Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.

Χρυσοστόμου. Ὄρα Παύλου σοφίαν, ὅρα σύνεσιν. πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν. καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἠβούλετο, πολλῇ κέχρηται τῇ θεραπείᾳ πάλιν. ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκεναι, χαλάσαι αὐτῶν τὸν τόνον. καὶ πανταχοῦ τῶν ἐπιστολῶν τοῦτο εὕροι τίς ἃν τὸ θεώρημα δαψιλές. ἐνταῦθα δὲ, καὶ μειζόνως. καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν αὐτῶν τὴν διάνοιαν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾶν. καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. διὸ καὶ ἐνταῦθα φησί. “ τολμηρότερον ὑμῖν ἔγραψα.” καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν “ ἀπὸ μέρους.” τουτέστιν, ἠρέμα. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τι φησίν; “ ὡς ἐπαναμιμνήσκων ὑμᾶς.” οὐκ εἶπε διδάσκων, οὐδὲ ἀναμιμνήσκων, ἀλλ’ “ ἐπαναμιμνήσκων.” τουτέστι, μικρόν τι ἀναμιμνήσκων. καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, ὡς ἀδελφοῖς διαλέγεται καὶ φίλοις, καὶ ὁμοτίμοις, ὃ δὴ μάλιστά ἐστι διδασκάλου, τὸ ποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. ὅρα γοὐν πῶς εἰπὼν ὅτι “ τολμηρότερον ἔγραψα,” καὶ

505
ὅτι ἄπο μέρους καὶ ὅτι ὡς ἐπαναμιμνήσκων. οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε, “ διὰ “ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ.” ὃ καὶ ἀρχόμενος ἔλεγεν, “ ὀφειλέτης εἰμί.” ὡς ἂν εἰ ἔλεγεν, οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδασα τούτῳ πρῶτος, ἀλλ’ ὁ Θεὸς τοῦτο ἐπέταξε· καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. μὴ τοίνυν τραχύνεσθε. οὐ γὰρ ἐγὼ κατεξανίσταμαι. ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. εἰπὼν δὲ “ διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ “ Θεοῦ,” ἐπήγαγεν, “ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ “ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ.” λειτουργίαν δὲ καὶ ἱερουργίαν, τὴν ἑαυτοῦ διακονίαν καλεῖ. αὕτη μοι φησὶ ἡ ἱερωσύνη, τὸ κηρύττειν καὶ καταγγέλλειν. ταύτην προσφέρω τὴν θυσίαν ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. ταῦτα δὲ ἔλεγεν, ἅμα καὶ τούτων πτερῶν τὰ φρονήματα, καὶ δεικνὺς, θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγώ, φησιν, δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ’ “ ἵνα ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος γένηται, ἡγιασμένη “ ἐν Πνεύματι Ἁγίῳ.” τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο ἡγαγεν, ὅσον ὑμῶν κηδόμενος. καὶ πῶς ἃν γένοιτο εὐπρόσδεκτος; ἐν Πνεύματι Ἁγίῳ. οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς. ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ. οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωμὸς καὶ μάχαιρα, ἀλλὰ πνευματικὰ πάντα παρ’ ἡμῖν. διὰ τοῦτο πάντα ποιῶ, ἵνα μὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ. τοῦτο γὰρ καὶ ἐπιτέταγμαι. τί οὖν τοῖς μὴ δεομένοις λέγεις; δι’ αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ’ ἀναμιμνήσκω φησί. καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυμίαν ὑμῶν διεγείρων, καὶ ὅρα, οὐκ εἶπεν ἵνα γένηται ἡ προσφορὰ ὑμῶν, ἀλλὰ τῶν ἐθνῶν. ὅταν δὲ εἴπῃ “ τῶν ἐθνῶν,” τὴν οἰκουμένην λέγει πᾶσαν· καταστέλλων ἐκείνων τὰ φρονήματα, ὥστε μὴ ἀπαξιῶσαι διδάσκαλον σχεῖν, τὸν πρὸς τὰ πέρατα τῆς οἰκουμένης τεινομενον.

Θεοδωρήτου. Ἱερουργίαν μὲν οὖν ἐκάλεσε τὸ εὐαγγέλιον. τὴν δὲ γνησίαν πίστιν, εὐπρόσδεκτον προσφοράν. τὸ δὲ “ τολμηρό-

506
“τερον ἔγραψα ὑμῖν ἀπὸ μέρους,” οὕτω τίς ἐξελάβετο. ἡ ἐπικει. μένη μοι ἀνάγκη. καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ. ἐγὼ δὲ ἐτόλμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι, καὶ οὐχ ὡς διδάσκαλος γράφειν, ἀλλὰ μετὰ πολλῆς φειδοῦς. καὶ “ὡς ἐπαναμιμνήσίων.” καίτοι χρεωστῶν καὶ ἀκριβέστερον σφοδρότερον. εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προσκεχείρισμαι, καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι. ὡς ἃν εἴ τις ἔλε- γεν, ἴσως ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν, καὶ ἔδ̀οοξα τισὶν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι. ἐγὼ δὲ τοσούτου δέω τοῦτο ποιῆ- ’σαι, ὅτι φοβοῦμαι μήπως μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας, καὶ εὐθύνας ὑφέξω, ὡς τολμήσας ἔλαττον ἔργον διδασκά- λου ποιῆσαι.

Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ’ ὅρα καὶ ἐνταῦθα πῶς εἰληφέναι μὲν ἐν χάριτος μοίρᾳ παρὰ Θεοῦ διισχυρίζεται, τὸ εἶναι λειτουργὸς Χριστοῦ Ἰησοῦ. τῆς ἱερουργίας δὲ τὸν ἐξηγούμενος, “εἰς τὸ εὐαγγέλιον,” φησὶ, “Θεοῦ.” καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος. οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. οὐ γὰρ ἃν ὠνόμασε Θεὸν, μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα. οὐδ’ ἃν ἐφ’ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, ηὐδόκησεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ ἀποκαλύψαι δι’ ἐμοῦ, εἴπερ ἢν κτίσμα καὶ ποίημα·