Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονος ἐστί σοι εἰς τὸ ἀγαθόν.

Χρυσοστόμου. Ἐπειδὴ βαθεῖαν ἔδωκε τὴν πληγὴν, καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν ὥσπερ σοφὸς ἰατρὸς, φάρμακα προσηνῆ καὶ θεραπευτικὰ τιθεὶς, καὶ παραμυθούμενος, καὶ λέγων, τι δέδοικας; μὴ γὰρ, ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; διὸ καὶ ἐπάγει, “ θέλεις δὲ μὴ “ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. είδες πῶς αὐτὸν ᾠκείωσε τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; “ Θεοῦ γάρ ἐστι διάκονος εἰς τὸ “ ἀγαθόν. ” τοσοῦτον ἀπέχει τοῦ φοβῆσαι φησὶ, ὅτι καὶ ἐπαινεῖ. τοσοῦτον ἀπέχει τοῦ κωλύειν τὸ ἀγαθὸν ποιεῖν, ὅτι καὶ συμπράττει. ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διατὶ οὐχ ὑποτάσσῃ; καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετήν· τοὺς μὲν πονηροὺς, κολάζων· τοὺς δὲ ἀγαθοὺς, εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων. διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. καὶ σοί, φησι, διάκονος ἐστὶ Θεοῦ· κωλύων τοὺς κακοὺς, καὶ τὴν ἐκ τούτων βλάβην σοι ἀφαιρούμενος, καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δέ σοι εἰς τὸ ἀγαθὸν, καὶ ὅταν ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν, καὶ προτρεπόμενος εἰς ἀρετήν. ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος, προτρέπει σε εἰς τοῦτο.

462

Ἔὰν δὲ τὸ κακὸν ποιεῖς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ κακῶς πράσσοντι.

Θεοδψρήτου. Εἰ τῶν ἀγαθῶν, φησὶν, ἐρᾷς, τίμα τὴν ἐξουσίαν, ὡς ταῦτα νομοθετοῦσαν. εἰ δὲ τἀναντία μετέρχῃ, δείδιθι ταύτην τὴν ψῆφον. ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν, θεόθεν κεχειροτονηται.

Χρυσοστόμου. Εἶδες πῶς αὐτὸν ἐπέστησε, καθοπλίσας καθάπέρ τινα στρατιώτην φοβερὸν τοῖς ἁμαρτάνουσιν; ἀλλ’ ἵνα μὴ πάλιν ἀκούσας κόλασιν καὶ μάχαιραν, ἀποπηδήσῃς, φησὶν ὅτι Θεοῦ νόμον πληροῖ. τι γὰρ εἰ καὶ αὐτὸς ἀγνοεῖ; ἀλλ’ ὁ Θεὸς οὕτως ἐτύπωσεν. εἰ τοίνυν ὁ κολάζων διάκονός ἐστιν, ἐκδικῶν ἀρετὴν, τὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς, τοιαῦτα εἰσάγοντι ἀγαθά;