Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως νπεριπατήσωμεν μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε εἰς ἐπιθυμιαν.

Τοῦ Χρυσορήμονοσ. Εἰπὼν ὅτι ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ’ ἤδη αὐτὴν ἐφίστησι. καὶ ἀφ’ ὧν μάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων αὐτοὺς ἐφέλκεται, τῆς εὐσχημοσύνης. πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. καὶ οὐκ εἶπε περιπατεῖτε, ἀλλὰ “ περιπατήσωμεν.” ἀνεπαχθῆ ποιῶν τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. εἰπὼν δὲ “ μὴ κώμοις καὶ μέθαις,” οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως. οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ ἀμετρίας καὶ παροινίας. ὥσπερ καὶ ἐν τῷ, “ μὴ κοίταις καὶ ἀσελγείαις” εἰπεῖν, οὐ τὸ μίγνυσθαι νομίμοις γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν.

Θεοδωρήτου. Ἀπὸ γοῦν τῶν σωματικῶν, δείκνυσι τὰ πνευματικά. καὶ γὰρ οἱ παράνομον ἀσπαζόμενοι βίον, ἐκεῖνα ἐν νυκτὶ δρῶντες, μεθ’ ἡμέραν τὸ τῆς εὐκοσμίας περιτίθενται σχῆμα. βούλεται τοίνυν ὡς τῆς νυκτὸς διελθούσης, καὶ τῆς ἀγνοίας ληξάσης, τῶν προτέρων ἡμᾶς ἀπηλλάχθαι κακῶν.

Μαξίμου. Ἡ γὰρ ἡμέρα ἔφθασεν· ἤγουν ἡ εὐαγγελικὴ χάρις· η το μυστήριον αὐτὸ του ταύτην ποιησαμένου τὴν χάριν ἐν ᾧ βούλεται πάντας ἡμᾶς ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν. ἡμέρα γὰρ ἀιδίου φωτός ἐστιν ὁ Χριστός. ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας, διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι.

Ἰσιδώρου. Κῶμος δέ ἐστι μεθυστικὸς αὐλὸς, καταθέλγων τοὺς δαιτυμόνας τοὺς ἐν οἴνῳ ἐγχρονίζοντας.

Μῆ ἔριδι καὶ ζήλῳ.

Χρυσοστόμου. Τὰ καίρια τῶν παθῶν σβέννυσι τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν. διόπερ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τὰς πηγὰς αὐτῶν ἀναιρεῖ. οὐδὲν γὰρ οὕτως καὶ ἐπιθυμίαν ἀνάπτει, καὶ ὀργὴν ἐγμαίει, ὡς μέθη καὶ παροινία. διὰ τοῦτο πρότερον εἰπών· “ μὴ “ κώμοις καὶ μέθαις,” τότε ἐπήγαγε, “ μὴ κοίταις καὶ ἀσελγείαις·

469
“ μὴ ἔριδι καὶ ζήλῳ.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ ἀποδύσας ἡμᾶς τῶν πονηρῶν ἱματίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν, λέγων, “ ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. οὐκέτι εἰπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, “ ἔργα” ἔλεγεν. ὅτι δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα ἀλλ’ “ ὅπλα.” δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ’ ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν δεσπότην δίδωσιν ἡμῖν ἱμάτιον. ὁ γὰρ περιβεβλημένος τοῦτον, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. ὅταν δὲ εἴπῃ ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβάλλεσθαι κελεύει, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικείμενον ἔχειν.

Βασιλείου. Οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ’ ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης, τὸ σωματικὸν ἱμάτιον ἐξυφαίνεται· οὕτως τοῦ λόγου προυφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγονται, σεμνοτάτη τίς ἃν γένοιτο περιβολὴ τῆς ψυχῆς· λόγῳ καὶ ἔργῳ τὸν κατ’ ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης.

Θεολώρου Μονάκου. Ἐνδύσασθε οὖν, φησιν, τὸν Κύριον, οὐχ ἵνα ἕτερον δεξώμεθα βάπτισμα. ἀλλ’ ἵνα ὃ περικείμεθα ἱμάτιον ἴδωμεν.

Χρυσοστόμου. Πείθου τοίνυν καὶ ἀναστὰς ἐξ ὕπνου, ἔνδυσαι αὐτόν. καὶ ἐνδυσάμενος, αὐτῷ τὴν σάρκα εὐήνιον πάρεχε. τοῦτο γὰρ ἠνίξατο εἰπὼν, “ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυ- “ μίαν.” ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν· οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγαίνειν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ μὴ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν. ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον Τιμοθέῳ τι φησιν, “ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς “ σου ἀσθενείας.” οὕτω δὴ καὶ ἐνταῦθα, προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, οὐ πρὸς ἀσέλγειαν. οὐδὲ γὰρ ἃν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς.

Θεοδωρήτου. Ἐνταῦθα δὲ καὶ τῶν τῆς σαρκὸς κατηγορούντων

470
αἱρετικῶν, ἐμφράττει τὰ στόματα. οὐ γὰρ ἀπηγόρευσε τὴν τοῦ σώματος ἐπιμέλειαν, ἀλλὰ τὴν τρυφὴν καὶ τὴν ἀκρασίαν ἐξέβαλεν. οὐ γὰρ εἰπε μὴ ποιεῖτε τῆς σαρκὸς πρόνοιαν, ἀλλ’ εἰς ἐπιθυμίαν μὴ ποιεῖτε. ἀντὶ τοῦ, μὴ σκιρτᾶν αὐτὴν παρασκευάζετε διὰ τῆς τρυφῆς.