Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσὶν εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες.

Χρυσοστόμου. Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, ο-̔ιον, τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν ἐνδείκνυται. ὅτι γὰρ εὐεργετῇ παρ’ αὐτοῦ, φησὶν, σὺ μαρτυρεῖς· μισθὸν αὐτῷ τελῶν. καὶ ὁρ́α σοφίαν τοῦ μακαρίου Παύλου. ὃ γὰρ ἐδόκει φορτικὸν ε7ναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. διατί γάρ, φησιν, φόρους δίδομεν βασιλεῖ; οὐχ ὡς προνοοῦντι ; οὐχ ὡς προισταμένῳ, μισθὸν τελοῦντες κηδεμονίας ; καίτοιγε οὐκ ἃν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν ὅτι κερδαί- νομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας. ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινὴ γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ’ ἡμῶν. ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων. εἶπε τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν. πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπανάγει· τὸν γὰρ πιστὸν, οὕτως μᾶλλον ἦν ἐπισπάσασθαι. καὶ δείκνυσι πάλιν ὅτι Θεῷ τοῦτο δοκεῖ. καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλήν· οὕτω λέγων, “Θεοῦ γάρ εἰσι λειτουργοί. εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν, ἐπήγαγεν, “εἰς τοῦτο αὐτὸ “προσκαρτεροῦντες.” οὗτος γάρ ἐστιν αὐτοῖς ὁ βίος, αὕτη ἡ σπου- δὴ, ὅπως ἀπολαύσεις εἰρήνης.