Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Καλὸν τὸ μὴ φαγεῖν κρέα, μὴ δὲ πιεῖν οἶνον, μὴ δὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἣ ἀσθενεῖ.

Χρυσοστόμου. Οὐ μόνον, φησὶν, μὴ ἀναγκάζειν χρὴ, ἀλλὰ καὶ συγκαταβαίνειν αὐτῷ. καὶ γὰρ καὶ αὐτὸς αὐτὸ ἀλλαχοῦ ἐποίησεν. ὡς ὅτε περιέτεμεν, ὡς ὅτε ἐξύρατο, ὅτε ἔθυσε τὴν Ἰουδαϊκὴν ἐκείνην θυσίαν. καὶ οὐ λέγει αὐτῷ, ὅτι ποίησον, ἀλλ’ ἐν τάξει γνώμης αὐτὸ τίθησιν. ἵνα μὴ ἐκεῖνον πάλιν ῤαθυμότερον ποιήσῃ τὸν ἀσθενέστερον. καὶ τι λέγω κρέας; κἂν οἰνος ᾐ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον ἦ σκανδαλίζον, ἀπέχου. οὐδὲν γὰρ ἶσον τῆς σωτηρίας τοῦ ἀδελφοῦ. σκόπει δέ μοι πῶς κἀκείνου καθικνεῖται λέγων, “ προσκόπτει, ἣ σκανδαλίζεται, ἣ ἀσθενεῖ.” μὴ γάρ μοι λέγε φησὶν, ὅτι ἀλόγως, ἀλλ’ ὅτι δύνασαι κατορθῶσαι. καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος.

486
καὶ σοὶ βλάβη οὐδεμία. οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ οἰκοδομὴ καὶ οἰκονομία. ἃν μὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται, λύεται, καὶ σοῦ καταγνώσεται, καὶ μᾶλλον οἰκοδομηθήσεται εἰς τὸ μὴ ἐσθίειν. ἐὰν δὲ συγκαταβῇς, πῶς σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀναισθήτως σπείρειν ἐν αὐτῷ τὰ ὀρθὰ δόγματα; ἂν δὲ ἅπαξ σε μισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξε τῷ λόγῳ, μὴ τοίνυν ἀνάγκαζε ἐκεῖνον, ἀλλὰ καὶ αὐτὸς ἀπέχου δι’ ἐκεῖνον· οὐχ ὡς ἀκαθάρτου ἀπεχόμενος, ἀλλ’ ἐπειδὴ σκανδαλίζεται ἐκεῖνος, καὶ μᾶλλον σε ἀγαπήσει. ἐν μέντοι τῷ πρὸς τὸν πιστὸν λόγῳ, τῶν ὀλιγοπίστων καθάπτεται. προσκόπτει, φησὶν, ὅπερ τυφλώττοντος ἴδιον. σκανδαλίζεται· ὅπερ εὐσκανδαλίστων. ἀσθενεῖ· ὅπερ ὀλιγοπίστων.

Ἐκ τῶν Ἀσκητικῶν. Τί δέ ἐστι τὸ σκανδαλίζειν; καὶ πῶς αὐτὸ φυλαξόμεθα; καὶ εἰ ἐν παντὶ πράγματι φροντίζειν δεῖ τῶν σκανδαλιζομένων; σκανδαλίζει μέν τις παρανόμῳ λόγῳ ἢ ἔργῳ, καὶ ἕτερον πρὸς παρανομίαν ἄγων ὡς ὁ ὄφις τὴν Εὕαν καὶ ἡ Εὖα τὸν Ἀδάμ. ἣ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπὼν, “ ἴλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι “ τοῦτο.” καὶ ἀκούσας, “ ὕπαγε ὀπίσω μου Σατανᾶ· σκάνδαλόν “ μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.” ἣ οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθενοῦντος, εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τοῦ Ἀποστόλου γεγραμμένον, εἰπόντος, “ ἐὰν γὰρ “ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ “ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ “ εἰδωλόθυτα ἐσθίειν ” οἷς ἐπιφέρει, “ διόπερ εἰ βρῶμα σκανδα- “ λίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα “ μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.” γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. ἢ γὰρ παρὰ τὸν σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται· ἣ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει. καὶ ἐν τούτοις πάλιν διαφόρως. ποτὲ μὲν γὰρ κατὰ κακίαν· ποτὲ δὲ κατὰ ἀπειρίαν· ἣ τούτου ἣ ἐκείνου. ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκδηλοτέρα γίνεται. καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. ἣ γὰρ ἐντολὴν Θεοῦ τινὸς ποιοῦντος, ἣ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ’ ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος σκανδαλίζεται.

