Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν ; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν ; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος ; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.

Χρυσοστόμου. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. ἐπειδὴ γὰρ εἶπεν, “ ὅτι μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον ἔχουσιν ἀλλ’ οὐ κατ’ “ ἐπίγνωσιν.” καὶ “ ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, τῇ δικαιο- “ σύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν,” δείκνυσι λοιπὸν ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. καὶ οὐ λέγει μὲν οὕτως. κατασκευάζει δὲ τοῦτο· κατ’ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατὰ ἀντίθεσιν καὶ λύσιν, ἅπαν ὑφάναι τουτὶ τὸ χωρίον. σκόπει ’δε ἄνωθεν. εἶπε, φησὶν, ὁ

378
προφήτης, “ πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.” ἀλλ’ ἴσως ἔχοι τίς ἃν εἰπεῖν, καὶ πῶς ἠδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν ; εἶτα, ἐρώτησις παρ’ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν. καὶ διατί οὐκ ἐπίστευσαν ; καὶ πάλιν ἀντίθεσις. πάντως ἔχει τίς εἰπεῖν, καὶ πῶς εἶχον πιστεῦσαι, μὴ ἀκοῦ. σαντες; καὶ μὴν ἤκουσαν φησί. εἶτα ἕτερα πάλιν ἀντίθεσις. καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος ; εἶτα πάλιν λύσις. καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. καὶ πόθεν δῆλον ; ὅτι οὗτοι εἰσὶν ἐκεῖνοι οἱ ἀποσταλέντες. τότε δὴ λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα, “ ὡς ὡραῖοι οἱ πόδες.” ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος, δείκνυσι τοὺς κήρυκας ; οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχοῦ λέγοντες, ἀλλ’ ἣ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γενομένην εἰρήνην. ὥστε ἀπιστοῦντες, οὐχ ἡμῖν ἀπιστεῖτε φησί· ἀλλὰ τῷ Ἠσαίᾳ τῷ πρὸ πολλῶν ἐπῶν εἰπόντι ὅτι καὶ ἀποσταλησόμεθα καὶ κηρύξομεν, καὶ ἐροῦμεν ἅπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι· τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι ἐστί· τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι ἐκ τοῦ ἀποσταλῆναι· ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν· καὶ μετ’ αὐτῶν ὁ προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων ὅτι οὗτοι εἰσὶν οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεγκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον, εὔδηλον ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνων. καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται.

Θεοδωρήτου. Προσήκει πρότερον, φησὶ, πιστεῦσαι, εἶτα ἐπικαλέσασθαι. ἀδύνατον δὲ πιστεῦσαι τῆς διδασκαλίας οὐκ ἀκούσαντας. ταύτης δὲ τυχεῖν οἷόν τε οὐδαμῶς. τῶν κηρυττόντων οὐκ ὄντων. καὶ τούτους δὲ πάλιν ἡ χειροτονία ποιεῖ. οὕτω ταῦτα εἰς ἀπολογίαν τεθεικὼς Ἰουδαίων, δι’ αὐτῶν αὔξει τὴν κατ’ ἐκείνων κατηγορίαν. καὶ τὸ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς κηρύκων ἀποστολῆς· δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπιδεῖξαι. δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυκας, εἶτα κηρύξαι. ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. φέρει τοίνυν τὴν προφητείαν τοῦ Ἠσαίου, καὶ φησὶ, “ ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων

379
“ εἰρήνην.” καὶ γὰρ τοῖς Ἀποστόλοις ὁ Κύριος ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν, “ εἰρήνη τῷ οἴκῳ τούτῳ.” κατεμήνυον γὰρ τὰς θείας καταλλαγάς· εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον· ὡς ὑπὸ τῶν δεσποτικῶν ἀπονιφθέντας χειρῶν.

Θεοδώρου Μονάκχου. Εἰρῆσθαι δὲ ταῦτα ἔφη τίς οὐ περὶ τῶν Ἀποστόλων τῷ προφήτῃ, ἀλλὰ περὶ τῶν μελλόντων μηνύειν τὰ περὶ Ἰουδαίους ἐσόμενα ἀγαθά. εἰ δὲ οἱ μηνυταὶ ἐκείνων, φησὶ, οὕτω νομίζονται θαύματος ἄξιοι, πολλῷ γε μᾶλλον ἀναγκαῖον πρᾶγμα καὶ λυσιτελέστατον, ἅπαντας δεῖ νομίζειν, τῶν Ἀποστόλων τὴν διδαχήν.

Ἀποστόλου. ταυτί γε μὴν οὕτω παρὰ τῶν ἑβδομήκοντα εἴρηται. “ ὡς ὥρα ἐπὶ τῶν ὀρέων. ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν “ εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.” ἀντὶ τοῦ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνὴν οἱ εὐαγγελιζόμενοι, τὴν εἰρήνην καὶ τὰ ἀγαθά· τῇ μὲν καλλονῇ, τέρπουσαν· τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς.

Χρυσοστόμου. Εἰρηκὼς δὲ ὁ Ἀπόστολος, ἐὰν μὴ ἀποσταλῶ, ἔοικε καὶ περὶ αὐτοῦ λέγειν, ὡς οὐκ ἐξ οἰκείας αὐθεντίας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς, ἀλλὰ ἀποσταλεὶς παρὰ Χριστοῦ, τούτῳ ἑαυτὸν ἀξιόπιστον ποιῶν. οὐ μόνον δέ φησιν, ὅτι ἀπέσταλμαι, ἀλλὰ καὶ ὅτι πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρηται. ἀξιόπιστος οὖν κατ’ ἄμφω. ἔκ τε τοῦ παρὰ Χριστοῦ ἀπεστάλθαι· ἔκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν.