Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὁ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός.

Γενναδίου. Ἐπειδὴ εἶπε τὸ, “πεπραμένος ὑπὸ τὴν ἁμαρ- “τίαν.” καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο. ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατερ- “γάζομαι, οὐ γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους· ἀλλὰ δεσποτικοῖς ὑποκεῖσθαι προστάγμασι. πολλάκις γοῦν τί, φησι, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι· τὸ γὰρ οὐ γινώσκω, οὐχ ὅτι ἀγνοῶ λέγει. πῶς γὰρ ἣ ὃ πράττει τίς, τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ; ἢ ὅλως ἃν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο. ἀλλὰ τὸ, οὐ γινώσκω τοιοῦτόν ἐστιν, οἷον τὸ ἐν εὐαγγελίοις τοῦ Σωτῆρος· “οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε “ἀπ’ ἐμοῦ,” ἀντὶ τοῦ, κατεργάζομαί τι πολλάκις· οὐκ οἰκειούμενος οὐδὲ χαίρων· οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυτοῦ συντόμως εἰπεῖν ἐπακούων, ἀλλὰ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησὶ, δῆλον· “οὐ γὰρ ὃ θέλω, τοῦτο ποιῶ. ἀλλ’ ὃ “μισῶ, τοῦτο πράσσω.” τουτέστιν ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶν οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μέντοι τῶν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκεῖνον νόμον παραβαίνειν φησί· τὸν φυσικὸν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν, “ὅσα ἃν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ “ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

Χρυσοστόμου. Ὃ τοίνυν, φησὶ, κατεργάζομαι ἀγνοῶ. καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥμαρτεν· ὁρᾷς ὅτι ἐὰν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκδεξώμεθα· καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπόν, μυρία ἕψεται τὰ ἄτοπα εἰ γὰρ ἀγνοοῦντες ἡμάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι· ὥσπερ οὖν ἀνωτέρω ἔλεγε “χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά·’ οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες· ἀλλ’ ὅτι ᾔδεσαν μέν οὐχ

188
οὕτω δὲ ἀκριβῶς. διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς. καὶ πάλιν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν.” οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν· ἀλλὰ τὴν σαφεστέραν γνῶσιν ἐμφαίνων. ἔλεγε δὲ ὅτι “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.” οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυμίαν ἐποίησεν· ἀλλ’ ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυμίας ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν. οὕτω καὶ ἐνταῦθα, οὐ τὴν καθόλου ἀγνοίαν δηλοῖ· λέγων, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω·” ἐπεὶ πῶς συνήδετο τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· τι οὖν ἐστιν “οὐ γινώσκω;” σκοτοῦμαι φησὶν, συναρπάζομαι. ἐπήρειαν ὑπομένω· οὐκ οἶδα πῶς ὑποσκελίζομαι· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν. οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν, συνήρπασέ με. οὐκ ἄγνοιαν προβαλλόμενοι· ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν, καὶ ἐπιβουλὴν ἐμφαίνοντες.

Θεοδώρου Μονάχου. Οὔκουν ὡς ἀγνοῶν μετὰ τὸν νόμον τὴν ἁμαρτίαν, τὸν νόμον λέγει ὅτι καλός· ἀλλὰ ἀντὶ τοῦ, πῶς αὐτὴν ποιῶ. ἢ πῶς ὑποκλέπτομαι, καὶ οὐκ αἰσθάνομαι· οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην· καὶ θυμωθεὶς, ἔπραξα, ἃ μὴ ἐβουλόμην. ὥσπερ ὑπὸ δεσπότου τινὸς τῆς ἁμαρτίας ταττόμενος. ᾗ ἐμαυτὸν πέπρακα. οὐχ ἑαυτοῦ δὲ κατηγορεῖ, ἀλλὰ τὸν καινὸν ἄνθρωπον ἐν ἑαυτῷ ὑπογράφει, τὸ φορτικὸν ἐφ’ ἑτέρου τάξαι παραιτούμενος. καὶ δείκνυσιν ὅτι ὅσοι ὑπὸ νόμον ἐσμὲν, ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ ἡδονῆς. οὐ μὴν ὅσοι ὑπὸ χάριν, ὡς δι’ αὐτὴν ἔξω γεγονότες ἁμαρτίας. ὑφ’ ἧς οὐ κατεχόμεθα, ἐὰν μὴ δράμωμεν εἰς αὐτήν.

