Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

Χρυσοστόμου. Ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου παντὸς τὴν ὑπόθεσιν. ἦσαν πόλοι τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῆ τοῦ νόμου ἔτι κατεχόμενοι συνειδήσει, καὶ μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν· οὔπω θαρροῦντες ἀποστῆναι τοῦ νόμου. εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνων, πάντων ἑξῆς ἀπείχοντο κρεῶν. καὶ λάχανα ἤσθιον μόνα, ἴνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις. ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲν τοιοῦτον παρατηροῦντες. οἳ τούτοις τοῖς παρατηροῦσιν ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. δεδοικὼς τοίνυν ὁ μακάριος Παῦλος, μὴ μικρὸν κατορθῶσαι βουλόμενοι, τὸ πᾶν ἀνατρέψωσι. καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφο- ριαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευασωσιν, ὅρα πόσῃ κέχρηται συνέσει· καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας. οὔτε γὰρ ὅτι κακῶς ποιεῖτε τολμᾷ τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει. οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδροτέρους κατηγόρους ἐργάσηται. ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν. καὶ δοκεῖ μὲν τοῖς ἰσχυροτέροις ἐπιτιμᾶν. τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. αὕτη γὰρ μάλιστα ἡ διόρθωσις ἀνεπαχθέστερα γίνεται· ὅταν πρὸς ἄλλον τίς τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. οὔτε γὰρ εἰς θυμὸν ἀφίησιν ἐνενεχθῆναι τὸν ἐπιτιμώμενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρμακον. ορα τοίνυν πὼς αὐτὸ ποίει συνετῶς, καὶ πὼς εὐκαίρως. εἰπὼν γὰρ, “ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,” τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον. ἵνα μὴ δόξῃ ὑπὲρ ἐκείνων

471
λέγειν τῶν ἐπιτιμώντων καὶ κελευόντων ἐσθίειν ἅπαντα. τὸ γὰρ ἠσθενηκὸς μέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας. διὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων, “ τὸν δὲ ἀσθενῆ τῇ πίστει “ προσλαμβάνεσθε.” εἶδες πληγὴν εὐθέως μίαν ἐκείνῳ δοθεῖσαν; εἰπὼν γὰρ, “ τὸν δὲ ἀσθενοῦντα τῇ πίστει,” ἔδειξεν αὐτὸν ἄρρωστον. εἰτα, δευτέραν προστίθησι, λέγων, “ προσλαμβάνεσθε.” δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας. ὅπερ σημεῖον ἐσχάτης ἀπονοίας καὶ ἀρρωστίας ἐστί. “ μὴ εἰς διακρίσεις διαλογι- “ σμῶν.” ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. ἐντεῦθεν παραδηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἀρρώστημα, ὡς καὶ τοὺς τὰ αὐτὰ μὴ πλημμελοῦντας, κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, διακρίνεσθαι. εἶδες πῶς δοκεῖ μὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιμᾷ λανθανόντως; εἶτα θεὶς ἀμφοτέρους παράλληλα, τὸν μὲν, μετ’ ἐγκωμίων, τὸν δὲ, μετ’ ἐγκλημάτων τίθησι. ἐπάγει γὰρ, “ ὃς μὲν “ πιστεύει φαγεῖν πάντα.” ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως. “ ὁ δὲ ἀσθενῶν, λάχανα ἐσθίει.” καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὁ μὲν εἰλικρινῶς πιστεύων καὶ μηδεμίαν ἔχων Ἰουδαϊκὴν παρατήρησιν, πάντα ἀβδελύκτως ἐσθίει. ὁ δέ γε περὶ τὴν πίστιν ἀσθενὴς, λάχανα ἐσθίει· οὐ δι’ ἐπαινουμένην ἐγκράτειαν, κἂν τοῦτο ὑποκρίνηται, ἀλλὰ δι’ ἀσθένειαν πίστεως.