Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὣν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ.

Χρυσοστόμου. Πάλιν προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον. οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον. τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀρρωστίας ἐνδίδωσι φύσις. ἀπαρχὴν δὲ ἐνταῦθα καλεῖ, τοὺς περὶ τὸν Ἁβραάμ· τοὺς προφήτας, τοὺς πατριάρχας, τοὺς ἐπὶ τῆς παλαιᾶς εὐδοκιμηκότας ἅπαντας· κλάδους δὲ, τοὺς ἐξ

409
αὐτῶν πιστεύσαντας. εἶτα, ἐπειδὴ ἀντέπιπτεν αὐτῶ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς πάλιν ὑποτέμνεται αὐτὸ καὶ φησὶ, “ εἰ δέ “ τινες τῶν κλάδων ἐξεκλάσθησαν·” καὶ μὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς ἐνταῦθα ἐπὶ τῶν ἀπολλυμένων τὸ, “ τινὲς” τέθεικας, ὅπερ ὀλιγότητος ἔστιν ἐμφαντικόν; οὐκ ἐμαυτῷ φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι θέλων, καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. εἶδες, πῶς διὰ παντὸς τοῦ χωρίου τοῦτο δείκνυται κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕπεται τὰ ἐναντιώματα. σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, πλήττει λανθανόντως, καὶ πάσης ἀπολογίας δείκνυσιν ἀπεστερημένους. ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων. ὅταν καὶ ῥίζαν ἔχοντες γλυκεῖαν, μὴ μιμῶνται αὐτήν. καὶ τὴν κακίαν τοῦ φυράματος, ὅταν μὴ δὲ ἀπὸ τῆς ἀπαρχῆς μεταβάλληται. ἀλλ’ ὅπερ ἔφην, βούλεται αὐτοὺς παραμυθήσασθαι. διὰ τοῦτο οὐδὲ παρ’ ἑαυτοῦ ἀλλὰ παρ’ ἐκείνων εἰσάγει τὸν λόγον. καὶ ἐν ταὐτῷ λανθανόντως αὐτῶν καθικνούμενος, καὶ δεικνὺς τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐκπεπτωκότας. τοῦτο γὰρ ἦν ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκείνους ἔχουσιν. εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόρρω τῆς ῥίζης οὗτοι. εἶτα δοκῶν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, πάλιν πλήττει διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν. εἰπὼν γὰρ, “ εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν,” ἐπήγαγε, “ σὺ δὲ “ ἀγριέλαιος ὣν, ἐνεκεντρίσθης.” ὅσῳ γὰρ ἃν εὐτελὴς ᾖ ὁ ἐξ ἐθνῶν, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἀλγεῖ, τοῖς αὐτοῦ τοῦτο ἐντρυφῶντα ὁρῶν. κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς μεταβολῆς ἡ τιμή.

Καὶ σκόπει σοφίαν. οὐκ εἶπεν ἐνεφυτεύθης, ἀλλ’ “ ἐνεκεν- “ τρίσθης.” ἐν τούτῳ πάλιν δάκνων τὸν Ἰουδαῖον· καὶ δεικνὺς ἐν τῷ δένδρῳ τῷ αὐτοῦ τὸν ἐξ ἐθνῶν ἑστηκότα, καὶ τοῦτον κείμενον χαμαί. διόπερ οὐδὲ μέχρι τούτου ἔστη, οὐδὲ εἰπὼν “ ἐνεκεντρί- “ σθης,” ἀπηλλάγη. καίτοι τὸ πᾶν ἐδήλωσεν ἐν τούτῳ. ἀλλ’ ὅμως ἐνδιατρίβει τῇ εὐημερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίμησιν. λέγων, “ καὶ συγκοινωνὸς τῆς ῥίζης, καὶ τῆς πιότητος τῆς ἐλαίας “ ἐγένου.” καὶ δοκεῖ μὲν αὐτὸ ἐν τάξει προσθήκης τεθεικέναι. δείκνυσι δὲ οὐδὲν ταύτῃ παραβλαπτόμενον, ἀλλὰ τὸ πᾶν ἔχοντα

410
ὅσον εἶχεν ὁ κλάδος, ὁ ἐκ τῆς ῥίζης ἀναβάς. ἵνα γὰρ μὴ ἀκούσας, σὺ δὲ ἐνεκεντρίσθης, ἠλαττῶσθαι αὐτὸν νομίζῃς, πρὸς τὸν ἔμφυτον κλάδον συγκρίνων, ὅρα πῶς αὐτὸν ἐξισοῖ λέγων, “ κοινωνὸς τῆς “ ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου.” τουτέστιν, εἰς τὴν αὐτὴν κατέστης εὐγένειαν, εἰς τὴν αὐτὴν φύσιν. εἰτα ἐπιπλήξας, καὶ εἰπὼν, “ μὴ κατακαυχῶ τῶν κλάδων,” δοκεῖ μὲν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιμίαν. διὰ τοῦτο οὐδὲ εἶπε μὴ καυχῶ, ἀλλὰ “ μὴ κατα- “ καυχῶ.” μὴ κατ’ ἐκείνων καυχῶ, ὥστε αὐτοὺς ἀπορρῆξαι· καὶ γὰρ εἰς τὰ ἐκείνων ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις. ὁρᾷς πῶς δοκεῖ μὲν ἐπιπλήττειν τούτους, δάκνει δὲ ἐκείνους; “ εἰ δὲ κατακαυχᾶ- “ σαι,” φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα, σέ. τί οὑν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; οὐδέν. ὅπερ γὰρ ἔφην, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. εἰπὼν γὰρ, “ μὴ κατακαυχῶ,” καὶ ὅτι, “ εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν “ ῥίζαν βαστάζεις,” ἔδειξε τῷ Ἰουδαίῳ ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνου κατέχουσιν ἕτεροι.

