Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 3. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1838.

ΑΝΤΙΟΧΕΥΣ ὑπάρχων τὸ γένος ὁ Λουκᾶς, ἰατρὸς τὴν ἐπιστήμην, ὁ ὑπὸ Παύλου μαθητευθεὶς, δύο βίβλους συνεγράψατο, μίαν μὲν προτέραν τὴν τοῦ Εὐαγγελίου, δευτέραν δὲ ταύτην τὴν περὶ τῶν Ἀποστολικῶν Πραξέων. Ἔστιν οὖν ὁ πᾶς λόγος τοῦδε τοῦ τεύχους περὶ τῆς μετὰ τὴν ἀνάστασιν εἰς οὐρανοὺς ἀνόδου Χριστοῦ, καὶ περὶ τῆς τοῦ Ἀγίου Πνεύματος εἰς τοὺς Ἀποστόλους ἐπιφοιτήσεως· ὅπως καὶ ὅποι τὴν εἰς Χριστὸν εὐσέβειαν κατήγγειλαν οἱ μαθηταί· καὶ ὡς διὰ προσευχῆς καὶ τῆς εἰς Χριστὸν πίστεως ἐθαυματούργησαν· καὶ περὶ τῆς οὐρανόθεν θείας παρακλήσεως τοῦ Παύλου, ἀποστολῆς τε αὐτοῦ καὶ κηρύγματος εὐθαλοῦς· καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἔτλησαν οἱ Ἀπόστολοι διὰ Χριστὸν, πολλῶν γὲ καὶ μεγίστων κινδύνων.

Περὶ τῆς ἐξ ἀναστάσεως διδασκαλίας Χριστοῦ καὶ ὀπτασίας πρὸς μαθητὰς, καὶ περὶ ἐπαγγελίας τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς, θέας τε καὶ τρόπου που τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας.

τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδά- σκειν.

Τοῦ Χρτσοστόμου. τίνος ἕνεκεν αὐτὸν ἀναμιμνήσκει τοῦ εὐαγγελίου; ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. καὶ γὰρ ἀρχόμενος τῆς πραγματείας ἐκείνης φησὶν, ἔδοξε κἀμοὶ, παρηκολουθηκότι [*](a Tit. hujus primi Cap. ita evanidus est ut legi prorsus nequeat. Suppl. e Cod. Coislin.)

2
“ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι·’ καὶ οὐδὲ τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ ἀνάγει ἔτι τοὺς Ἀποστολους, τὸ πᾶν λέγων “καθὼς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ “ὑπηρέται γενόμενοι τοῦ λόγου· διὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποίησας, οὐδεμιᾶς δεῖται ἐνταῦθα ἑτέρας συστάσεως, ἅπαξ τοῦ μαθητοῦ πεισθέντος, καὶ δι’ ἐκείνων τὸ ἀκριβὲς αὐτοῦ τῆς ἀληθείας ἀναρτίσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ πιστευθεὶς ὃ μὴ παρ’ ἑτέρων παρείληφεν, ἀλλὰ ὧν εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἃν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, πολλῷ μᾶλλον τὰ τῶν Ἀποστόλων. Τί οὖν; ἱστορία μόνον τὸ πρᾶγμα ἐστὶ καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; οὐδαμῶς· εἰ γὰρ “οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου αὐτὰ παρέδοσαν, τὰ ἐκείνων λέγει. Καὶ μετ’ ὀλίγα—καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον· οὐ γὰρ λέγει τὸ μὲν πρῶτον εὐαγγέλιον ὃ εὐηγγελισάμην, ἀλλὰ τὸν μὲν πρῶτον λόγον ὃν ἐποιησάμην.” μείζονα ἑαυτοῦ εἶναι νομίζων τὴν τοῦ εὐαγγελίου προσηγορίαν. Καίτοι γε ὁ Απόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· “οὑ ὁ ἔπαινος ἐν τῷ “εὐαγγελίῳ.” ἀλλ’ αὐτὸς μετριάζει καὶ φησί· τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ “ποιεῖν ποιεῖν τε καὶ διδάσκειν. οὐχ ἁπλῶς περὶ πάντων, ἀλλ’ ἀπ’ ἀρχῆς μέχρι τέλους· ἄχρι γὰρ τῆς ἡμέρας, φησιν,’ ἧς ἀνε- “λήφθη.” καὶ μὴν Ἰωάννης φησὶν ὅτι οὐκ ἦν δύνατον πάντα “γράψαι· εἰ γὰρ ἐγράφη, οὐκ ἃν τὸν κόσμον οἶμαι,“ φησὶ,“χωρῆσαι “τὰ γραφόμενα βιβλία.” Πῶς οὖν οὗτος φησὶ “περὶ πάντων”; οὐκ εἶπε πάντα· ὡς ἃν εἴποι τις ἁδρομερῶς καὶ παχυμερῶς περὶ πάντων τῶν συνεχόντων καὶ κατεπειγόντων·

Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς Ἀποστόλοις διὰ Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.

Τοῦ Χρτσοστόμου. Διὰ Πνεύματος ἐντειλάμενος·” τουτέστι πνευματικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήματα, οὐδὲν ἀνθρώπινόν· ἣ τοῦτο, ἣ ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Καὶ μετ’ ὀλίγα—τί δὲ ἐνετείλατο; “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐ- “ τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύ- “ ματος.” καὶ τὰ ἑξῆς. Μέγα τῶν Ἀποστόλων τὸ ἐγκώμιον, ὅταν

3
τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ῥήματα τοῦ Πνεύματος γέμοντα ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη· οὐκ εἰπε ἀνέβη· ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται· ἄρα καὶ μετὰ τὴν ἀνάβασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τοῦ χρόνου τούτου οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας πάντα· ἀλλ’ ἐνχρονίζει μὲν αὐτῷ Ἰωάννης τῶν ἄλλων μᾶλλον καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε, πρὸς γὰρ ἕτερον ἠπείγετο· ἐμάθομεν δὲ αὐτὰ διὰ τῶν Ἁποστόων· ἃ γὰρ ἤκουσαν εἶπον.

Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ συναλιζόμενος b.

Τοῦ Αῦτοῦ. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἤκουσας ὅτι ἀνελήφθη, ἵνα μὴ νομίσης ὑφ’ ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν· οἷς καὶ παρ- ἔστησεν ἑαυτὸν,” φησὶ, ζῶντα·” εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι. Εἶδες πῶς λανθανόντως ὑποσπείρει ταυτὶ τὰ δόγματα.

Τοῦ αὐτοῦ. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ὡς ἀεὶ αὐτῶν ἦν, οὕτω καὶ τότε· οὐ γὰρ εἶπε τεσσαράκοντα ἡμέρας, ἀλλὰ “δι’ ἡμερῶν τεσσαράκοντα·” ἐφίστατο γὰρ καὶ ἀφίστατο πάλιν· ἀνοίγων αὐτῶν τὰς διανοίας, καὶ οὐκέτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσπερ καὶ ἔμπροσθεν· ἀλλ’ ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων· καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μεῖζον αὐτὸν νομισθῆναι ἣ κατὰ ἄνθρωπον. τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν ἀλλὰ τοῖς Ἀποστόλοις ἐφάνη; ὅτι φάντασμα ἃν ἔδοξεν εἶναι τοῖς πολλοις οὐκ εἰδόσι τὸ ἀπόρρητον τοῦτο μυστήριον. Εἰ γὰρ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο· καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς ἦν παθεῖν; διὰ τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν· ὥστε μὴ τοῖς τότε μόνον, ὅπερ ἐκ τῆς ὄψεως ἔμελλεν [*](b συναυλιζόενος prim. m. scr. videtur postea autem υ erasum et denuo restitutum.)

4
ἔσεσθαι, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Διά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογιζόμεθα· εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ Ἀφπόστολοι σημεῖα ἐποίησαν; ἀλλ’ οὐκ ἐποίησαν σημεῖα· πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; οὐ γὰρ δὴ πρὸς τοῦτο ἀντιστήσονται· οὐδὲ τοῖς ὁρωμένους μαχήσονται· ὥστε ὅταν λέγωσι μὴ γεγενῆσθαι σημεῖα, μειζόνως ἑαυτοὺς περιπείρουσι. τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προδραμεῖν ἅπασαν ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐδὲ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγίνοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁμολογήσωσι θείαν εἶναι ἐν ἑαυτοῖς δύναμιν· ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτα ποτέ. Διά τοι τοῦτο καὶ τότε τεσσαράκοντα ἡμέρας ἔμεινεν ἐπὶ τῆς γῆς· ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ ἐν τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν δηλῶν ἔλεγε καὶ συναλιζόμε- νος c αὐτοῖς. καὶ τοῦτο ἀεὶ καὶ αὐτοὶ οἱ Ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· οἵτινες συνεφάγομεν αὐτῷ “καὶ συνεπίομεν. Τί δὲ ἐποίει τὰς τεσσαράκοντα ἡμέρας ὀπτανόμενος; διελέγετο γὰρ αὐτοῖς φησι περὶ τῆς βασιλείας τοῦ “ Θεοῦ.” Ἐπειδὴ γὰρ καὶ πεπονηκότες ἦσαν καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους μέλλοντες ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνεκτᾶτο λόγοις.

