Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικὸς εἰμὶ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.

Χρυσοστόμου. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακά. καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη, τῆς ἐντολῆς ἐπιλαβομένη. καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη· καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν· λέγει καὶ τὸν λογισμὸν λοιπὸν καθ’ ὃν ταῦτα γέγονε· πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας· ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε· καὶ ὅτι ἐλθούσης αὐτῆς, ἡ ἁμαρτία ἔζησε· καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινε e, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τίς εἶναι· πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν, μετὰ πολλῆς τῆς περιουσίας· οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον· καὶ τοῦτο, οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ’ ὡς κοινὴν εἰσφέρων ψῆφον· “οἴδαμεν γάρ,” φησι, “ὅτι ὁ νόμος πνευματικός “ἐστιν.” ὡς ἂν εἰ ἔλεγεν, ὅτι ὡμολογημένον τοῦτο καὶ δῆλον ἐστίν· ὅτι πνευματικός ἐστι. τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι f. ὁρᾷς ὅπως οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ’ ὑπερβολῆς ἁπάσης. πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν δείκνυσιν ἀρετῆς ὄντα, καὶ κακίας πολέμιον. [*](e In marg. a m. rec. ἵν᾿ οὖν μή. f In marg. a m. rec. καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος.)

185
τοῦτο γάρ ἐστιν εἶναι πνευματικόν· τὸ, πάντων ἀπάγειν ὰμαρτημάτων· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος· τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Θεοδρήτου. Ἢ πνευματικὸς ὁ νόμος, ὅτι θείῳ ἐγράφη πενύματι. ταύτης γὰρ μετέχων τῆς χάριτος, φησὶ, Μώσης, τὸν νόμον συνέγραψεν.

Κυρίλλου. Ἢ καὶ ὡς πνευματικοὺς ἀποτελῶν, τοὺς πειθομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀλλ’ ἑπόμενος τῆ θελήσει τοῦ Πνεύματος ἀμωμήτως.

Γενναδίου. Ἐπὶ πλέον οὖν τοῦ νόμου ὑπεραπολογούμενος, φησί· “ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν. ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν, ἀθανάτοις προσήκουσαν· ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν, καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα.

Κυρίλλου. Καὶ σαρκικὸς ὤν· ὡς τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος· ἑτέρου ὄντος τοῦ φρονήματος τῆς σαρκὸς, καὶ ἄλλου τοῦ πνεύματος. ἅπερ ἀντίκειται ἀλλήλοις· εἰ γὰρ καὶ ὁ νόμος πνευματικός ἐστι· τουτέστι τὰ τοῦ πνεύματος βούλεται· καὶ τὰ συμφέροντα ζητεῖ τῇ ψυχῇ· ἀλλ’ ἐγὼ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων, σαρκικός εἰμι. οὐκ εἶπε δὲ ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες. ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ ποιήσῃ τὸν λόγον. ἀλλ’ ἐγώ φησι, τὰ ἐκείνων, ἐφ’ ἑαυτοῦ σχηματίζων. καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ· τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων τῇ περὶ αὐτοῦ σχηματολογίᾳ.

Χρυσοστόμου. Ἢ τὸ, ἐγώ φησι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων νῦν.

Θεοσωρήτου. Καὶ ὅλως, τὸν πρὸ τῆς χάριτος ἄνθρωπον εὶσάυων, πολιορκούμενον ὑπὸ τῶν παθῶν· σαρκικὸν γὰρ καλεῖ τὸν μηδέπω τῆς πνευματικῆς ἐπικουρίας τετυχηκότα· τὸ δὲ “πεπρα- “μένος ὑπὸ τὴν ἁμαρτίαν,” διὰ τῆς προφητικῆς νοήσομεν χρήσεως. “ἰδοὺ,” φησὶ, “ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε·” τοῦτο καὶ ἐνταῦθα φησί· ηὐτομόλησα πρὸς τὴν ἁμαρτίαν· καὶ ἐμαυτὸν αὐτῇ πέπρακα· ἐκδεδομένος ὥσπερ εἰς πταίσματα.

Γενναδίου. Τὸ γὰρ “πεπραμένος” ἀντὶ τοῦ ὡς πεπραμένος

186
λέγει. καὶ τοῦτο δὲ ἰδίωμα γραφικόν· τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος, λέγειν τί τῶν προκειμένων πολλάκις. οἷον ἐστὶ καὶ τὸ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ, “ δοῦλοι ἦτε “ τῆς ἁμαρτίας,” ἐν τοῖς ἔμπροσθεν εἰρημένον, καὶ τῷ παρὰ τῷ προφήτῃ, “τίνι ὑπόχρεως ὣν, πέπρακα ὑμᾶς. ἀλλ’ ἣ, ταῖς ἁμαρ- “ τίαις ὑμῶν ἐπράθητε.” καὶ τῷ ἐν τοῖς εὐαγγελίοις λεγομένῳ, “ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἔστι τῆς ἅμαρτ”’ ὄντως γὰρ, ὦτ’ τίς ἥττηται, τούτω καὶ δεδούλωται.

Χρυσοστόμου. “ Σαρκικός εἰμι,” φησὶ, “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν.” μετὰ γὰρ τοῦ θανάτου, καὶ ὁ τῶν παθῶν ἐπεισ- ἦλθεν ὄχλος. ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα· ἐδέξατο καὶ ἐπι- θυμίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν, καὶ λύπην, καὶ τὰ ἄλλα πάντα· ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵνα μὴ πλημμύραντα ἐν ἡμῖν, καταποντίσῃ τὸν λογισμὸν εἰς τὸν τῆς ἁμαρτίας βυθόν. αὐτὰ μὲν γὰρ οὐκ ἦν ἁμαρτία· ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινου- μένη, τοῦτο εἰργάζετο· οἷον, ἵν ὡς ἐπὶ παραδείγματος, ἓν αὐτῶν μεταχειρισάμενος εἴπω, ἡ ἐπιθυμία ἁμαρτία μὲν οὐκ ἔστιν· ὅταν δὲ εἰς ἀμετρίαν ἐκπέσῃ· εἴσω τῶν τοῦ γάμου νόμων οὐκ ἐθέλουσα μένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τό τε λοιπὸν μοιχεία γίνεται. ἀλλ’ οὐ παρὰ τὴν ἐπιθυμίαν, ἀλλὰ παρὰ τὴν ταύτῃ, πλεονεξίαν. καὶ σκόπει σοφίαν Παύλου· ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως· ἵνα δείξῃ πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον· καὶ ἡνίκα τὸν νόμον ἔλα- βεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν παρουσίαν. ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. τὸ γὰρ “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν” ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόμῳ λέγει μόνων, ἀλλὰ καὶ τῶν πρὸ τοῦ νόμου βεβιωκότων, καὶ τῶν ἐξαρχῆς γενομένων ἀνθρώπων.

Ωριγένουε. Ζήτημα καὶ ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένησ περικοπῆς. πῶς ταῦτα λέγων ὁ Παῦλος, οὐ δοκεῖ ἐναντιοῦαθσι τοῖς ἰδίοις λόγοις, ἐν oh λέγει, “ ἠγοράσθητε τιμῆς. ” καὶ “ Χριστὸς ἡμᾶς ἐξηγόρασε.” καὶ “ ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν “ ἐμοὶ Χριστλ” εἰ μή που εἴπωμεν, ὅτι προσωποποιtας ἔχει διαφόρους ὁ λόγος. καὶ συσχηματίζονται αἱ περικοπαὶ πρὸς τὰς διαφόρους ποιότητας τῶν προσώπων. ὁ γοῦν παρὼν λόγος ἁρμόζει

187
λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων μὲν τὰ τοῦ νόμου, ὅτι θεῖος ἐστί· καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα, ὅτι εἰσὶ καλά. οὐδὲν δὲ ἦττον ὡς πεπραμένων ὕπο τὴν ἁμαρτίαν, καὶ σαρκικῶν ὄντων. οὐ γινωσκόντων πὼς ἐμπίπτουσιν ὕπο τὴν αμαρτιαν.