Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ.

Χρυσοστόμου. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἶσον· τοῦ, ἄληπτον εἶναι, καὶ μηδεμίαν παρέχειν λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν. ὅταν γὰρ εἴπῃ “ τὸν δόκιμον ἐν Χριστῷ,” πᾶσαν ἀρετὴν

521
καταλέγει. καὶ τίνος ἕνεκεν οὐδαμοῦ, τὸν Κύριον μου, φησὶν, τὸν δεῖνα· ἣ τὸν δεσπότην μου; ὅτι ταῦτα ἐκείνων μείζονα τὰ ἐγκώμια. ἐκεῖνα μὲν γὰρ, τιμῆς ἐστι μόνον, ταῦτα δὲ, ἀρετῆς. καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτούς· οὐχ ὡς ἔτυχε τῷ πολλοὺς τῶν καταδεεστέρων, μετὰ τῶν ὑψηλοτέρων καὶ μεγάλων προσαγορεύειν. τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ’ ἀλλήλων προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας ὁμοίως ἐτίμησε. τῷ δὲ τὰ ἰδιάζοντα ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν. ὡς μήτε φθόνον τεκεῖν, τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ, ἀτιμάσαι. μήτε ῥαθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι, ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι, οὐ τῶν αὐτῶν ὄντας ἀξίους.