Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;

Χρυσοστόμου. Αἰσθόμενος ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει. ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν. εἴγε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ, ἐκ κατορθωμάτων ἑτέρων ὠφελήθησαν. εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν τοῦτο ἐκείνων εἶναι λέγει, μὴ θαυμάσῃς. ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εlπον, καταστείλῃ, κἀκείνους προτρέψηται, οὕτω σχη- ματίζει τὸν λόγον· ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ καὶ μυριάκις ἀπε- βλήθησαν Ιουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἃν ἐσώθησάν ποτε. ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. ὁρ́α δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτὸν παραμυθούμενον μόνων. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶν, καταλ-

407
λαγὴ κόσμου. καὶ τί τοῦτο πρὸς Ἰουδαίους; “ τίς ἡ πρόσληψις, “ εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ἀλλ’ οὐδὲ τοῦτο τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ὁ ὀργιζόμενος αὐτοῖς τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τι οὐ χαριεῖται; ἀλλ’ ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν, οὐ διὰ τὴν πρόσληψιν αὐτῶν· οὕτως οὐδὲ ἡ σωτηρία νῦν ἡ ἡμετέρα δι’ αὐτούς. ἀλλ’ ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν ἐκεῖνοι. ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς, καὶ τῆς ἄνωθεν χάριτος. τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ προσήκουσαν ἐπεδείξαντο πίστιν.

Φεοδωρήτου. Ἀλλ’ ὁ θεῖος Ἀπόστολος, οἰκονομικῶς κατασκευάζων τὸν λόγον, καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν, οὕτω φησὶ, ὡς εἰ τούτων ἀπιστησάντων προσελήφθη τὰ ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη, “ κηρυχθήσεται τὸ “ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον “ αὐτοῖς. καὶ τότε ἥξει τὸ τέλος.”

Κυρίλλου. Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους. καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαι φησὶν τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι’ ὣν προσκεκρούκασι, τάχα που κα εὐεργέται του κόσμου γεγόνασι· καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ. ζωὴν γὰρ εἶναι φησὶ ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν. εἴγε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν, κόσμου καταλλαγή.