Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδώρου. Διὰ μέντοι τῶν ἀσπασμῶν ὁ μέγας Παῦλος αὔξει τὴν διάθεσιν· διὰ δὲ τῆς τῶν ὀνομάτων μνήμης, διδάσκει ὅτι χρὴ μὴ δὲ ἀπόντων τῶν φίλων ἐπιλανθάνεσθαι.

Ἀσπάσασθε Ἐπαίνετόν τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.

Χρυσοστόμου. Ἄξιον ἐντεῦθεν ἰδεῖν πῶς ἑκάστω τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. οὐ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα μέγας, καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ, Παῦλον ἔχειν ἀγαπητόν· Παῦλον, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. εἶτα καὶ ἄλλο ἐγκώμιον, “ ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας.” ἣ γὰρ τοῦτο φησὶν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν. ὅπερ, οὐ μικρὸς ἔπαινος. ἣ ὅτι τῶν ἄλλων ἁπάντων, πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν. διὰ τοῦτο εἰπὼν, ὅτι ἔστιν “ ἀπαρχὴ τῆς “ Ἀχαΐας,” οὐκ ἐσίγησεν, ἵνα μὴ τὴν κοσμικὴν ὑποπτεύσῃς δόξαν, ἀλλὰ προσέθηκεν, “ εἰς Χριστόν.” εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγμασιν ὁ πρωτεύων μέγας εἶναι δοκεῖ καὶ λαμπρὸς, πολλῷ μᾶλλον ἐν τούτοις. ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν ταπεινοῦ γένους εἰναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν. ἐντεῦθεν αὐτὸν κοσμῶν· καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φη-

519
σὶν αὐτὸν ἀπαρχὴν εἶναι. ὡσανεὶ, θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον. οὐ μικρὸς δὲ τοῖς τοιούτοις ὁ μισθός. καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων, πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος. ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆι, ἀρχῆς συνεισενεγκών.