὶ συνηγορία τοῦ σώματος, οὐ γὰρ ἡ τῶν οἰκούντων κακία, τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς ἐν αὐτῶ τίς κατοικεῖ;

Μεθοδίου Πατάρεωσ. Ἔφη δέ τις ἁμαρτίαν ἐνταῦθα τὴν ἀπὸ τῆς παραβάσεως εἰσοικισθεῖσαν.

Διδύμου. Ἕτερος δὲ τὸν διάβολον εἶπεν. ὡς τὸ τῆς ἁμαρτίας ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τὸ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος. ἐπεὶ δὲ ὁ θεῖος Απόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ’ ἁμαρτίας γενικωτάτης δυναμένης σοφίστασθαι ἀφορμὰς, πρὸς τὴν τοῦ κακοῦ εὕρεσιν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ’ ἣ αὐτὸν τὸν τῶν ἁμαρτημάτων γεγονότα ἀρχηγέτην καὶ πατέρα διάβολον. ὡς γὰρ τοὺς ἀνθρώπους, ἀφ’ ἧς ἐπιτηδεύουσι [*](h ἄγειν ὡς βούλεται i. m. a m. rec.)

197
τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ· ὃς μάλιστα ἐν τῇ ψυχῇ λέγεται ἐπιχωριάζειν· κατὰ τὸ, “εἰσῆλθεν ὁ Σατανᾶς “εἰς τὴν καρδίαν Ἰούδα. εὑ δὲ καὶ τὸ, εἰπεῖν, οὐκέτι ἐγὼ “κατεργάζομαι αὐτό.” ἔργου δὲ καὶ κατέργου πολὺ τὸ μέσον. διότι τοῦ ἔργου προηγεῖται τὸ κάτεργον. ὡς φέρε εἰπεῖν οἰκίας ἣ νηὸς τόδε κάτεργον, τουτέστι τῆς ὕλης ἡ παρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τουτέστιν ὁ Σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας τὴν κατασκευήν· τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ· ὥσπερ δὲ ταῖς φιλαρέτοις ψυχαῖς τὸ Ἅγιον Πνεῦμα συγκοπιᾶν λέγεται· κατὰ τὸ, “περισσότερον “πάντων ἐκοπίασα. οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν “ἐμοί.” οὕτω δὴ ἐπὰν ῥάθυμος ψυχὴ ταῖς τοῦ διαβόλου πεισθῇ προστροπαῖς, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτόν.

Χρυσοστόμου. Εἰπών γε μὴν ὅτι “τὸ κατεργάζεσθαι τὸ ἀγαθὸν οὐχ εὑρίσκω. οὐκ ἄγνοιαν φησὶ, οὐδὲ ἀπορίαν, ἀλλ’ ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. ὅπερ οὖν καὶ σαφέ- στερον δεικνὺς, ἐπήγαγεν· “οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ “οὐ θέλω, κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήματος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν μετέστησεν. εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχή· καὶ εἰ αὐτὸς αὐτὸ μὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶμα. καὶ μόνης τῆς πονηρᾶς προαιρέσεως ἔστι τὸ πᾶν. οὐ γὰρ ταὐτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως. ἀλλὰ τὰ μὲν ἔστιν ἔργα τοῦ Θεοῦ· τὰ δὲ, ἐξ ἡμῶν αὐτῶν γενομένη κίνησις πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν· ἡ μὲν γὰρ βούλησις, ἔμφυτον, καὶ παρὰ Θεοῦ. ἡ δὲ τοιάδε βούλησις ἡμέτερον, καὶ τῆς γνώμης ἡμῶν.