Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀσπάσασθε Τρύφαιναν καὶ τρυφῶσαν, τὰς κοπιώσας ἐν Κυρίῳ.

Θεοδωρήτου. Περὶ μὲν τῆς Μάριας ἔφη, “ ὅτι ἐκοπίασεν εἰς “ ὑμᾶς.” περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. οὐ μικρὸν δὲ τοῦτο ἐγκώμιον, τὸ, ἐνεργοὺς εἶναι διόλου. καὶ μὴ μόνον ἐνεργοὺς, ἀλλὰ καὶ κοπιᾶν. κόπον δὲ, τὸν τῆς φιλοξενίας λέγει, ἣ νηστείας, ἣ ἄλλης τινὸς ἀρετῆς.

Ἀσπάσασθε Πέρσιδα τὴν ἀγαπητήν. ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ.

Χρυσοστόμου. Ἀγαπητὴν, τὴν Πέρσιδα καλεῖ. δεικνὺς αὐτὴν μείζονα τούτων οὖσαν. καὶ πολὺν αὐτῇ μαρτυρεῖ κάματον. οὕτως οἶδεν ἕκαστον κατὰ τὴν ἀξίαν ὀνομάζειν. τούτους τὲ προθυμοτέρους

522
ποιῶν, τῷ μηδενὸς τῶν προσόντων αὐτοὺς ἀποστερεῖν, ἀλλὰ καὶ τὴν μικροτάτην ὑπεροχὴν ἀνακηρύττειν, τούς τε ἑτέρους, σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων ζῆλον τοῖς περὶ τούτων ἐγκωμίοις.