Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς καὶ συναιχμαλώτους μου· οἵτινες εἰσὶν ἐπίσημοι ἐν τοῖς Ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

520

Χρυσοστόμου. Δοκεῖ μὲν καὶ τὸ “ συγγενεῖς” αὐτοῦ καλέσαι, ἐγκώμιον εἰναι. τὸ δὲ “ καὶ συναιχμαλώτους,” πολλῶ μεῖζον. καὶ ποῦ γέγονεν αἰχμάλωτος Παῦλος; ἵνα εἴπῃ “ τοὺς συναιχμα- “ λωτοὺς μου.” αἰχμάλωτος μὲν οὐκ ἐγένετο· αἰχμαλώτων δὲ χαλεπώτερα ἔπασχεν. οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων, καὶ θανάτῳ διηνεκεῖ, καὶ μυρίοις ἑτέροις δεινοῖς. ἐπεὶ οὖν καὶ τούτοις εἰκὸς ἦν αὐτῶ πολλῶν κοινωνῆσαι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ. εἶτα, ἕτερος ἔπαινος. “ οἵτινες εἰσὶν ἐπίσημοι ἐν τοῖς Ἀπόστολοις.” καὶ τὸν Ἀποστόλους εἶναι, μέγα. τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον ἐγκώμιον. ἐπίσημοι δὲ ἦσαν, ἀπὸ τῶν κατορθωμάτων. βαβαὶ πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία· ὡς καὶ τῆς τῶν Ἀποστόλων ἀξιωθῆναι προσηγορίας. καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἕτερον ἐγκώμιον προστίθησι λέγων, “ οἱ καὶ πρὸ ἐμοῦ “ γεγόνασιν ἐν Χριστῷ. καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων ἐλθεῖν. σκόπει δέ μοι τὴν ἁγίαν ψυχὴν, πῶς κενοδοξίας ἦν καθαρά; μετὰ γὰρ τοσαύτην καὶ τηλικαύτην δόξαν, ἑτέρους ἑαυτοῦ προτίθησι· καὶ οὐκ ἀποκρύπτεται τὸ, υστερος αὐτῶν ἐλθεῖν.