Θεοδωρήτου. Καὶ εἰκότως ἀγνοεῖν φησι· ὁ γὰρ ἡττώμενος ὑπὸ τῆς ἡδονῆς, καὶ μέν τοι καὶ τῆς ὀργῆς τῷ πάθει μεθύων, οὐκ ἔχει σαφῆ τὴν γνῶσιν τῆς ἁμαρτίας· μετὰ δέ γε τὴν παῦλαν τοῦ πάθους, τὴν αἴσθησιν δέχεται τοῦ κακοῦ· τὶ δὲ, “οὐ γὰρ ὃ θέλω, “τοῦτο πράσσω. ἀλλ’ ὃ οὐ θέλω, τοῦτο ποιῶ,” κατόρθωμα ἐμφαίνει τοῦ νόμου· τὸ διδάξαι τι τὸ κακόν. καὶ μῖσος ἐνθεῖναι τῇ ψυχῇ κατὰ τούτου. τὸ μέν τοι “ὃ οὐ θέλω, καὶ ὃ μισῶ,” οὐκ ἀνάγκης ἀλλ’ ἀσθενείας δηλωτικά· οὐ γὰρ ὑπ’ ἀνάγκης τινὸς καὶ βίας ὠθούμενοι, πλημμελοῦμεν. ἀλλ’ ὑπὸ τῆς ἡδονῆς καταλεγόμενοι, ποιοῦμεν, ἅπερ ὡς παράνομα βδελυττόμεθα.

Χρυσοστόμου. Πῶς οὖν ὁ γινώσκεις ὃ κατεργάζῃ; εἰ γὰρ

189
θέλεις τὸ καλὸν, καὶ μισεῖς τὸ πονηρὸν, γνώσεως τοῦτο ἀπηρτισμένης ἐστίν. ὅθεν δῆλον, ὅτι καὶ τὸ, “οὐ Θέλω” εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βεβιασμένην. εἰ γὰρ οὐχ ἑκόντες ἀλλ’ ἀναγκαζόμενοι ἡμαρτάνομεν, πάντα τὰ τῶν κολάσεων τῶν ἔμπροσθεν γεγενημένων, οὐκ ἃν ἔχοι λόγον. ἀλλ’ ὥσπερ “οὐ γινώσκω” εἰπών· οὐκ ἄγνοιαν ἐνέφηνεν· ἀλλ’ ἅπερ εἰρήκαμεν, οὕτω καὶ τὸ, “οὐ θέλω” προσθεὶς, οὐκ ἀνάγκην ἐδήλωσεν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα· ἐπεὶ εἰ μὴ ἦν τοῦτο δηλώσας, τῷ εἰπεῖν “ὃ οὐ θέλω, τοῦτο πράσσω,” ἐπήγαγεν ἃν, ἀλλ’ ὃ ἀναγκάζομαι καὶ βιάζομαι, τοῦτο ποιὼ τοῦτο γὰρ τῷ θέλει, καὶ τῇ ἐξουσίᾳ ἀντίκειται· νυνὶ δὲ οὐ τοῦτο εἴρηκεν· ἀλλ’ ἀντὶ τούτου, τὸ “μισῶ” τέθεικεν· ἵνα μάθῃς, ὅτι καὶ ἐν τῷ εἰπεῖν οὐ θέλω, οὐ τὴν ἐξουσίαν ἀνεῖλε. τι οὐν ἐστιν “οὐ θέλω;” ὃ μὴ ἐπαινῶ· ὃ μὴ ἀποδέχομαι· ὃ μὴ φιλῶ.

Κυρίλλου. τινὲς δὲ τῶν ἀμαθεστέρων, οἴονται τὸν τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδα πῶς πρεσβεύειν ἐγνώκασιν ἐκεῖνοι, πλανῶντες τὲ καὶ πλανώμενοι. εἱμαρμένην γὰρ πλαστουργοῦντες τινὰ, καὶ τύχην, κατὰ τὸ σφίσι δοκοῦν· εἶτα τὸ κρατεῖν τῶν καθ’ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ· φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως· ἀνειμένην τὲ καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν, τὴν ἐφ’ ὅπερ ἃν ἕλοιτο τῶν πρακτέων. ἀνάγκῃ ’δε ὡσπερ καὶ τοῖς παρ’ ἐκείνων ὀροῖς τε καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον· εἰ γάρ τις ἴοι κατ’ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ, κἂν εἰ βούλοιτο τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν· οὐδ’ ἃν ὅλως διαμωμήσαιτό τις εὖ φρονῶν· κἂν εἰ ὁρῶτο πλημμελῶν· ὃ γὰρ ἦν ἀνάγκῃ καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης· ἐπαινέσαι δ’ ἄν τις οὐ λίαν ἐμφρονως, τον επιεικη κα κόσμιον· τι γὰρ εἰ γέγονε τοιοῦτος, ουχ ἑκὼν, ἄλλα τοῖς ἑτέρων νεύμασι παρενηνεγμένος εἰς τοῦτο· μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης;

Οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητήν· ἤγουν οἴεσθαι

190
τῆς ἐκείνων ἀβελτηρίας ἰέναι κατόπιν, τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν· εἰ λέγοι τυχὸν, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω· οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο “ποιῶ.” εἰ γὰρ δή τις ὅλως διισχυρίσαιτο· καὶ δὴ καὶ ἕλοιτο φρονεῖν ὡς εἱμαρμένῃ καὶ τύχῃ τῶν καθ’ ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἃν εἰκότως ἔροιτο ἃν αὐτὸν ἐκεῖνον που λέγων· εἰ σκληραῖς καὶ δυσαρτήτοις ἀνάγκαις ἐνειλημμένοι, τῶν πρακτέων, ἣ μὴ, κύριοι μὲν ἡμεῖς οὐδαμόθεν καθεστήκαμεν· εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις· καὶ τοῦ κατὰ γνώμην εἰργόμεθα, πῶς ἡμῖν γέγραφας αὐτός· “ἣ ἀγνοεῖτε ἀδελφοί· εἰδόσι γὰρ νόμον “λαλῶ· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ’ ὅσον χρόνον ζῆ; κυριεύει δὴ οὖν τίνα τρόπον τῶν ζώντων ὁ νόμος. ἀπρακτήσει μὲν γὰρ ἀραρότως ἐπὶ τοῖς τεθνεῶσιν· ὁρίζεται δὲ οὐκ ἐκείνοις πόθεν. ἀλλὰ τοῖς ἔτι τὸν ἐν σώμασι τρίβουσι βίον. καὶ στεφανοῖ μὲν ἐπαίνοις, τὸν εὐδοκιμεῖν εἰωθότα· καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην. εἶτα πῶς ὁ νομοθέτης ὅσιος ἔσται κριτής· κολάζων ἡμαρτηκότας τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ ψυχῆς ἠναγκασμενους;

Μαλλὸν δὲ τί καὶ ὅλως τὸν νόμον ὡρίσατο. τοῖς μὲν γὰρ ἔχουσιν ἐπ’ ἐξουσίας, ἃ ἃν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην· εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθοεργίαις ἐπίδοντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετολμήκασι· καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα. τοῖς γε μὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγόν· καὶ ᾗπερ ἃν τοῖς κρατοῦσι δοκῇ, τρεπομένοις ἀεὶ, πέριττον οἴμαι που τὸ θέσπισμα· καὶ τοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐδ᾿ ἃν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα, καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἣ γὰρ ἐκεῖνο λεγόντων οἱ δι’ ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεός. ἣ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀρρήτου δόξης καταχέαι τὴν ἄνοιαν ἣ τὴν ἄγνοιαν. νενομοθετήκασι δέ φασιν, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας, ὁμολογήσουσιν ἐναργῶς, οἳ δέ g που πάντως ἐλευθέρῳ φρονήματι [*](g Leg. vid. οἶδε.)

191
διαζῶντα τὸν ἄνθρωπον· καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ’ ὅπερ ἃν καὶ βούλοιτο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός.

Ταύτητοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ’ ὅσον χρόνον ζῆ· οὐκοῦν, οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι, τὰ τοιάδε φησίν· Φιλοσοφεῖ δὲ, καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται· μονονουχὶ δὲ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀρρωστημάτων· καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται· τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα περιτιθείς. εἰ γὰρ καὶ ἐσταύρουται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ· καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ’ ἡγεῖτο σοφὸν, μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν τῶν οὔπω κατ’ αὐτὸν γεγονότων ἀσθένειαν, ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. ὅταν οὖν ἀκούσῃς λέγοντος· “ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω,” τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν· οἰομένους ὅτι τὸν πανάριστον ἀληθῶς θὼς διαζῶσι βίον. καὶ ὅτι τῆς ἐν τῷδε τῷ βίω τρυφῆς καὶ ἐξιτηλίασ, οὐδὲν ἃν γένοιτο τὸ ἰσοστατοῦν· καταμυσάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους· ἐναβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν, ταῖς σφῶν αὐτῶν ἡδοναὶ καὶ πέρι ἀυτῶν αντῶν που φησι ὁ Παῦλος, “οἱ τὰ ἐπίγεια φρονοῦντες. ὧν ὁ Θεὸς, ἡ κοιλία· καὶ ἡ “δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ αὐτῶν·” οὗτοι φαῖεν ἃν ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον. “ὃ γὰρ κατεργάζομαι, “ οὐ γινώσκω·” οὐκοῦν οὗτοι ἀκουέτωσαν. “ἐκνήψατε οἱ μεθύοντες “ἐξ οἴνου αὐτῶν.” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει, τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἃν εἰδεῖεν τὰ σφίσι δρώμενα κατὰ τὸν τοῦ μεθύειν καιρόν· οὕτως οἱ τὴν φρένα κατερρωστηκότες ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν οὐδὲ ὁ τί ποτε δρῶσιν, εἰδεῖεν ἄν. νόσημα δὴ οὖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἡμῖν ἐξηγεῖται, λέγων “ὃ κατεργάζομαι οὐ “ γινώσκω.” εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν· καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ· πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς· καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίη ἃν εἰκότως, “οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο

