Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μωϋσῆς γὰρ γράφει τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτοῖς.

Χρυσοστόμου. Ἐπειδὴ τὰ εἰρημένα ἀπόφασις ἦν, ἀπὸ τῶν γραφῶν αὐτὰ πάλιν πιστοῦται· ὃ δὲ λέγει, τοῦτό ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὁποία τίς ἐστι. ποία τοίνυν ἐστὶ καὶ πόθεν συνίσταται ; ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. “ ὁ ποιήσας αὐτά, φησι, “ ἐν αὐτοῖς ζήσεται.” καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ’ ἣ πάντα πληρώσαντα. τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. οὐκοῦν διαπέπτωκεν ἡ δικαιοσύνη αὕτη.

Γενναδίου. Ἐκ συγκρίσεως δὲ τῆς πρὸς τὸν νόμον, δεικνὺς τῆς χάριτος τὸ φιλότιμον, λέγει, φησι, ὁ Μώσης, μὴ πρότερον ἐν νόμῳ δικαιοῦσθαί τινα, ἕως ἃν πληρώσῃ τὰ τοῦ νόμου ἅπαντα παραγγέλματα.

372

Θεοδωρήτου. Πρὸς γοῦν τὸ δεῖξαι νόμου καὶ χάριτος τὴν διαφορὰν, καὶ ἀμφοτέρων εἰσάγει Μωσέα τὸν νομοθέτην διδάσκαλον, λέγοντα, ὅτι ὁ τὰ τοῦ νόμου πάντα πεπληρωκὼς, καρπὸν ἔχει τῆς φυλακῆς, τὴν ζωήν. ἡ δὲ τυχοῦσα παράβασις, τὴν τιμωρίαν ἐπάγει.

Κλήμεντοσ. Ἢ ζωὴν λέγει, τὴν τῶν Ἑβραίων ἐπανόρθωσιν· τήν τε τῶν πέλας δι᾿ ἡμῶν αὐτῶν συνάσκησίν τε καὶ προκοπήν. οἱ γὰρ νεκροὶ τοῖς παραπτώμασι, ζωοποιοῦνται σὺν τῷ Χριστῷ διὰ τῆς ἡμετέρας διακονίας.

Διοδώρου. Ἢ τὸ ζήσεται ἐν αὐτοῖς ἐμφαίνει, ὡς ὁ τὸν νόμου πληρώσας, ἐκείνων μόνων ἀπολαύσειε τῶν διὰ τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν· τουτέστι γῆς ῥεούσης μέλι καὶ γάλα.