Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἔχοντες δὲ χαρίσματα διάφορα, κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· εἴτε διακονίαν, ἐν τῆ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· εἴτε ὁ παρακαλῶν, ἐν τῆ παρακλησίᾳ· ὁ μεταδιδοὺς, ἐν ἁπλότητι· ὁ προιστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἰλαρότητι· ἡ ἀγάπη ἀνυπόκριτος.

Χρυσοστόμου. Τῶν χαρισμάτων ἁψάμενος, οὐκ εἶπεν ὅτι ὁ μὲν, μεῖζον, ὁ δὲ ἐλάττον ἔλαβεν, ἀλλὰ διάφορα. ἵνα δείξῃ ὡς αὐτὸ μὲν, μέγα, τὸ δὲ, μικρόν. μεγάλα γὰρ ἅπαντα, ἀλλὰ ποικίλα καὶ διάφορα· καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην, καὶ σπουδὴν καὶ ἀντίληψιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν τινὰς ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο χάρισμα· καὶ πολλῷ μεῖζον ἐκείνου· ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κορινθίους. καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν, ἔχει μισθὸν, τὸ δὲ, ἐστέρηται ἀμοιβῆς. ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστίν. ἐπειδὴ δὲ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι καὶ σπουδαιοτέρους· δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι, τοῦ μεῖζον ἣ ἔλαττον λαβεῖν. λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ τοῦ Θεοῦ δίδοσθαι. ὡς ὅταν λέγῃ, “ ἑκάστῳ ὡς ὁ “ Θεὸς ἐμέρισε.” καὶ πάλιν· “ κατὰ τὴν χάριν τὴν δοθεῖσαν “ ἡμῖν.” ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. λέγει δὲ καὶ παρ’ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθυμοτέρους. “ κατὰ τὴν ἀναλογίαν,” γάρ φησιν, “ τῆς πίστεως.” εἰ γὰρ καὶ

441
χάρις ἐστὶν, οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα, τοσοῦτον ἐπιρρεῖ, ὅσον ἃν εὕρῃ σκεῦος πίστεως ἀυτῇ προσενεχθὲν.

Θεοδωρήτου. τὴν δὲ τοῦ χωρίου τούτου ἀκολουθίαν ὁ μέν τις ἀπέδωκε χωρὶς τοῦ “ δὲ” συνδεσμοῦ ἀναγινώσκων, καὶ τοῖς ἀνωτέρω ἐπισυνάπτων· οὕτω γάρ φησιν νοητέον, μέλη ἀλλήλων ἐσμέν· ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν, εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος.

Θεοδώρου. Ἕ΅τερος Ἕτερος δὲ, ἐλλιπῶς ἔχειν ἔφη. λείπει γὰρ τὸ, δεικνύωμεν τὴν χάριν. ἵνα ᾖ τοιοῦτον. ἔχοντες χαρίσματα διάφορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδασκαλίαν, οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύωμεν τὴν χάριν. οἱ δὲ διακονίαν, ἐν διακονία. οἱ δὲ διδασκαλίαν, ἐν διδασκαλίᾳ. καὶ ἕκαστος ἐν ἡ ἐγκεχείρισται λειτουργίᾳ.

Φωτίου. Ἄλλος δὲ δυσὶ τρόποις ὅλον ἐσχηματίσθαι τὸ χωρίον ἔφη, ἕως τοῦ, “ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. ποίοις τούτοις; τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ· καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ’ ἕκαστον κῶλον παραλαμβάνεται. οἷον, εἴτε προφητείαν ἔχει τίς· εἴτε διακονίαν ἔχει τις. τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ, καὶ ζεῦγμα καλεῖται. ὅτι ζευγνύει πληθυντικὸν, ἑνικῷ, καὶ μετοχὴν, ῥήματι. οὕτως οὑν ἄπο κοίνου τὸ ἔχοντες κάτα το ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπιτκῶς δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει πρὸς αὐτοτέλειαν τοῦ νοήματος. οἷον, τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι. ἣ ἀρκείσθω, ἢ στοιχείτω, ἣ τί τοιοῦτον. οἷον, εἴτε προφητείαν ἔχει τίς, εἴτε διακονίαν, μενέτω ἕκαστος ἐν ᾧ ἔλαβε. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς εἰ ἀμαθὴς ὢν τούτων, ἐκέχρητο τούτοις. ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα, καὶ τῶν εύτελῶν πολλάκις παρέχει τὴν γνῶσιν. οὐχ ὡς μεγάλων τούτων ὑπαρχόντων. τί γὰρ ἃν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα. οὔκουν ὡς μεγάλα τισὶν ἐκέχρητο τούτοις, ἀλλ’ εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς

442
ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας. ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἀνθρώποις ἔφερεν ἀληθῶς. διὸ καὶ χρήσεις ποιητικῶν στίχων, καὶ ἱστορίας Ἑλληνικὰς, οὐκ ὀκνεῖ προσκομίζειν, ἃν καὶ διὰ τούτων ἐλπίζῃ σωτηρίαν κατορθῶσαι ἀνθρώπῳ.