Γενναδίου. Σὺ δέ μοι καὶ ἀπαρχὴν μὲν νοήσεις, τὸν δεσπότην Χριστὸν, ὡς ἐξ αὐτῶν τὸ κατὰ σάρκα γενόμενον, καὶ διὰ τῆς ἀναστάσεως, τῆς υἱοθεσίας κατάρξαντα· ῥίζαν δὲ, τὸν Ἀβραὰμ, ὡς πρῶτον τοῦ γένους παντός· φύραμα δὲ καὶ κλάδους, σύμπαντα τὸν λαόν.

Θεοδωρήτου. Κλάδοι δέ εἰσιν ὁ τῶν Ἰουδαίων λαὸς, ὡς ἐκ τῆς ῥίζης τοῦ Ἁβραὰμ βλαστήσας· πιότης δὲ ἐλαίας, ἡ εὐσεβείας διδασκαλία. παρακελεύεται τοίνυν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, τῶν ἀπιστησάντων Ἰουδαίων μὴ κατεπαίρεσθαι. τούτους γὰρ ὀνομάζει κλάδους ἀποκλασθέντας. σκοπήσατε δέ, φησιν, ὅτι ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι, εἰς ταύτην ἐνεκεντρίσθητε, καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. λογίζου δὲ ὁ ἐξ ἐθνῶν καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν. καὶ σὺ ἐκείνης δέη.

Κυρίλλου. Σὺ μὲν γὰρ ἀγριέλαιος ἦς, τεθραμμένος ἐν

411
ἀκαρπίᾳ, ἐνεκεντρίσθης δὲ εἰς καλλιέλαιον, εἰς τὸν τῶν κατὰ φύσιν κλάδων ἐμβιβασθεὶς τόπον. διὸ μὴ ὑψηλὰ φρόνει κατὰ τῶν ὠλισθηκότων· μὴ δὲ κατακαυχῶ ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. οὐ γὰρ δύνασαι καυχᾶσθαι ἔπι σοῖς πατράσιν οὐ γὰρ σὸς προπάτωρ ὁ Ἀβραὰμ, ᾧ γέγονας υἱὸς διὰ πίστεως. Οἰκουμενίου. Ἁγίους γε μὴν αὐτοὺς καλεῖ ὁ Ἀπόστολος, εἰς τὴν πίστιν προτρέπων. ὡς εἰ εἶπεν, ἐπιτήδειοι ἐστὲ καὶ πρέποντες. τὸ θέλειν ὑμῖν λείπει μόνον.

Σευηριανοῦ. Ἀλλὰ καὶ καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς, παρέστησεν ὅτι μία μὲν φύσις ἁπάντων, ὥσπερ καὶ τῆς ἐλαίας. οὐ μία ’δε προαίρεσις, ὡσπερ επι του αγριου καὶ ἡμέρου. αγριον καλῶν, τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ· ἥμερόν δὲ, τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ, τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ, ὃν ῥίζαν ὀνομάζει. τὸν δὲ ἐγκεντρισμὸν φησὶ παρέχειν ζωήν.

Θεοδώρου Μονάχου. Πλὴν ἰστέον ὡς ἔστι διαφορὰ ῥίζης καὶ ἀπαρχῆς. ἡ μὲν γὰρ ἀπαρχὴ, μετὰ τὴν τοῦ παντὸς έκλέγεται συλλογήν. ἡ δὲ ῥίζα, ἀρχή τις νενόμισται πράγματος. ὅθεν κἀνταῦθα ἀκολούθως, ἀπαρχὴν μὲν ἐκάλεσε τὸν Χριστόν· ὡς ἐκ παντὸς εἰλημμένον τοῦ τῶν Ἰουδαίων συλλόγου. ῥίζαν δὲ, τὸν Ἁβραάμ· ἐξ οὗπερ ὅλον ἔφυ τὸ γένος. καλῶς ἐξ ἑκατέρου τὸ πρὸς τὴν εὐσέβειαν αὐτῶν ἐπιτήδειον εἰπεῖν προθέμενος. γελοῖον γὰρ, τὴν μὲν ἀπαρχὴν αὐτῶν ἁπάσης ἀξίαν ἡγεῖσθαι τιμῆς, τούτους δὲ προσιέναι βουλομένους τῇ εὐσεβείᾳ, ἀπωθεῖσθαι ὡς οὐκ ἀξίους τοῦ πράγματος.