Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν I8Θεόν· οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, καὶ λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύ- μάτος Θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέ- χρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον.

Χρυσοστόμου. Ἐπειδὴ σφοδρῶς ἑαυτὸν ἐταπείνωσε, πάλιν ἐπαίρει τὸν λόγον. καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξαι εὐκαταφρόνητος εἶναι. καὶ ἐν τῷ ἐπαίρειν δὲ ἑαυτὸν, τοῦ μέμνηται ἤθους. οὕτω λέγων, “ἔχω οὖν καύχησιν.” καυχῶμαι φη- σὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. “οὐ γὰρ τολμήσω τί λαλῆσαι ὧν οὐ κατειργάσατο χριστὸς δι’ ἐμοῦ. οὐδὲ γὰρ ἃν ἔχοιτε εἰπεῖν φησὶν, ὅτι κόμ-

507
πος μου ἔστι τὰ ῥήματα. τῆς γὰρ ἱερουργίας μου ταύτης τὰ σύμβολα καὶ τῆς χειροτονίας ἔχω δεῖξαι πολλὰ τεκμήρια· οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοί· οὐδὲ μίτραν, καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων σημεῖα καὶ θαύματα. οὐδὲ γάρ ἐστιν εἰπεῖν, ὅτι ἐνεχειρίσθην μὲν, οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν. μᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλ’ ὁ Χριστός. διὸ καὶ ἐν αὐτῷ καυχῶμαι. καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλ’ ὑπὲρ πνευματικῶν· τοῦτο γάρ ἐστι τὰ πρὸς τὸν Θεόν. ὅτι γὰρ ἤνυσα ἐφ’ ὃ ἐπέμφθην, καὶ οὐ κόμπος τὰ ῥήματα, δηλοῖ τὰ θαύματα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. “ οὐ γὰρ τολμήσω,” φησὶν, “ λα- “ λῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν “ ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνά- “ μει Πνεύματος Θεοῦ.” οὐχ ὁρᾷς πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ; εἴτε γὰρ φθέγγομαί τι, εἴτε ποιῶ, εἴτε θαυματουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦμα Ἅγιον. ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα, ὅτι τῇ δυνάμει αὐτοῦ ταῦτα εἰργάζετο. εἶτα ἡ τούτων ἀπόδειξις. ἐπειδὴ ταῦτα τέως ἀπόφασιν ἦν, τῶν μαθητῶν τὸ πλῆθος ἐπήγαγε· διὸ καὶ φησὶν, “ ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυ- “ ρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἀρίθμει τοίνυν καὶ πόλεις, καὶ χώρας, καὶ ἔθνη, καὶ δήμους. μὴ τοὺς ὑπὸ Ρωμαίους μόνον, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάρους. μὴ γάρ μοι τὴν διὰ Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθοις ὁδόν· ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμηνιῶν, τὴν τῶν ἄλλων βαρβάρων. διὰ γὰρ τοῦτο εἶπε “ καὶ κύκλῳ.” ἵνα μὴ κατευθὺ τὴν λεωφόρον ἔλθῃς μόνον, ἀλλὰ καὶ πᾶσαν· καὶ τὴν κατὰ τὸν νότον περιδράμῃς τῇ διανοίᾳ Ἀσίαν. καὶ ὥσπερ νιφάδας θαυμάτων ἑνὶ λόγῳ παρέδραμεν, εἰπὼν, “ ἐν δυνάμει σημείων καὶ τεράτων.” οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήμους καὶ χώρας ἑνὶ τούτῳ πάλιν συνεῖλε ῥήματι “ τῷ κύκλῳ. ” πόρρω γὰρ ἦν τύφου παντός. καὶ ταῦτα δὲ διὰ τούτους ἐφθέγγετο, ὥστε μὴ μέγα φρονεῖν ἐφ’ ἑαυτοῖς. καὶ οὐχ ἁπλῶς εἶπε, κηρύξαι τὸ εὐαγγέλιον, ἀλλὰ “ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

Κυρίλλου ἐκ τῶν Θησαυρών. Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα

508
διὰ τοῦ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος Ἁγίου, ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ ἵν οὕτως εἴπω, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Ἅγιόν ἐστι Πνεῦμα. εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; πῶς δὲ καὶ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστι καὶ μόνον εἰπεῖν, ἀσεβέστατον.