Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Πἀλιν πρὸς τοὺς ἰσχυροὺς ἀποτείνεται. ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. ἵνα δὲ μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ. λεληθότος δὲ καὶ ἐνταῦθα αὐτοῦ καθάπτεται. οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύων μὴ κρίνειν. ἀλλ’ ἐπειδὴ ἀλλότριος ἐστὶν οἰκέτηb τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. τάχα δὲ καὶ ὁ οἰκέτης ὃν προσελάβετο ὁ Χριστὸς, ἀλλότριος ἔστι τοῦ νόμου. τίς οὖν εἶ σὺ, ὁ κρίνων ἄπο τοῦ νόμου τὸν τοῦ νόμου ἀλλόριον ;

Τῷ ἰδίῳ κυρίῳ στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστι στῆσαι αὐτὸν ὁ Θεός.

Θεοδωρήυου. Πᾶς οὖν, φησὶν, οἰκέτης, καὶ ζῶν, τοῦ οἰκείου δεσπότου κέρδος ἐστί. καὶ τελευτήσας, πάλιν αὐτῷ προξενεῖ τὴν ζημίαν. καὶ τοῦτον τοίνυν ὁ τῶν ὅλων ἐπρίατο Κύριος, τὸ οἰκεῖον αἷμα τιμὴν δεδωκώς.

Χρυσοστόμου. Τέως δὲ καὶ τοῦτο ἄλλη πληγή. δοκεῖ μὲν γὰρ ἡ ἀγανάκτησις ετͅναι πρὸς τὸν ἰσχυρότερον. καθάπτεται δὲ ἐκείνου. ὅταν γὰρ εἴπῃ “σταθήσεται δέ’ δείκνυσιν ἔτι σαλευό-

473
μένον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν ἰατρόν. “ δυνατὸς γάρ ἐστι Θεὸς “ στῆσαι αὐτόν.” ὅπερ, ἐπὶ τῶν σφόδρα ἀπεγνωσμένων λέγομεν. παραμυθούμενος δὲ πάλιν αὐτὸν, οὐκ εἰπεν ὅτι πίπτει, ἀλλὰ τί; “ στήκει ἣ πίπτει.” ἄν τε δὲ τοῦτο ἄν τε ἐκεῖνο ᾖ, τῷ δεσπότῃ διαφέρει ταῦτα ἀμφότερα. καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει πεσόντος· ὥσπερ οὑν καὶ ο πλοῦτος εστωτος.

Τοῦ Αὐτοῦ ἐκ τοῦ ὕφουσ. Ταῦτα δὲ εἰ μὴ τὸν σκοπὸν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοῖς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. ἀλλ’ ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ μεθ’ ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν περὶ ἧς λέγεται· καὶ τί σπουδάζων κατορθῶσαι λέγει. οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε τοῦτο εἰπών. εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἃν ᾖς ἄκαιρος σὺ, καὶ πέρα τοῦ μέτρου περίεργος, είχων αὐτὸν καὶ ἐνοχλῶν;

Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω.

Θεοδωρήτου. Περὶ τῶν ἐδεσμάτων εἰπὼν, εἰς τὴν ἡμέραν μεταφέρει τὸν λόγον. οἱ μὲν γὰρ διηνεκῶς ἀπείχοντο τῶν ἀπηγορευμένων ὑπὸ τοῦ νόμου βρωμάτων· οἱ δὲ, ἐνίας ἡμέρας.

Χρυσοστόμου. Ἣ καὶ περὶ νηστείας ἐνταῦθα αἰνίττεσθαι μοι δοκεῖ. καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ διηνεκῶς νηστεύοντας, διακρίνειν. ἣ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἰναί τινας, τὰς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους. διὸ καὶ ἔλεγεν, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” οὕτω γὰρ καὶ τῷ παρατηροῦντι τὸν φόβον ἐξέβαλεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων. καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνήρει, δεικνὺς ὅτι οὐ σφόδρα περισπούδαστον τὸ περὶ τούτων ἐνοχλεῖν συνεχῶς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρόν· καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῆ πίστει. ἐπεὶ Κολασσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο σπουδῆς, “ βλέ- “ πέτε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ “ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· κατὰ τὰ

474
“ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.” καὶ πάλιν, “ μὴ οὑν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” καὶ “ μηδεὶς ὑμᾶς “ καταβραβευέτω.” ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἰναι παρ’ αὐτοῖς τὴν πίστιν. μὴ τοίνυν εἰς πάντα ἕλκωμεν, τὸ, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” ὅταν γὰρ περὶ δογμάτων ὁ λόγος ἦ, ἄκουσον τι φησιν, “ εἰ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε κἂν Ἄγγελος ᾖ, ἀνάθεμα ἔστω. καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγε, “ βλέπετε τοὺς κύνας, βλέ- “ πέτε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.” παρὰ δὲ Ρωμαίοις, ἐπειδὴ τέως οὐκ ἦν καιρὸς τὰ τοιαῦτα διορθοῦν, “ ἕκα- “ στος,” φησὶν, “ τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” καὶ γὰρ καὶ περὶ νηστείας ὁ λόγος ἦν αὐτῷ. καὶ τοίνυν τὴν ἐκείνων ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκβάλλων τὸν φόβον, ταῦτα ἔλεγεν.

Θεοδωρήτου. Οὐκοῦν καθολικῶς τοῦτο τέθεικεν. οὐδὲ γὰρ περὶ τῶν θείων δογμάτων τοῦτο κελεύει φρονεῖν. ἀναθεματίζει γὰρ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἀνεχομένους. περὶ μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ τὴν ἐξουσίαν ἀπένειμε. τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς ἐκκλησίαις τὸ ἔθος μεμένηκε. καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν· ὁ δὲ μεταλαμβάνει πάντων ἀδεῶς τῶν ἐδεσμάτων. καὶ οὔτε οὗτος ἐκεῖνον κατακρίνει, οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ· ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται.

Φωτίου. Καὶ εἰ ἄρα ὁ μέν τις ἡμέραν παρ’ ἡμέραν ἐσθίει· ὁ δὲ καθ’ ἡμέραν, οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους, οὔτε τὸν ἐσθιόντα. νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθὸν ποιεῖ, ποιῶν αὐτὸ διὰ τὸν Θεόν. οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ’ ἡμέραν. οὐ γὰρ νομοθεσίας ἐστὶν, ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως. ἀλλ’ ἕκαστος κατὰ τὸν ἴδιον νοῦν πληροφορείσθω. ἢ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεί· ἢ ὅτι οὐ καλῶς μὴ νηστεύων ἀεί.