Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ’ καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.

475

Χρυσοστόμου. Ἔτι τῶν αὐτῶν ἔχεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐ περὶ τὰ καίρια τὸ πρᾶγμα ἐστί. τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν κἀκεῖνος καὶ οὗτος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὕτος, εὐχαριστοῦσι τῷ Θεῷ. εἰ τοίνυν εὐχαριστοῦσιν ἀμφότεροι, οὐ πολὺ τὸ μέσον. σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει τὸν Ἰουδαΐζοντα λανθανόντως. εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι, τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων, οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος ; ὅπερ οὑν καὶ πρὸς Γαλάτας ἔλεγεν, “ οἱ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξε- “πέσετε.” ἀλλ’ ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δέ. οὔπω γὰρ ἢν καῖρος.

Θεοδωρήτου. Συγκαταβατικῶς μέντοι ταῦτα λέγει. τὴν συμφωνίαν τῇ ἐκκλησίᾳ πραγματευόμενος. οἶδε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τὸν τῶν ἐσθιόντων καὶ τῶν οὐκ ἐσθιόντων σκοπόν. καὶ οὐ τῷ ἔργῳ μόνῳ προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξετάζει.

Γενναδίου. Ἢ περὶ τῆς τῶν ἡμερῶν παρατηρήσεως ὁ λόγος. ἀμφότεροι τοίνυν, φησὶ, ἑνὶ χρῶνται σκοπῷ· τιμῇ τῇ πρὸς τὸν Θεόν. ὁ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν, οἴεται Θεοῦ νόμον πληροῦν. ὁ τε ἀδιαφορῶν περὶ τοῦτο, πᾶσαν ὡς ὑπὸ Θεοῦ γενομένην ἡμέραν δι’ ὁμοίας ἔχει τιμῆς. ἀλλὰ μὴν καὶ ὁ ἐσθίων ὡσαύτως.

Φωτίου. Εἰ δὲ περὶ νηστείας τὸ πᾶν ἐκλαβεῖν βούλει, οὕτω νόησον. ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ’ ἡμέραν φαγεῖν, τῷ Κυρίῳ φρονεῖ. τουτέστιν, ἐν Κυρίῳ τοῦτο λογίζεται. τοῦτο γὰρ διὰ τὸν Κύριον ποιεῖ. καὶ ὁ μὴ κρίνων τοῦτο, μὴ δὲ λογιζόμενος, ὅτι καλόν ἐστι καθ’ ἡμέραν φαγεῖν, διὰ τὸν Κύριον κρίνει τοῦτο καλὸν εἶναι, καὶ λογίζεται. αἴτια γάρ ἐστι ταῦτα τὰ εἰρημένα αὐτῷ, τοῦ “ ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” πῶς δὲ λέγεις τοῦτο Παῦλε; καλῶς εἰπον, φησίν. ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν, καὶ ὁ ἐσθίων καθ’ ἡμέραν, εἰς ἀρέσκειαν Κυρίου τοῦτο ποιοῦσι. καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα ἐπιτείνει τὴν αἰτίαν, καὶ φησὶν, καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ Θεῷ ἐν τῷ ἐσθίειν. ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν

476
ζωῆς. καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίας καὶ μεθόδους, δι’ ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως νηστεύων ἢ ἐσθίων, κατάκριτος, ὥσπερ τῶν αἱρετικῶν τινες. ταύτα οὑν πέρι τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον. ἀλλὰ μὴ περὶ ἄλλων τινῶν. οὐ γὰρ ἐπὶ πάντας ὁ κανὼν οὗτος διήκει. διὸ οὐδὲ ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει. οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου. καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων, οὐκ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Θεοῦ, ἀλλ’ ὡς ἀστήρικτος ἐν τῇ πίστει. ἀλλ’ ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν· ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν. τὸν δὲ ἐσθίοντα καθημέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν, οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν. ὅτι καὶ ἄμφω εἰς δόξαν Κυρίου ποιοῦσιν ὅπερ ποιοῦσιν. “ οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ. καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. “ ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν. ἐάν τε ἀποθνήσκωμεν, τῷ “ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν τοῦ “ Κυρίου ἐσμεν. εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε, καὶ ἀνέστη καὶ “ ἔζησεν, ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ.”