192
“ ποιῶ·” ὡς πολλοὶ πολλάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν. καὶ δὴ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις. καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον, ἐνηργήκασι τὴν ἁμαρτίαν. κατηφείας γε μὴν μετὰ τοῦτο μεμέστωνται. τούτ’ ὄις ἃν πρέποι καὶ μάλα εἰκότως, μονονουχὶ καὶ ἀβουλήτως ἠσθενηκόσι, τὸ φάναι δὴ πάλιν· “νυνὶ δὲ ἐγὼ “οὐκέτι κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”

Χρυσοστόμου. Εἰπών γε μὴν “εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλὸς,” δείκνυσι τέως τὴν διάνοιαν οὐ διεφθαρμένην. ἀλλὰ καὶ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν. εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται· ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἃν εἴη. ὅτι γὰρ καλὸς ὁ νόμος φησὶ, δῆλον ἐξ ὧν ἐμαυτου κατηγόρων παρακούω του νόμου, καὶ μισῶ τὸ γεγενημένον. καὶ τοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ παρ’ αὐτοῦ κελευόμενον γενέσθαι ἐμίσει;

Γενναδίου. Εἰ τοίνυν ἃ μὴ αὐτὸς θέλω ταῦτα ποιῶ, δι’ αὐτοῦ τούτου τὸ τὸν νόμον εἶναι καλὸν, καθομολογῶ· ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ κατέγνωκα. κἂν μετίω τοῖς ἔργοις αὐτά.

Θεοδωρήτου. Καὶ αὐτὸ δὲ τὸ μῖσος, ὃ περὶ τὴν ἁμαρτίαν ἔχω, παρὰ τοῦ νόμου λαβὼν ἔχω· οὐκοῦν συνηγορῶ τῷ νόμῳ, καὶ εὖ αὐτὸν ἔχειν ὁμολογῶ.

Φωτίου. Σὺ δέ μοι οὕτω διαλεύκανον τὰ ῥητά. μετὰ τὸ πραθῆναι καὶ γενέσθαι ὑπὸ τὴν ἁμαρτίαν τὸν ἄνθρωπον, οὐ γινώσκει ὃ κατεργάζεται· τῆς συνηθείας τῆς αἰσχρᾶς, παντελῶς αὐτοῦ κυριευσάσης· καὶ μὴ συγχωρούσης εἰδέναι ὅτι κακόν ἐστιν ὃ πράσσει. διὸ καὶ ὃ ἐμίσει ἃν, εἰ ἄπρακτος καὶ ἐλεύθερος ἦν· καὶ ὃ οὐκ ἃν εἵλετο, τοῦτο καὶ αἱρεῖται. πεπραμένος ἤδη ὣν καὶ πράττει. εἰ δ̀οὲ ἐλεύθερος ὣν καὶ ἄπρακτος καὶ κατὰ φύσιν, οὐκ ἃν εἱλόμην ἃ νῶν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι συμψηφίζεται φυγεῖν· ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων, ἔκρινα φευκτέα εἶναι καὶ μισητά. οὐ γινώσκω οὖν, πραθεὶς δηλονοτι, οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω νῦν. πεπραμένος

193
ὤν· ἀλλ’ ὃ μισῶ ἐλεύθερος ὣν, τοῦτο ποιῶ πεπραμένος ὢν. εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω πεπραμένος ὣν, συμμαρτυρῶ ἐλεύθερος ὣν, ὅτι καλὸς ὁ νόμος. τὰ γὰρ αὐτὰ ἐκείνου βούλομαι, καὶ οὐχ α νυν ποίω.