Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἣ καὶ σὺ τί ἐξου- θενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπῖγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει.

Θεοδωρήτου. Πρὸν τὸν Ἰουδαίζοντα ἀποτεινόμενος ταῦτα φησί.

Χρυσοστόμου. Καὶ πρῶτον μὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει καλῶς τὴν φιλονεικίαν. ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς. εἰπὼν γὰρ, “ τί ἐξουθενεῖς τὸν “ ἀδελφόν σου ” ἐπήγαγε, “ πάντες γὰρ παραστησόμεθα τῷ βή- “ ματι τοῦ Χριστοῦ.” καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμῶν τῷ τελειοτέρῳ ταῦτα λέγειν. κατασείει δὲ τοῦ Ἰουδαίζοντος τὴν διάνοιαν. οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γεγενημένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν. τοιοῦτον δέ τι αἰνίττεται, οἷον εἰ ἔλεγε, τι σοι μέλει; μὴ, γὰρ, σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε τοῦτο. ἠνίξατο δὲ, εἰπὼν, “ ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ δώσει λόγον τῷ Θεῷ.” καὶ τὸν προφήτην δὲ εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγήν, καὶ ὑποταγὴν ἐπιτεταμένην. καὶ τῶν ἐν τῇ παλαιᾷ ἀνθρώπων καὶ πάντων ἁπλῶς. οὐ γὰρ ἁπλῶς εἶπε προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ “ ἐξομολογήσεται.” τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων. ἕσο τοίνυν ἐναγώνιος, ’τον κοινὸν δεσπότην ἔπι τοῦ βήματος ὁρῶν καθήμενον, καὶ μὴ σχίζε τὴν ἐκκλησίαν, τῆς χάριτος ἀπορρηγνύμενος, καὶ τῳ νόμῳ προστρέχων·

Γενναδίου. Σαφῶς γε μὴν συνίσταται διὰ τῆς μαρτυρίας ταύτης τοῦ Υἱοῦ τὸ πρὸς τὸν Πατέρα τελέως ἰσότιμον. Ἠσαΐου γὰρ αὐτὴν ἐκ προσώπου τοῦ Θεοῦ φήσαντος οὑτωσὶν, “ ἐγὼ εἰμὶ ὁ “ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος, κατ’ ἐμαυτοῦ ὀμνύω, ἣ μὴν ἐξελεύ- “ σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. οἱ λόγοι μου οὐκ ἀπο- “ στραφήσονται· ὅτι αὐτῷ πᾶν γόνυ κάμψει.” οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου, Παῦλος ὡς ἐφαρμόζουσαν ἐδέξατο τῷ δεσπότῃ

479
Χριστῷ. οὔποτ’ ἃν τοῦτο ποιήσας, εἰ μὴ Θεὸν εἶναι ἀληθινὸν καὶ τὸν Χριστὸν ἠπίστατο, ὡς τὸν Πατέρα.