Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἁβραὰμ, φυλῆς Βενϊαμίν. οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.

Χρυσοστόμου. τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι. ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἔστηκε. διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε τὸν λαόν· ἀλλὰ προσέθηκεν “ ὃν προέγνω.” εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησὶν, “ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης, ἐκσπέρματος Ἁβραὰμ φυλῆς Βενϊαμίν.” ἐγὼ φησὶ ὁ διδάσκαλος, ὁ κήρυξ. ἐπεὶ οὖν ἐδόκει ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς λέγουσι, “ τίς ἐπίστευσε τῇ ἀκοῇ ;” καὶ “ “ τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. καὶ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει·” οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν “ μὴ γένοιτο·” ἀλλὰ καὶ κατασκευάζει αὐτὸ, πάλιν ἀναλαμβάνων καὶ λέγων, “ οὐκ ἀπώσατο “ ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ φησὶν, ἀλλ’ ἀπόφασις· ὅρα οὑν τὴν κατασκευὴν, τήν τε προτέραν καὶ τὴν μετ’ ἐκείνην. προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν. οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτὸν ἔμελλεν, ᾧ τὲ κήρυγμα ἅπαν, καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἐκεῖθεν ἐξελέξατο. αὕτη μὲν οὖν μία κατασκευή. δευτέρα δὲ μετ’ ἐκείνην, τὸ εἰπεῖν “ τὸν “ λαὸν ὃν προέγνω,” τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα, καὶ τὴν πίστιν δεξάμενον. καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. ἵνα γὰρ μὴ λέγῃ τις, σὺ οὖν ὁ λαὸς εἶ. καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη, ἐπήγαγεν, “ οὐκ ἀπώσατο τὸν λαὸν ὃν προέγνω·” ὡς ἂν εἰ ἔλεγεν, ἔχω μετ’ ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους.

Θεοδωρήτου. Ἠδύνατο μὲν οὖν τὴν ἀπόδειξιν τοῦ μὴ ἀπωσθῆναι τὸν λαὸν καὶ ἐξ ἑτέρων πολλῶν παρασχεῖν, καὶ ἀγαγεῖν εἰς μέσον, τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους. καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, “ καὶ “ τοὺς κατὰ τὴν οἰκουμένην τῶν Ἰουδαίων δεξαμένους τὸ κήρυγμα.”

387
ἀλλ’ ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσιν. εἰ ἀπώσατο, λέγων, ὁ Θεὸς τὸν λαὸν, εἷς ἃν ἦν τῶν κατηγορουμένων κἀγώ. ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν Ἁβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενϊαμὶν φύλαρχον· καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. καλῶς δὲ “ καὶ ὃν προέγνω,” προσέθηκε. τουτέστι, τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δεξαμένους τὴν αἴγλην.

Γενναδίου. Διὰ τῆς προσθήκης ταύτης ἐμφήνας, οὐδὲ λαὸν εἶναι τοὺς ἄλλους, Θεοῦ, κἂν τὸν αὐτὸν τούτοις ἐπιγράφοιντο κάτα σάρκα προπάτορα.

Θεοδώρου Μονάκου. Τέως δείκνυσιν ὅτι ἐστὶν ἐν τῶ ἔθνει αὐτῶν τινὲς, ἄξιοι σωτηρίας. διὸ φησὶν “ ὃν προέγνω.” τουτέστιν ὃν ᾔδει εὐσεβῆ ἐσόμενον. καὶ ἰσχυρῶς τοῦτο ἐφ’ ἑαυτοῦ πιστοῦται, ἐν ᾧτ’ καὶ ἑαυτὸν Ἰσραηλίτην φησίν. εἰ γὰρ πάντα λέγων τὸν Ἰσραὴλ ἀπώσατο, πῶς ἐγὼ ἐσωζόμην, καὶ γέγονα Ἀπόστολος, Ισραηλίτης ὤν ;

Κυρίλλου. Ἐμφρόνως τοίνυν ὁ Παῦλος, καίτοι παθόντα τὸν σκοτισμὸν, οὐκ ἐᾷ μειζόνως κατασκληρύνεσθαι τὸν Ἰσραὴλ ταῖς εισαπαν απογνωσεσι. μέτεισι ’δε ὡσπερ εὐτέχνως ταῖς χρηστοεπείαις. ἄρτι μὲν γὰρ ὡς ἀπειθῆ κατῃτιᾶτο τὸν Ἰσραήλ. ἐλπίδος γε μὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος, ἐξωσθῆναι φησίν. καὶ σαφῶς τοῦ πράγματος ποιεῖται ἀπόδειξιν· ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην, ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατα, καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τὸ, “ μὴ γένοιτο,” τοῖς περὶ τοῦ ἀπῶσθαι λόγοις. ταῦτα δὲ ἦν, οἱονεὶ περισαίνοντος τοὺς ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὐν ἐστιν ἐναργὲς, ὡς κέκληται πρὸς ἀποστολὴν αὐτός· τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς εἰς τὰ ἔθνη, κήρυξ καὶ Ἀπόστολος. καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον, ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.