Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Γενναδίου. Διττὴν δὲ τοῦτο τὴν διάνοιαν ἔχει. δύναται γὰρ πρὸς τὸν Πατέρα καὶ Θεὸν παρὰ τοῦ Υἱοῦ εἰρῆσθαι. καὶ ὡς οἰκειουμένου τοῦ μονογενοῦς τὰς παρὰ τῶν ἀνθρώπων εἰς τὸν ἑαυτοῦ πατέρα βλασφημίας, καὶ ὡς τὴν τῶν βλασφημούντων τὸν Θεὸν ἀνθρώπων κόλασιν, ὑπὲρ ὧν ἐβλασφήμουν αὐτὸν, εἰς ἑαυτὸν ἀναδεξαμένου.

Ἀποστόλου. Πλὴν οὐχ ᾗ Θεὸς ἐστὶ, φέρει τι τῶν μὴ ἀρεσκόντων ἑαυτῷ ὁ Χριστός. οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι Θεοῦ, καὶ λυπῆσαι Θεὸν, ἰσχύσειεν ἄν. ἵνα δὴ καὶ λέγωμεν, ὡς οὐκ ἤρεσεν ἑαυτῷ· ἀλλὰ καθ’ ὅσον ἐκοινώνησε τοῦ ἀνθρωπείου, τοῦ

498
καὶ ἀηθῶς πρός τι διατεθῆναι δυναμένου, κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ, τοὺς ἐνοχλοῦντας μετελθὼν ἣ ἀπωσάμενος, ἀλλ’ ὑπέμεινεν. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν, “ εἰς “ τὸ ἀγαθόν.” οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρεσκία. ἀνθρωπαρεσκία δὲ, τὸ καθ’ ἡδονὴν τι πράττειν ἀνθρώπων.

Ὁσα γὰρ προεγράφη, εἰς διδασκαλίαν ἡμῶν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.

Χρυσοστόμου. Ἐνταῦθα αὐτοὺς καὶ εἰς πειρασμῶν ὑπομονὴν ἀλείφει λοιπόν. ταῦτα λέγων, πρὸς ἡμετέραν διδασκαλίαν γέγραπται, ἵνα νευρούμενοι καὶ παρακαλούμενοι παρὰ τῶν γραφῶν, υπομονὴν ἐπιδειξώμεθα. ἵνα ἐν ὑπομονῇ ζῶντες, μένωμεν ἐπὶ τῆς ἐλπίδος. ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικά. ἡ ὑπομονὴ, τῆς ἐλπίδος· ἡ ἐλπὶς, τῆς ὑπομονῆς. ἅπερ ἀμφότερα ἀπὸ τῶν γραφῶν γίνεται.