Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μῆ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.

Χρυσοστόμου. Ἔργον τοῦ Θεοῦ, τὴν σωτηρίαν τοῦ ἀδελφοῦ καλεῖ. πολὺν ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς, ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις ἀλλὰ καὶ καταλύεις. καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ· καὶ οὐδὲ μεγάλου τινος ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς, ἕνεκεν γὰρ βρώματος φησί.

Θεοδωρήτου. Ἢ ἔργον τοῦ Θεοῦ, τὸ εἰς αὐτὸν πιστεύειν. καθὼς, ὁ Κύριος εἶπε, “τοῦτο γάρ ἐστι,” λέγων, “τὸ ἔργον τοῦ Θεοῦ. “ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, “ μὴ ἕνεκεν “ βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.”

Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.

Χρυσοστόμου. Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι

485
τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. “ πάντα μὲν καθαρὰ,” λέγων· ἀλλὰ τῷ μετὰ πονηροῦ συνειδότος ἐσθίοντι, κακόν. ὥστε κἂν ἀναγκάσῃς, καὶ φάγῃ, τὸ ὄφελος οὐδέν. οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ’ ἡ γνώμη, μεθ᾿ ἧς ἐσθίει. ἃν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας. οὐ γάρ ἐστιν ἶσον ἀκάθαρτόν τι νομίζειν, καὶ νομίζοντα ἀκάθαρτον ἀπογεύεσθαι. δύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ· καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι. ὥστε ἕως ἃν μὴ πείσῃς, μὴ ἀναγκάσῃς.

Θεοδωρήτου. Ἢ καὶ ὅτι, εἰ καὶ οὐδὲν τῶν ἐδωδίμων φύσει ἀκάθαρτον, ἀλλὰ σοὶ βλάβην ἡ μετάληψις φέρει. ἐπειδὴ τῆς τοῦ πέλας ἀμελεῖς σωτηρίας, καὶ καταφρονεῖς βλαπτόμενον θεωρῶν.

Κυρίλλου. Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν, καὶ οἶνον πιεῖν, ἀλλ’ οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ κἀς ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι’ ἑαυτοὺς ἀποχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον, “ ἀγαπήσεις τὸν πλησίον σου ὡς “ σεαυτόν.”