Ἀποστόαου. Ὁ δέ τις, οὕτως ἔφησε περὶ τούτων, ἔχει τίς προφήτης χάρισμα τιμιώτατον μετὰ τὴν ἀποστολήν. “ ἔθετο γάρ “ φησιν, ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον, ἀποστόλους· δεύτερον, “ προφήτας,” οὕτω φρονείτω κατὰ τὴν προφητείαν. εἰδὼς τὰ τῶν ἀποστόλων πρωτεῖα, καὶ δὴ καὶ ὁ διάκονος ὑπὸ τοῦτον τὸν τῆς διακονίας κανόνα, γινώσκων ἐν τάξει καταδεεστέρα. οἷον αἱ χεῖρες, ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην, ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω. λείπει γὰρ τὸ, μενέτω. δεύτερον γὰρ προφήτας, τρίτον διδασκάλους. τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ καὶ διδάσκαλοι, ὥσπερ ὦτα ἀκούοντες, καὶ συνιέντες τὰ ὀφθαλμοῖς ὁρώμενα καὶ δηλούμενα. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπισυνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα. μεταδόσεις δαψιλεῖς, προτασίας σπουδαίας, ἔλεον φιλάνθρωπον. ἐπήγαγε γὰρ, “ὁ ἐλεῶν, ἐν ἱλαρότητι.”

Χρυσοστόμου. “ Εἴτε διακονίαν ἐν τῆ διακονίᾳ.” καθολικὸν πρᾶγμα ἐνταῦθα τίθησι. καὶ γὰρ ἡ ἀποστολὴ διακονία λέγεται. καὶ πᾶν ἔργον πνευματικὸν, διακονία. ἔστι μὲν γὰρ καὶ ἰδικῆς οἰκονομίας ὄνομα τοῦτο. ἐνταῦθα μέντοι καθολικῶς εἴρηται.

Θεοδωρήτου. Ἢ διακονίαν, τὴν τοῦ κηρύγματος λειτουργίαν λέγει. διδασκαλίαν δὲ, τῶν θείων δογμάτων τὴν μάθησιν. παράκλησιν, τὴν ἐπὶ τὴν ἀρετὴν προτροπήν. καὶ προφητείαν, οὐ μόνον τῶν ἐσομένων τὴν πρόγνωσιν, ἀλλὰ καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν.

Γενναδίου. Ἢ διακονίαν φησὶν, τὴν πρὸς τὸ διακονεῖσθαι τοῖς δεομένοις προσοῦσαν τισὶν ἐπιτηδειότητα. διδασκαλίαν δὲ, τὴν ἀπόλυτον συμβουλήν. παράκλησιν δὲ, τὴν κατάλληλον διδασκαλίαν. ἁπλότητα, τὸ ἁπλοικὸν τὲ καὶ ἄφθονον. ἱλαρότητα, τὴν πρόθυμον εἰς ἔλεον γνώμην, τὴν σὺν χαρᾷ τὸν οἶκτον ἐνδεικνυμένην. τὸ μέντοι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ τῇ προφητείᾳ μόνον προσήκει, κοινὸν δὲ κατὰ πάντων ἐστί. καὶ πρὸς

443
αὐτὸ τὴν ἀναφορὰν ἔχει πάντα. “ εἴτε ὁ διδάσκων ἐν τῇ διδα- “ σκαλίᾳ.” ὅρα πῶς ἀδιαφόρως τὰ χαρίσματα. τὸ μικρὸν, πρῶτον, καὶ τὸ μέγα, ὕστερον. πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ μὴ φυσᾶσθαι μὴ δὲ ἐπαίρεσθαι.

Εἴτε ὁ παρακαλῶν ἐν τῆ παρακλήσει.

Χρυσοστόμου. Καὶ τοῦτο διδασκαλίας εἶδος. “ εἰ γάρ ἐστιν “ ἐν ὑμῖν λόγος παρακλήσεως,” φησὶ, “ πρὸς τὸν λαὸν, λέγετε.” εἶτα δεικνὺς ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι. εἰ μὴ του προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει.

Χρυσοστόμου. “ Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι.” οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι. ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ. ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἐπειδὴ τὸ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον.

