Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Κοινωνεῖτε οὖν φησιν ἀλλήλοις, καὶ τῶν λυπηρῶν καὶ τῶν ἐναντίων. τὸ μὲν γὰρ, συμπαθείας· τὸ δὲ φιλίας, οὐκ ἐχούσης τοῦ φθόνου τὸν μῶμον.

450

Βασιλείου Ἐκ Τοῦ περὶ εὐκαριστίασ λόγου. Ἴδωμεν δὲ τίσι συγχαίρειν εἰκὸς, καὶ τίσι συναλγεῖν. δικαίοις μὲν συσκιρτᾶν καὶ συναγάλλεσθαι ὁ θεῖος νόμος ἡμῖν ἐπιτρέψει. τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι. ἣ τοὺς ἀναλγήτως διακειμένους, ἀποκλαίεσθαι· ὅτι οὐδὲ ἴσασι πῶς ἀπολλυνται. οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα καὶ συνεκβοήσαντα τοῖς ἀνθρώποις τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ τοῖς κάμνουσι βοηθεῖν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον. τοιοῦτος δέ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. οὕτω γὰρ ἑαυτὸν οἰκειώσει τοῖς πάσχουσι. μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μὴ δ ἐναδιαφορῶν τοῖς ἀλλοτρίων ἀλγήμασιν. οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσήκει· ὥστε ἣ συνεκβοᾶν ἣ συνθρηνεῖν τῷ πεπτωκότι τινὶ συμφορᾷ, ἣ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι καὶ κουρᾶς ἀμελεῖν. ἐκ τούτων γὰρ ἐπιτείνειν ἔστι μᾶλλον τὴν συμφορὰν, οὐ πραΰνειν. ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσήκει· ἐν συννοίᾳ προσώπου καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιτιμᾶν προσήκει ταῖς ἐπιτιμήσεσιν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις, ἡ ἐπιτίμησις. καὶ ἅμα δυσπαράδεκτοι εἰσὶ τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. ἀλλὰ συγχωρήσαντα, κενὰ καὶ ἄπρακτα ἐμβοῆσαι καὶ ὀλοφύρασθαι. ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἀμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. ὅταν δὲ πάλιν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ καὶ συμπάθει. οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. ὁ γὰρ ὑπὲρ τῆς τοῦ

451
πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο.

Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.

Χρυσοστόμου. Πόλλην πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδήν. ὅθεν καὶ ἤρξατο τοῦ λόγου. καὶ γὰρ εἰκὸς ἦν φρονήματος μεστοὺς αὐτοὺς εἶναι καὶ ἀπὸ τῆς πόλεως, καὶ ἑτέρωθεν πολλαχόθεν. διὸ συνεχῶς ὑποσύρει τὸν νόσημα. οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα ἐκκλησίας, ὡς ἀλαζονεία. τί δέ ἐστι “ τὸ “ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες ” παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; γενοῦ κατ’ ἐκεῖνον τῷ φρονήματι. μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον. μὴ δὲ ἃν ἴδῃς πενθοῦντα, ἀνάξιον σαυτοῦ νομίσῃς παραβαλέσθαι. μὴ δὲ ἃν ἴδῃς εὐημεροῦντα, ἐρωθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι. ἀλλ’ ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου. οἷον μέγαν σαυτὸν εἶναι νομίζεις; οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. ταπεινὸν καὶ μικρὸν ἐκεῖνον εἶναι ὑποπτεύεις; οὐκοῦν καὶ περὶ σαυτοῦ, τοῦτο ψηφίζου· καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. πῶς δ’ ἃν γένοιτο τοῦτο; εἰ τὴν ἀπόνοιαν ἐκβάλοις. διὸ καὶ ἐπήγαγε, “ μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς “ συναπαγόμενοι.” τουτέστιν, εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συμπεριφέρου, συμπεριέρχου. μὴ ἁπλῶς τῷ φρονήματι ταπεινοῦ, ἀλλὰ καὶ χεῖρα ὄρεγε. μὴ δι’ ἑτέρων, ἀλλὰ διὰ σεαυτοῦ. ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονας φησὶ, ἀλλὰ τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους.

Χρυσοστόμου “ Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. ” τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. καὶ γὰρ ἀλλαχοῦ φησὶν ἡ γραφὴ, “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν έπι- “ στήμονες.” καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καταστέλλει. οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. κἂν γὰρ φρόνιμος εἰ, ἑτέρου δεήσῃ. ἃν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. ὁ γὰρ τοιοῦτος, καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης. καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς

452
διὰ τῆς ἀπονοίας. ἔστι γὰρ, ἔστι πολλάκις, καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων. μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. τοῦτο γάρ σε μᾶλλον ὑψοῖ.

Ἐκ Τῶν Ἀσκητικῶν. Ἆρα δὲ τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, “ μὴ γίνεσθε ἄφρονες,” ποτὲ δὲ, “ μὴ γίνεσθε φρόνιμοι παρ’ “ ἑαυτοῖς.” δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυτῷ τὸν μὴ ἄφρονα; ἕκαστον πρόσταγμα ἴδιον ἔχει τὸν ὅρον. τὸ γὰρ “ μὴ γίνεσθε ἄφρονες,” ἐπιφέρει, “ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.” καὶ τὸ “ μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ τὲ τὸν Κύριον. “ καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.” ὥστε ἄφρων μέν ἐστιν, ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Θεοῦ· φρόνιμος δὲ παρ’ ἑαυτῷ, πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς τοῦ Κυρίου ῥήμασιν. εἰ γοῦν τις βούλεται, μήτε φρόνιμος εἶναι, μήτε ἄφρων παρ’ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτό; καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ “ τῆς γνώσεως τοῦ Θεοῦ. καὶ αἰχμαλωτίζοντες ἅπαν νόημα εἰς “ τὴν ὑπακοὴν τοῦ Χριστοῦ.”