487

Οταν μὲν οὖν τοῖς κατ’ ἐντολὴν γινομένοις προσκόπτωσιν οἱ ἄνθρωποι, καὶ ἐπὶ τούτοις σκανδαλίζωνται, ὡς ἐν τῷ εὐαγγελίῳ τινὲς ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου κατὰ τὸ θέλημα τοῦ Πατρὸς γινομενοις καὶ λεγομένοις, τότε χοὴ μνημονεύειν τοῦ Κυρίου περὶ τῶν τοιούτων ἀποκρινομένου, ἡνίκα προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, “ οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν.” πρὸς οὓς, φησὶν, “ πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ “ μου, ἐκριζωθήσεται. ἄφετε αὐτούς. τυφλοὶ εἰσὶν ὁδηγοὶ “ τυφλῶν. τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον “ ἐμπεσοῦνται.” καὶ πολλὰ τοιαῦτα καὶ ἐν τοῖς εὐαγγελίοις καὶ “ παρὰ τῷ Ἀποστόλῳ εὑρήσεις ἄν. ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις, προσκόπτῃ τίς, ἣ σκανδαλίζηται, εἰς ἀνάμνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸ.ς τὸν Πέτρον ῥημάτων, εἰπόντος, “ ἅ γε ἐλεύθεροι εἰσὶν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσω- “ μὲν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ “ τὸν ἀναβάντα πρῶτον ἰχθῦν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, “ εὑρήσεις στατῆρα. ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ “ σοῦ.” καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησὶ, “ οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν “ μου σκανδαλίσω.” καὶ πάλιν, “ καλὸν τὸ μὴ φαγεῖν κρέα, μὴ “ δὲ πιεῖν οἶνον, μὴ δὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἣ “ ἀσθενεῖ.”

Οπως δέ ἐστι φοβερὸν τοῖς ἐν ἐξουσίᾳ κεῖσθαι δοκοῦσι περιορᾶν τὸν ἀδελφὸν σκανδαλιζόμενον, δείκνυσι μὲν ἡ τοῦ Κυρίου παραγγελία, καθόλου παντὸς σκανδαλισμοῦ μοῦ τρόπον ἀπαγορεύοντος, καὶ λέγοντος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τού- “ τῶν. λέγω γὰρ ὑμῖν ὅτι οἱ Ἄγγελοι αὐτῶν, ἐν τῷ οὐρανῷ δια- “παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρα- “ νοῖς.” μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος Παῦλος, ποτὲ μὲν λέγων, “ ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ “ ἀδελφῷ ἣ σκάνδαλον.” ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι’ ὧν φησὶ, “ ἐὰν γάρ τις “ ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ “ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ “ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ

488
“ σῇ γνώσει, δι’ ὃν ὁ Χριστὸς ἀπέθανεν.” οἷς ἐπιφέρει, “ οὕτως “ δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν “ συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. διόπερ εἰ “ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς “ τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.” καὶ ἀλλαχοῦ εἰπὼν, “ ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν, τοῦ μὴ “ ἐργάζεσθαι;” ἑξῆς ἐπιλέγει, “ ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ “ ταύτῃ. ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ “ εὐαγγελίῳ τοῦ Χριστοῦ.” οὕτω δὲ φοβεροῦ δειχθέντος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν τὸν ἀδελφὸν, τί ἄν τις εἴποι περὶ τῶν τῷ τὰ ἀπηγορευμένα ποιεῖν ἣ λέγειν σκανδαλιζόντων; καὶ μάλιστα, ὅταν ἣ γνῶσιν περισσοτέραν ἔχων φαίνηται ὁ σκανδαλίζων, ἣ ἐν βαθμῷ ἱερατικῷ ἐξετάζηται; ὃς ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἣ πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμένον, ἣ ὅλως ἐφησυχάσας ἑνὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ, τοσοῦτον ἔχει τὸ κρίμα, ὥστε τὸ αἷμα του ἁμαρτάνοντος ἐκ τῶν χειρῶν αὐτοῦ, φησὶν, ἐκζητηθήσεται.