Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἔστιν εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνη τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

Χρυσοστόμου. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἣ πρότερον· διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν.· καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. μὴ γὰρ τοῖς λόγοις προσέχετε φησὶ, μὴ δὲ ταῖς κατηγορίαις καὶ ταῖς διαβόλαις. ἀλλ’ ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγομαι. οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναι τὲ αὐτοὺς ἐπιθυμεῖν. καὶ οὐ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι· καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι. καὶ γὰρ εὐδοκίαν

368
ἐνταῦθα, τὴν σφοδρὰν ἐπιθυμίαν φησί. καὶ ὅρα καὶ τὴν δέησιν, πῶς ἀπὸ διανοίας ποιεῖται. οὐ γὰρ ὥστε ἀπαλλαγῆναι κολάσεως μόνον, ἀλλ’ ὥστε καὶ σωθῆναι αὐτοὺς, πολλὴν καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς, δείκνυσι τὴν εὔνοιαν ἣν ἔχει πρὸς αὐτούς. ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷόν τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν. καὶ οὐκ ἰσχύει· ὑπὸ τῆς τῶν πραγματων νικώμενος φύσεως.

Γενναδίου. ταῦτα γοῦν, φησὶ, ἔφην περὶ αὐτῶν, οὐκ ὀνειδίζειν βουλόμενος. ἀλλ’ ὑπὸ τῆς ἀληθείας ἠναγκασμένος. ἐπεὶ τόγε ἐμὸν οὕτως οὕτως εὐνοίας ἔχω περὶ αὐτοὺς, ὡς συνεύχεσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ τὸ εὔλογον τῆς διαθέσεως δεικνὺς, φησί. “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσι.” σύνοιδα φησὶ καὶ μαρτυρῶ ζήλῳ θείῳ πρὸς τὸ εὐαγγέλιον ἀνειληφέναι μάχην αὐτούς. εἰς γὰρ ἢν ποτὲ τούτων καὶ αὐτός. ζήλῳ μέντοι γνώσεως ἀληθινῆς ἀπεστερημένῳ· οὐ γὰρ συνιέντες τῆς δικαιοσύνης τὸ μέγεθος, ὅτι θείᾳ χάριτι μόνως ἃν αὐτῆς ἄνθρωποι τεύξωνται, φιλονεικοῦσιν εὐήθως τὰ αὐτοῖς δοκοῦντα κυρῶσαι. καὶ τῆς δικαιώσεως δι’ οἰκείων ἔργων ἐπιτυχεῖν. ἀντιλέγοντες τῇ ὑπὸ Θεοῦ νῦν ἐν Χριστῷ δοθείσῃ ὑμῖν.

Χρυσοστόμου. Οὐκοῦν συγγνώμης ἀλλ’ οὐ κατηγορίας ἄξιοι. εἰ μὴ γὰρ δι’ ἄνθρωπον εἰσὶν ἀπεσχοινισμένοι, ἀλλὰ διὰ ζῆλον, ἀλλ’ οὖν ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἣ κολάζεσθαι ἄξιον. ἀλλ’ ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. “ ἀγνοοῦντες γάρ,” φησι, “ τὴν τοῦ Θεοῦ δι- “ καιοσύνην,” πάλιν τὸ ῥῆμα συγγνώμης. ἀλλὰ τὸ ἑξῆς, κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. “ καὶ τὴν ἰδίαν “ γάρ,” φησιν, “ δικαιοσύνην στῆσαι ζητοῦντες.” ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν. καὶ ὅτι οὐδὲ αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων ἔστησαν. τὸ γὰρ εἰπεῖν “ ζητοῦντες στῆσαι,” τουτέστιν ἐμφαίνοντες. καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν. οὐδὲ γὰρ εἶπεν ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον. ἠνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα, καὶ μετὰ τῆς προσηκούσης αὐτοῦ σοφίας. εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. εἰ δὲ

369
ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἣ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἣ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος· καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. ἀλλ’ οἱ ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτοντες, καὶ φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει. μὴ προσελθόντες δὲ τῇ πίστει, μὴ δὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου δικαιωθῆναι μὴ δυνηθέντες, πάντοθεν ἐξέπεσον.

Κυρίλλου. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον, πλὴν ἐλέγχει πεπλανημένους. ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ, ἔλεγον, “ ὅτι περὶ καλοῦ ἔργου οὐ “ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. ὅτι σὺ ἄνθρωπος ὣν, “ ποιεῖς σεαυτὸν θεόν,” ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι, Χριστόν. ἤτοι, τὴν διὰ πίστεως τῆς εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μώσεως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς, οὐ ζητήσαντες τὸν Υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα· τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην, οἰκονομικῶς συστέλλοντα. ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς.

Θεοδωρήτου. Καὶ ἄλλως δέ. Οὐκ ἔγνωσάν, φησι, ὅτι διὰ τοῦ νόμου ὁ Θεὸς τὴν πίστιν ἐπηγγείλατο. καὶ ὅτι ἡ πίστις οὐκ ἐναντια ἐστι τῳ νόμῳ, ὐπ’ αὐτοῦ του νόμου μαρτυρουμένη. Κλήμεντοσ. Καὶ μὴ γνόντες, μὴ δὲ ποιήσαντες τὸ βούλημα τοῦ νόμου, ὃ ὑπέλαβον αὐτοὶ, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ὠήθησαν. καὶ οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν. λόγῳ δὲ ψίλῳ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν.