Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

523

Ινα μηδεμία φιλονεικία γένηται. τῷ τοὺς μὲν, οὕτως προειρῆσθαι, τοὺς δὲ, οὕτως. καὶ τοὺς μὲν, ὀνομαστὶ, τοὺς δὲ, ἀδιορίστως. καὶ τοὺς μὲν, μετὰ πλειόνων ἐγκωμίων, τοὺς δὲ, μετὰ ἐλαττόνων. ἀνακιρνᾷ πάλιν αὐτοὺς τῇ τῆς ἀγάπης ἰσοτιμίᾳ, καὶ τῷ ἁγίῳ φιλήματι. διὰ τῆς εἰρήνης ταύτης, πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν, καὶ μικροψυχίας ἀφορμήν. ἵνα μήτε ὁ μέγας καταφρονῇ τοῦ ἐλάττονος· μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι. ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος τούτου πάντα καταπραύνοντός τε καὶ ἐξισοῦντος. Θεοδωρήτου. Καὶ ἐπειδὴ ἀπὼν αὐτὸς αὐτοὺς οὐκ ἠδύνατο περιπτύξασθαι, δι’ αὐτῶν τοῦτο ποιεῖ. παρακελευσάμενος αὐτοῖς ἀλλήλους ἀσπάσασθαι, καὶ ἀσπάσασθαι “ ἐν φιλήματι ἁγίῳ,” σεμνῷ, καὶ σώφρονι, καὶ εἰλικρινεῖ, καὶ παντὸς ἀπηλλαγμένῳ δόλου.

Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.

Χρυσοστόμου. Ἵνα πᾶσαν ὡς εἴπομεν περιέλῃ φιλονεικίαν, οὐ μόνον αὐτοὺς ἀλλήλους ἀσπάσασθαι κοινῶς, ἀλλ’ οὐ διηρημένως κελεύει, ἀλλὰ καὶ τὸν παρὰ τῶν ἐκκλησιῶν ἀσπασμὸν, κοινῶς αὐτοῖς διαπέμπεται. “ ἀσπάζονται,” λέγων, “ αἱ ἐκκλησίαι τοῦ “ Χριστοῦ.” οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ’ ἰδίων, ἀλλὰ κοινῶς πάντας. ἀλλ’ ἐπειδὴ τινὲς ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῆ Ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν; ἐκεῖνο ἂν εἴποιμεν. ὅτι διὰ τὸ μηδέπω ἑωρακέναι Ῥωμαίους τοῦτο ποιεῖ. καίτοι γε φησὶν, οὐδὲ Κολοσσαεῖς εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. ἀλλ’ οὗτοι, δοκιμότεροι τῶν ἄλλων ἦσαν, καὶ ἐξ ἑτέρων πόλεων ἐκεῖ μεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ ἔδει πολλῆς ἀπολαύειν ἀσφαλείας αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσαν τινὲς ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι, πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παθόντες, εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. καὶ γὰρ οὐ μικρὰ ἦν ἡ Παύλου δόξα τότε. ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν τὴν προστασίαν τοὺς τῶν γραφῶν ἀπολαύοντας. βουλόμενος τοίνυν αὐτοὺς εἶναι ἐν

524
ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτοὺς.