Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαία :

Χρυσοστόμου. Καὶ ἐκ τῶν παρελθόντων κατασκευάζει τὸ εἰρημένον· οὐκ ἀπὸ τῶν μελλόντων μόνων· ὅπερ μᾶλλον ἔπειθε τὸν ἀκροατήν. καὶ μέλλων λογισμῶν κινεῖν ἀναντίρρησιν, προτέραν ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν ἀκολουθίαν τίθησιν. εἰ γὰρ ἀπεκόπησαν καὶ ἀπερρίφησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατελάβοντο, μὴ δὲ οὕτως ἀπογνῷς. δυνατὸς γάρ ἐστι, φησὶ, ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. εἰ δὲ πραγμάτων τάξιν ἐπιζητεῖς, καὶ λογισμῶν ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα, μετὰ πλείονος τῆς περιουσίας. εἰ γὰρ ἐπὶ σοῦ, φησι, τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. εἰ γὰρ οὗτος, τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἁβραὰμ, πολλῷ μᾶλλον τὸ οἰκεῖον ἀπολαβεῖν σύ. τοῦ μὲν γὰρ ἐθνικοῦ, τὸ μὲν κακὸν κατὰ φύσιν, ἀγριέλαιος γὰρ κατὰ φύσιν ἠν. τὸ ’δε καλὸν, παρὰ φύσιν. παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἁβραάμ. σοῦ δὲ τοὐναντίον, τὸ καλὸν, κατὰ φύσιν. οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ ὥσπερ ὁ ἐθνικὸς, ἀλλ’ ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. τίνος οὖν ἃν εἴης ἄξιος, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; εἶτα ἐπειδὴ εἶπε, “ παρὰ “ φύσιν,” καὶ “ ἐνεκεντρίσθη,” ἵνα μὴ πλέον τι τὸν Ἰουσῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων “ αὐτὸν ἐγκεντρίζε- “ σθαι.” πολλῷ γὰρ μᾶλλον οὗτοι, φησὶ, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. καὶ πάλιν “ δυνατὸς ὁ Θεὸς ἐγκεν- “ τρίσαι αὐτούς. καὶ πρὸ τούτου δὲ φησὶν, “ ὅτι ἐὰν μὴ “ νωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται·” παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς καὶ τὸ ἀκόλου-

416
θον καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης.

Θεοδώρου Μονάχου. Εἰ σὺ οὖν φησιν, ἀγριέλαιος ὣν, οὐ γὰρ ἔσχες γεωργοῦντα τὸν νόμον, οὐδὲ τοὺς προφήτας ἄρδοντας, καὶ καθαίροντας, καὶ τὴν προσήκουσάν σου ἐπιμέλειαν ποιουμένους, τῶν μὲν δυσσεβῶν ἐχωρίσθης προγόνων τὲ καὶ συγγενῶν, τῆς δὲ τοῦ Ἀβραὰμ πίστεως κοινωνὸς ἀπεφάνθης,; καὶ τοῦτον αὐχεῖς, ῥίζαν καὶ πατέρα καὶ πρόγονον, οὐ κατὰ φύσεως νόμον, ἀλλὰ διὰ τὴν θείαν φιλοτιμίαν, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ φυσικώτερον οὗτοι πιστεύσαντες, τῇ οἰκείᾳ συναφθήσονται ῥίζῃ. ταῦτα δὲ, ὡς ἔφην, λέγει, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας μετριάζειν διδάσκων, καὶ τοὺς ἀπιστήσαντας τῶν Ἰουδαίων, εἰς σωτηρίαν προτρέπων.