Θεοδωρήτου. “ Ἐν ἁπλότητι” οὖν φησι. μὴ τὴν τῶν ἀνθρώπων θηρώμενος δόξαν, ἀλλὰ τὴν χρείαν τοῦ δεομένου πληρῶν. μὴ δὲ λογισμοῖς κεχρημένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή. ἀλλὰ τῷ Θεῷ θαρρῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμενος. Χρυσοστόμου. “ Ὁ προιστάμενος, ἐν σπουδῇ.” οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι. “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι.” οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν. μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης. οὐ γάρ ἐστιν ἶσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι, καὶ πράγμασι, καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως· αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφὴ, ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων, καὶ τὴν διὰ τῶν ἄλλων πραγμάτων. εἶτα δεικνὺς πῶς ἃν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει τὴν ἀγάπην.

Βασιλείου. Ἔστι δὲ ἔλεος, πάθος ἐπὶ τοὺς παρ’ ἀξίαν καὶ παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον.

Χρυσοστόμου. “ Ἡ ἀγάπη,” φησὶν, “ ἀνυπόκριτος.” ἃν ταύτην

444
ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρημάτων, οὐ πόνου σωμάτων, ἀλλὰ πάντα οἴσεις γενναίως. ὥσπερ οὐν τὰ ἄλλα μετ’ ἐπιτάσεως ἀπῄτησεν, οὕτω καὶ ἀγάπην· οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον. ἐπεὶ καὶ τοῦτο ἀγάπη. κἂν τοῦτο γένηται, πάντα τὰ ἄλλα ἕπεται. καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι. καὶ ὁ προϊστά- μένος, σπουδαίως προίσταται ἑαυτοῦ γὰρ προίσταται. καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει.

Ἀποστόλου. Είπὼν οὖν ὁ θεῖος Ἀπόστολος τὰ πνευματικὰ, ἐπισυνάπτει καὶ τὰ περὶ σῶμα. ἐν ἁπλότητι μὲν τὴν μετάδοσιν ὁριζόμενος, καὶ ὡς ταὐτὸν τῇ μεταδόσει τὴν ἁπλότητα τιθεὶς, “ ἐν “ ἁπλότητι,” γάρ φησιν, “ ὁ μεταδιδούς.” ὡς εἰ ἔλεγεν, ὁ μεταδιδοὺς, ἐν τῇ μεταδόσει. καθὰ καὶ περὶ τῆς διακονίας, “ διακονῶν, “ ἐν τῆ διακονίᾳ.” ἁπλότης δὲ, ἡ δαψίλεια παρὰ τῷ Ἀποστόλῳ καλεῖται. ἐκ τῆς ἡπλωμένης χειρός. ὡσαύτως δὲ καὶ τὴν προστασίαν, σπουδὴν εἶναι ὁρίζεται, καὶ τὸν ἔλεον, ἱλαρότητα· διαστήσας αὐτὸν τῆς μεταδόσεως. ἡ μὲν γάρ ἐστι πρὸς ἁγίους, κοινωνίας ἕνεκεν. ἐπὶ τῇ ἁπλότητι γάρ φησιν εἰς τοὺς ἁγίους τῆς κοινωνίας. διὸ καὶ δαψιλὴς ἡ δόσις ὡς Θεῷ προσφορὰ, καὶ Χριστῷ διακονία, καὶ φιλοποιὸς κοινωνία. ὁ δὲ ἔλεος πρὸς τοὺς οἰκτροὺς ἐνδείας ἕνεκα, ὁποῖοι τινὲς ἃν ὦσι. “ παντὶ γὰρ τῷ αἰτοῦντι σε διδου,” ἕνεκα φιλανθρωπίας. ἱλαρότητος δὲ τῷ ἐλέῳ δεῖ. ἐπεὶ πρὸς ἐλάττους γίνεται ὡς μὴ ἐξ ὑπεροψίας διδόντες, λυποίημεν, ἀλλ’ ἐκ φιλανθρωπίας, εὐφραίνοιμεν. εἰ δὲ καὶ περὶ σωματικὴν ἀνάπαυσιν αἱ μεταδόσεις καὶ προστασίαι καὶ ἐλεημοσύναι φέρουσιν, ἀλλ’ οὖν χαρίσματά εἰσιν, ἐπὶ δυνάμει πνεύματος ἐπιτελούμενα, ἐν τάξει ποδῶν τῷ ἁγίῳ σώματι συνάπτουσα τοὺς τὰ τοιαῦτα διακονοῦντας. καὶ γὰρ οὐ μόνον εἴ τις λαλεῖ, “ ὡς λόγια Θεοῦ,’ φησὶ ὁ Πέτρος, ἀλλὰ καὶ εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. διακονίαν δὲ, τὴν λειτουργίαν τὴν ἀναπληροῦσαν τὰ ὑστερήματα τῶν ἁγίων, φησὶν ὁ Παῦλος. πολυτρόπως τῆς διακονίας λεγομένης.