Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ ἐστὲ μεστοὶ ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.

Χρυσοστόμου. Εἶπεν ὅτι “ ἐφ’ ὅσον ἐθνῶν εἰμὶ Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω.” εἶπεν ὅτι “ μήπως οὐδὲ σοῦ φείσηται.” εἶπεν ὅτι “ μὴ γίνησθε φρόνιμοι παρ’ ἑαυτοῖς.” καὶ πάλιν· “ σὺ τί κρίνεις τὸν ἀδελφόν; καὶ “τίις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην; καὶ ἕτερα πολλῷ πλείω τοιαῦτα. ἐπεὶ οὑν πολλαχοῦ τραχύτερον τὸν λόγον ἐποίησε, θεραπεύει λοιπόν. καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν. ἀρχόμενος μὲν ἔλεγεν· “ εὐχαριστῶ τῷ Θεῷ “ μοῦ, ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν “ ὅλῳ τῷ κόσμῳ.” ἐνταῦθα δὲ, “ πέπεισμαι,” φησὶν, “ ὅτι καὶ “ αὐτοὶ ἐστὲ ἀγαθωσύνης μεστοὶ, δυνάμενοι καὶ ἄλλους νουθε- “ τεῖν.” ὅπερ πλέον ἔστιν ἐκείνου. καὶ οὐκ εἶπεν ἤκουσα, ἀλλὰ πεπεισμαι,” και ου δεομαι παρ’ ἑτέρου μαθεῖν. “ καὶ αὐτὸς ἐγὼ

504
φησιν, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν. τὸ δὲ “ μεστοὶ ἐστὲ “ ἀγαθωσύνης,” πρὸς τὴν μικροῦ γενομένην παραίνεσιν. ὡς ἃν εἰ ἔλεγεν, ὅτι οὐχ ὡς ὠμοῖς, οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι καὶ μὴ ἐᾷν, μὴ δὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ. οἶδα γὰρ ὅτι μεστοὶ ἐστε ἀγαθωσύνης. δοκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. καὶ οὐκ εἶπεν ἔχετε, ἀλλὰ “ μεστοὶ ἐστέ.” καὶ τὸ ἑξῆς, μετὰ τῆς αὐτῆς ἐπιτάσεως, “ πε- “ πληρωμένοι πάσης γνώσεως. τί γὰρ εἰ φιλόστοργοι μὲν ἦσαν, οὐκ ἦσαν δὲ εἰδότες πῶς δεῖ τοῖς φιλουμένοις κεχρῆσθαι; διὰ τοῦτο προσέθηκε, “ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.” οὐχὶ μόνον μανθάνειν, ἀλλὰ καὶ διδάσκειν.