Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.

Χρυσοστόμου. Σκόπει τὸ τοῦ Παύλου ἀνεπαχθὲς. εἰπὼν γὰρ ὅτι “ καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει.” καὶ, “ οὗτοι “ ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ. μεγάλας τοῖς Ἰουδαίοις ὑποφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. “ μυστήριον” δὲ ἐνταῦθα, τὸ ἀγνοούμενον λέγει, τὸ ἀπόρρητον. καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον. τί οὖν ἐστι τὸ μυστήριον τοῦτο; “ ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ “ γέγονεν.” ἐνταῦθα πάλιν πλήττειν τὸν Ἰουδαῖον δοκῶν, καταστέλλει τὸν ἐξ ἐθνῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλ’ ἐκ μέρους.

Θεοδωρήτου. “ Μυστήριον” μὲν οὖν ἐστι τὸ μὴ πᾶσι γνώριμον, ἀλλὰ μόνοις τοῖς θαρρουμένοις. λέγει δὲ ὅτι βούλομαι ὑμᾶς μαθεῖν, ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον. ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συνετοὺς, ὑψηλὸν ἐντεῦθεν δέξησθε φρόνημα. τὸ δὲ μυστήριον ἐστὶν, “ ὅτι πώρωσις ἀπὸ μέρους γέγονε

417
τῷ Ἰσραὴλ. ἀπὸ μέρους· οὐ γὰρ πάντες ἠπίστησαν, ἀλλὰ πολλοὶ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. παρεγγυᾷ δὲ μὴ δὲ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σωτηρίαν. τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγινομένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος· τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, “ Ἠλίας ἔρχεται, καὶ “ ἀποκαταστήσει πάντα.” πάντα δὲ, Ἰσραὴλ κἀκεῖ, τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχοντες, εἴτε ἐξ ἐθνῶν κατὰ τὴν τῆς πίστεως συγγένειαν αὐτῷ συναπτόμενοι.

Θεοδώρου Μονάχου. Ταῦτά γε μὴν λέγω φησὶν, ἵνα μὴ τῇ ἑαυτῶν γνώμῃ ἕπησθε ὥσπερ φρόνιμοι. ἄλλως γὰρ ὑμεῖς νομίζετε, καὶ ἄλλως ἔχει τὰ πράγματα. οὐ γὰρ ὡς οἴεσθε εἰς τὸ παντελὲς ἐξεβλήθη ὁ Ἰσραὴλ, ὡς ἀπαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ πώρωσις γέγονε μέχρι τινὸς καιροῦ, ἕως οὗ εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν. ὧν εἰσελθόντων, καὶ ὁ Ἰσραὴλ σωθήσεται, Ἠλία παραγεγονότος πρὸς αὐτούς. πλήρωμα δὲ ἐθνῶν λέγει, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἣ καὶ πᾶν γένος ἐθνῶν, ὡς μηδὲν ἐλλείπειν, ἀλλὰ πλῆρες εἶναι καὶ τέλειον. ὥσπερ δὲ πάντα τὰ ἔθνη σώζεσθαι φαμὲν τῷ πανταχόθεν καὶ ἐκ πάντων τῶν ἐθνῶν εἶναι τοὺς προσιόντας τῇ πίστει, οὕτω καὶ τὸ, “ πᾶς Ἰσραὴλ,” οὐ πανδημεὶ τοὺς πάντας σωθῆναι σημαίνει· ἀλλ’ ἤτοι τοὺς ὑπὸ τοῦ Ηλία καταλαμβανομένους, ἣ τῶν ἁπανταχῆ καὶ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένων, τοὺς μέλλοντας προσιέναι τῇ πίστει.

Εφη δέ τις περὶ τούτων, καὶ οὕτως.

Γενναδίου. Ὡς ἄν φησι, μὴ μέγα τι καὶ θαυμαστὸν ὑπονοῆτε περὶ αὐτῶν ἀπατώμενοι, ὡς ὑπὲρ τοὺς ἄλλους ὄντες ὑμεῖς συνετοὶ, μάθετε συντόμως ἄλλο μυστήριον φρικωδέστερον, ἄφατον τοῦ Θεοῦ τὴν περὶ πάντας πρόνοιαν ὑποφαῖνον, τῶν Ἰσραηλιτῶν, πλὴν τῆς ἐκλέξεως· τὸ γὰρ ἀπὸ μέρους, τοῦτο φησὶ, πωρωθέντων καὶ τὴν σωτηρίαν ἀπωθουμένων, ἐφ’ ὑμᾶς μετήνεγκε ταύτην ὁ Θεός. εἰσποιηθέντων μέντοι πάντων ὑμῶν, κἀκείνους αὖθις ἅπαντας περιλήψεται ἡ χάρις.

Κυρίλλου. Ἀλλὰ γὰρ ἐκεῖνο πάλιν ἄθρει, καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται· καὶ πᾶς

418
Ἰσραὴλ σωθήσεται· ἀλλ’ εἰ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν. καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστία τεθνήκασι. πῶς οὖν εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν; ἀλλ’ οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἶπέρ ἐστιν ἀληθὲς, ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες. τοῦτο γὰρ αὐτὸς ἔφασκεν. “ ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβά- “ νετέ με. ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ οἰκείῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ ὁ σοφώτατος Παῦλος, “ ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας “ οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ “ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.” τί ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ·ἐθνῶν, τό γε ἧκον, εἰς νοῦν καὶ σκοπὸν τοῦ κεκληκότος; οὐ γὰρ εἰ τινες ἐθελοντὶ παρώλισθον, καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτητοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσουσι λόγον. ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ’ ὅτου πεποίηνται τὴν ἀπόστασιν. οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος, καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκε· σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃ τοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Διονυσίου Ἀλεξανδρίνου. Τὸ δὲ “ πᾶς Ἰσραὴλ,” ἀντὶ τοῦ, οἱ πλειόνες, κεῖται.

Καθὼς γέγραπται, ἥξει ἐκ Σιῶν ὁ ῥυόμενος, καὶ ἀποστρέψει