Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ δὲ Θεὸς τῆς εἰρήνης πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.

Χρυσοστόμου. Πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων,

503
ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυμίας, καὶ μὴ καταβληθείητε ποτὲ ὑπὸ τῶν πειρασμῶν. τοῦτο δέ ἐστιν ἐν τῷ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι. τοῦτο γὰρ πάντων αἴτιον τῶν ἀγαθῶν. τοῦτο δὲ ἀπὸ Πνεύματος ἔσται Ἁγίου. ἀλλ’ οὐχ ἁπλῶς ἀπὸ Πνεύματος, ἀλλ’ ἐὰν καὶ τὰ παρ’ ἡμῶν εἰσενέγκωμεν. διὰ τοῦτο φησὶν, “ ἐν τῷ πιστεύειν.” οὕτω γὰρ δύνασθε πληρωθῆναι χαρᾶς· ἐὰν πιστεύσητε, ἐὰν ἐλπίζητε. ἀλλ’ οὐκ εἶπεν, ἐὰν ἐλπίζητε. ἀλλ’ “ ἐὰν περισσεύητε ἐν τῇ ἐλπίδι.” ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τᾶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος· οὕτω γὰρ καὶ τὸ πνεῦμα ἐπισπάσεσθε. κἀκείνου παραγενομένου, τὰ ἀγαθὰ διατηρήσετε πάντα.

Θεοδωρήτου. Διὰ τοῦτο δὲ Θεὸν ἐλπίδος τὸν Θεὸν προσαγορεύει, ὡς ἄνωθεν μὲν δεδωκότα τοῖς ἔθνεσι τὴν ἐλπίδα τῆς εὐλογίας, τοῖς ἔργοις δὲ, τὴν ὑπόσχεσιν βεβαιώσαντα. τοῦτο δὲ τῶν ἐλπιζομένων ἔστιν ἐνέχυρον ἀγαθῶν. ὁ γὰρ ἐκεῖνα ὑποσχόμενος, εἶτα πληρώσας, πληρώσει πάντως καὶ ἃ νῦν ἡμῖν ἐπηγγείλατο. κελεύει δὲ ἡμᾶς οὐ μόνον ἐλπίζειν, ἀλλὰ καὶ περισσεύειν ἐν τῇ ἐλπίδι. τουτέστιν, εἰλικρινῶς ἐλπίζειν, καὶ νομίζειν ὁρᾶν τὰ ἐλπιζόμενα ἀγαθά. τοῦτο δὲ ἔφη παρέχειν τὴν τοῦ Πνεύματος χάριν.