Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.

Χρυσολόγου. Ἐπειδὴ ἐμνήσθη τῶν διχοστασίας καὶ τὰ σκάνδαλα ποιούντων, εἶπεν εἰρήνης Θεόν· ἵνα θαρρήσωσι περὶ τῆς τούτων ἀπαλλαγῆς. ὁ γὰρ ταύτῃ χαίρων, τὰ λυμαινόμενα αὐτὴν καταλύσει. καὶ οὐκ εἶπεν ὑποτάξει, ἀλλ’ ὃ μεῖζον ἐστὶ “ συν- “ τρίψει.” καὶ οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τὸν στρατηγοῦντα αὐτῶν τὰ τοιαῦτα Σατανᾶν. καὶ οὐχ ἁπλῶς συντρίψει, ἀλλ’ “ ὑπὸ “ τοὺς πόδας ὑμῶν,” ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία πάλιν. ἐπήγαγε γὰρ, “ ἐν τάχει.” τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. ἀνέμνησε δὲ αὐτοὺς τῆς τοῦ Χριστοῦ χάριτος, εἰπὼν, “ ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. ἵνα

527
προθυμοτέρους ἐργάσηται. εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων ἀπηλ- λάγητε, καὶ ἀπηλλάγητε χάριτι μόνον, πολλῷ μᾶλλον τῶν ἐλατ- τόνων ἀπαλλαγήσεσθε, ὅτε καὶ φίλοι γεγόνατε, καὶ τὰ παρ’ ἑαυτῶν συνεισηνέγκατε. ὁρᾷς πὼς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι ; μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ’ ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ· εἰ μέλλοιμεν μετὰ ἀκριβείας σώζεσθαι.