Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, ἀπὸ πολλῶν ἐτῶν, ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς. ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ἀφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.

Χρυσοστόμου. Ὁρᾷς πῶς ἔδειξεν ὅτι οὐ τῆς παρ’ αὐτῶν ἐφιέμενος δόξης ἔγραφέ τε καὶ παρεγίνετο; καὶ ἵνα μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς τῷ λέγειν, ὅτι ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης κινεῖ λόγον, εἰπὼν, “ ἐπιποθίαν δὲ ἔχων ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν.” οὐ γὰρ τοῦτο ἐπεθύμησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ’ ἵνα τὴν ἐπιθυμίαν ἣν πάλιν ὤδινον, ἀποτέκω. εἶτα ἵνα μὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, “ ὡς ἐὰν πορεύ- “ ωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς.” ὁμοῦ τὲ γὰρ καὶ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ κωλύσαι θρύπτεσθαι ἐκείνους. διὸ καὶ συνεχῶς αὐτὰ τίθησι, καὶ ἐφεξῆς, ἐναλλάττων τὰ ἑκατέρων τούτων κατασκευαστικά. διά τοι τοῦτο πάλιν, ἵνα μὴ λέγωσιν, ὁδοῦ πάρεργον ἡμᾶς ποιῇ; ἐπήγαγε, “ καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι.” τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρήσητε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ’ ἑλκόμενος ὑπὸ τῆς χρείας,

510
παρατρέχω. ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, “ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. τῷ μὲν γὰρ εἰπεῖν “ διαπορευόμενος,” δείκνυσιν οὐκ ἐφιέμενον αὐτῶν τῆς δόξης. τῷ δὲ εἰπεῖν “ ἐμπλησθῶ,” δείκνυσιν ἐρῶντα αὐτῶν τῆς ἀγάπης. καὶ οὐχ ἁπλῶς ἐρῶντα, ἀλλὰ καὶ σφοδρῶς. διὸ οὐδὲ εἶπεν ἐμπλησθῶ, ἀλλὰ “ ἀπὸ μέρους. οὐδεὶς γάρ με χρόνος ἐμπλῆσαι δύναται, οὐδὲ ἐμποιῆσαί μοι κόρον τῆς συνουσίας ὑμῶν. καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σημεῖον, τὸ τοῖς ῥήμασιν οὕτω θερμῶς κεχρῆσθαι. οὐδὲ γὰρ εἶπε θεάσωμαι, ἀλλ’ “ ἐμπλησθῶ.” τὰ τῶν γονέων μιμούμενος ῥήματα.

Θεοδωρήτου. Δύο δὲ αἰτίας τῇ πρὸς αὐτοὺς ἀφίξεως τέθεικε, τό, τε τοὺς ἄλλους τὸ κήρυγμα δέξασθαι, καὶ μηδὲν ἔθνος μεῖναι τῆς εὐαγγελικῆς διδασκαλίας ἀνήκοον· καὶ τὸν περὶ αὐτοὺς πόθον. τῶν γὰρ προτέρων κωλυμάτων πεπαυμένων, ὁ πόθος ἐπὶ τὴν ἀποδημίαν ἠρέθιζε. λέγει δὲ τὸν πόθον εἶναι πολλῷ τῆς παρουσίας πρεσβύτερον. ἀπὸ πολλῶν γὰρ ἐτῶν, φησὶν, ἰδεῖν ὑμᾶς ἐπόθουν. Γενναδίου. Τὸ δὲ “ ἐμπλησθῶ ἀπὸ μέρους,” ἀντὶ τοῦ, κατὰ τὸν ἐνδεχόμενον ἐμπλησθῶ. ἣ τοῦτο εἶπεν, ὡς καὶ αὖθις πρὸς αὐτοὺς ἀφιξόμενος. ἐπείπερ οὐχ ἅπαξ εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος.