Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή ; ὡς ἐντυγχάνει κατὰ τοῦ Ἰσραὴλ, λέγων, Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέ-

388
σκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός ; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῆ Βάαλ.

Χρυσοστόμου. Ἵνα μὴ λέγωσι· τί οὖν ὁ λαὸς, εἰς σέ ; καὶ εἰς τρισχιλίους καὶ πεντακισχιλίους, καὶ μυρίους περιέστη, τὸ σπέρμα ἐκεῖνο τὸ μιμούμενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν. καὶ οὕτως ἡμᾶς ἀπατᾷς, τὸν λαὸν ἅπαντα σαυτῷ τιθείς. καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπελειμμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης ; ἵν᾿ οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει. τὴν μὲν ἀντίθεσιν τιθείς· πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς ἱστορίας κατασκευάζων. τίς οὖν ἡ λύσις ; “οὐκ ἀπώ- “σατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” εἰ γὰρ ἀπώσατο, οὐδένα ἃν ἐδέξατο. εἰ δὲ ἐδέξατο τινὰς, οὐκ ἀπώσατο. καὶ μὴν φησὶ, εἰ μὴ ἀπώσατο, ἅπαντας ἃν ἐδέξατο. οὐδαμῶς. καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας. καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν. ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει. ἀλλ’ ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος.

Σκόπει δὲ αὐτοῦ τὴν σύνεσιν. πῶς ἐν τῶ κατασκευάζειν τὸ προκείμενον, λανθανόντως τὴν κατηγορίαν αὐτῶν αὔξει. διὰ γὰρ τοῦτο καὶ πάσης ἐμνήσθη τῆς μαρτυρίας, ἵνα αὐτῶν ἐκπομπεύσῃ τὴν ἀσχημοσύνην, καὶ δείξῃ ἄνωθεν ὄντας ἀγνώμονας. εἰ γὰρ μὴ τοῦτο ἤθελεν, ἀλλ’ ἓν δεῖξαι μόνον ἐσπούδαζεν· ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἃν ὅτι καὶ ἐπὶ Ἠλίᾳ, ἑπτακισχιλίους ὑπελείφθησαν. νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν μαρτυρίαν ἅπασαν. πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι, οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν Ἀποστόλων, ἀλλὰ τὰ συνήθη καὶ μεμελετημένα. ἵνα γὰρ μὴ λέγωσιν ὅτι ὡς πλάνον ἀνείλομεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς Ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν, “ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου “ κατέσκαψαν.” εἶτα ὥστε μὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν

389
τῇ τῆς μαρτυρίας ἐπαγωγῇ, περιτίθησιν αἰτίαν. οὐ γὰρ ὡς προηγουμένως αὐτῶν κατηγορῆσαι βουλόμενος παράγει, ἀλλ’ ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων. καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης, καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων. ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία, καὶ ἀπὸ τοῦ προσώπου γίνεται. οὐδὲ γὰρ Παῦλος ἐστὶν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἀλλ’ ὁ μάλιστα πάντων παρ’ αὐτοῖς θαυμαζόμενος τῶν προφητῶν. τι οὖν οὗτος φησι ; “ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,” καὶ τὰ ἑξῆς. τι τῆς θηριωδίας ταύτης γένοιτ’ ἄνα. δέον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων. οἱ δὲ, καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν. ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους, τοὺς διορθοῦντας αὐτῶν τὴν γνώμην, ἀναιρουντας.

Τί γὰρ ἃν ἔχοιεν εἰπεῖν; μὴ καὶ ἐκεῖνοι πλάνοι; μὴ καὶ ἐκείνους οὐκ ᾔδεσαν πόθεν ἦσαν; ἀλλὰ ἐλύπουν ὑμᾶς, ἀλλὰ καὶ χρηστὰ ἔλεγον. τί δὲ τὰ θυσιαστήρια ; μὴ καὶ αὐτὰ ἐλύπουν ; ὁρᾷς πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκον ἀεὶ δείγματα ;

Θεοδωρήτου. Καὶ κατ’ ἐκεῖνον οὖν, φησι, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τοῦ Ἰσραήλ. καὶ πάντες Ἰσραὴλ ὠνομάζοντο. ἀλλ’ ὁ τῶν ὅλων Θεὸς, τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε. τοὺς δὲ ἄλλους ἀπεδοκίμασεν ἅπαντας. κατέλιπον γὰρ ἐμαυτῷ ἔφη, ἑπτακισχιλίους ἄνδρας. ὁ μέντοι προφήτης καὶ τοῦτο ἠγνόει. καὶ ἐν αὐτῷ μόνῳ τὰ λείψανα σεσῶσθαι τῆς εὐσεβείας ἐνόμιζεν. οὐδὲν οὖν καινὸν, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε τοὺς ἐξ ὑμῶν τῷ Σωτήρι’ πεπιστευκότας· οὓς λαὸν τῶν ἁπάντων ὁ Κύριος προσαγορεύει καὶ Θεός.

Γενναδίου. Καὶ ἅμα ἐκ τῆς γραφῆς ταύτης παρίστησι τὸ, κἂν τοῖς ἔμπροσθεν χρόνοις πολλοὺς ἐξ αὐτῶν ἀποδοκιμασθῆναι· τὸ μέντοι “ ἐν τῷ Ἠλίᾳ,” ἀντὶ τοῦ διὰ τοῦ Ἡλίου εἴρηται.

[*](a I. marg. a m. r. ὠμότερον.)
390

Κυρίλλου. Ὡς ἁρμοδιώτατα τοιγαροῦν, καθάπερ εἰρηκότα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ, παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ Ἠλίου. ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ’ ἑαυτῷ πεπαρῴνηκεν ὁ Ἰσραήλ. βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, εὐκόλως ἐθρη- σκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραήλ. θυσίαι τε ἦσαν, καὶ τεμένη πανταχοῦ. ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι, καὶ δύσοιστον οὕτω τὴν δόξαν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις, καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας. ὅτε καὶ αὐτὸς Ἠλίας, ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων, “ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφή- “ τὰς σου ἀπέκτειναν. κἀγὼ κατελείφθην μόνος, καὶ ζητοῦσι τὴν “ ψυχήν μου ἀπ’ ἐμοῦ.” ἀντήκουε δὲ πρὸς τοῦτο εὐθὺς, “ κατέλι- “ πον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ “ τῇ Βάαλ.” ἀλλ’ ὥσπερ τότε, Θεὸς μὲν οὐκ ἦν, ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸ Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοί. οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστοῦ σωτηρίαν, διωθουμένου τὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, προσαπωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. προσέθηκε γὰρ, ὡς ἔφην, τὸ, εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. χρηματισμὸς δέ ἐστιν ὁ τοῦ Θεοῦ λόγος.