Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Σὺ τίς εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην ; τῷ ἰδίῳ κυρίῳ στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

Χρυσοστόμου. Πἀλιν πρὸς τοὺς ἰσχυροὺς ἀποτείνεται. ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. ἵνα δὲ μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ. λεληθότος δὲ καὶ ἐνταῦθα αὐτοῦ καθάπτεται. οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύων μὴ κρίνειν. ἀλλ’ ἐπειδὴ ἀλλότριος ἐστὶν οἰκέτηb τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. τάχα δὲ καὶ ὁ οἰκέτης ὃν προσελάβετο ὁ Χριστὸς, ἀλλότριος ἔστι τοῦ νόμου. τίς οὖν εἶ σὺ, ὁ κρίνων ἄπο τοῦ νόμου τὸν τοῦ νόμου ἀλλόριον ;

Τῷ ἰδίῳ κυρίῳ στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστι στῆσαι αὐτὸν ὁ Θεός.

Θεοδωρήυου. Πᾶς οὖν, φησὶν, οἰκέτης, καὶ ζῶν, τοῦ οἰκείου δεσπότου κέρδος ἐστί. καὶ τελευτήσας, πάλιν αὐτῷ προξενεῖ τὴν ζημίαν. καὶ τοῦτον τοίνυν ὁ τῶν ὅλων ἐπρίατο Κύριος, τὸ οἰκεῖον αἷμα τιμὴν δεδωκώς.

Χρυσοστόμου. Τέως δὲ καὶ τοῦτο ἄλλη πληγή. δοκεῖ μὲν γὰρ ἡ ἀγανάκτησις ετͅναι πρὸς τὸν ἰσχυρότερον. καθάπτεται δὲ ἐκείνου. ὅταν γὰρ εἴπῃ “σταθήσεται δέ’ δείκνυσιν ἔτι σαλευό-

473
μένον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν ἰατρόν. “ δυνατὸς γάρ ἐστι Θεὸς “ στῆσαι αὐτόν.” ὅπερ, ἐπὶ τῶν σφόδρα ἀπεγνωσμένων λέγομεν. παραμυθούμενος δὲ πάλιν αὐτὸν, οὐκ εἰπεν ὅτι πίπτει, ἀλλὰ τί; “ στήκει ἣ πίπτει.” ἄν τε δὲ τοῦτο ἄν τε ἐκεῖνο ᾖ, τῷ δεσπότῃ διαφέρει ταῦτα ἀμφότερα. καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει πεσόντος· ὥσπερ οὑν καὶ ο πλοῦτος εστωτος.

Τοῦ Αὐτοῦ ἐκ τοῦ ὕφουσ. Ταῦτα δὲ εἰ μὴ τὸν σκοπὸν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοῖς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. ἀλλ’ ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ μεθ’ ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν περὶ ἧς λέγεται· καὶ τί σπουδάζων κατορθῶσαι λέγει. οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε τοῦτο εἰπών. εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἃν ᾖς ἄκαιρος σὺ, καὶ πέρα τοῦ μέτρου περίεργος, είχων αὐτὸν καὶ ἐνοχλῶν;