Τοῦ Χργτσοστόμου. Ὅτι συναλιζόμενος” d ἦν, φησὶν, αὐτοῖς· τὸ δὲ πῶς οὐκ ἡμέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο· οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενομένης. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείαν ἀκούσωσι τῶν λεγομένων· εἶτα ἐπειδὴ ἤκουσαν καὶ τεσσαράκοντα συνδιέτριβον συνδιέτριβον, Βπαρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ “χωρίζεσθαι. τι δήποτε; καθάπερ τινας στρατιώτας μέλλοντας εἰς [*](c Scr. erat συναυλιζόμενος sed postea erasum est τὸ υ. d Ibi etiam scr, erat συναυλιζόμενος.)

5
πλῆθος ἐμπίπτειν οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἃν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾶν τῆς βαλβῖδος, ἕως ἃν τὸν ἡνίοχον λάβωσιν, οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ πολλοὶ ἦσαν οἱ μέλλοντες πιστεύειν αὐτόθι· καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπάσαι. τούτου χάριν παρ’ αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως· παρ’ αὐτοῖς τοῖς ἐσταυρωκόσι· τοῖς θάψασιν· ἐν αὐτῇ τῇ πόλει ἐν ᾖ τὸ παράνομον ἐτολμήθη πρᾶγμα· ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομωθῆναι ἅπαντας· ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον ὅτι καὶ ὁ σταυρὸς, καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις.

Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἢν ἠκούσατέ μου.

Εξ Ἀνεπιγρ;λφου. Εἶτα διὰ τοῦ εἰπεῖν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι” ἔδειξεν ὅτι εἰς τὸ λιποτακτῆσαι ἦσαν ἕτοιμοι· διὰ δὲ τοῦ εἰπεῖν ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκού- “σατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτιστή- “ σεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας ἔδωκεν αὐτοῖς ἐλπίδας, καὶ ἀνακεχηνέναι πεποίηκε τῷ ἀδήλῳ τῶν ἐπηρτημένων ἐλπίδων, ὅπως καὶ αὐτῶν τὸν φόβον ἔξω βάλῃ, καὶ τῆς τριάδος ἀδεῶς τὰ εὐκρινῆ πρόσωπα παραστήσῃ. Καὶ διὰ μὲν τοῦ εἰπεῖν, ἐντειλάμενος αὐτοῖς διὰ Πνεύματος Ἁγίου, δεῖξαι ὅτι οὔτε ἐντελλόμενος δι’ αὐτοῦ μείζων αὐτοῦ ἐστιν· ὡς οὔτε ὁ Πατὴρ αὐτοῦ ἐργαζόμενος ἐν ἑαυτῷ καὶ δι’ αὐτοῦ καὶ σὺν αὐτῷ μείζων αὐτοῦ ἐστιν· οὔτε ἀναγεννώμενος δι’ αὐτοῦ ἥττων αὐτοῦ ἐστι· καὶ ὅτι οὐκ ἔστιν ἐπὶ Θεοῦ μικρὸν ἣ μέγα φυσικῶς· καὶ ὅτι οὐ δι’ ἑαυτὸν ταῦτα οὕτως, ἀλλὰ διὰ τὸν λόγον τῆς οἰκονομίας λέγεται καὶ ᾠκονόμηται.

Τοῦ Χρυσοστόμου. Καὶ πότε ἤκουσαν φησὶν, ὅτε “φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος

6
“οὐκ εἰσελεύσεται πρὸς ὑμᾶς.“καὶ πάλιν, “ἐρωτήσω τὸν Πατέρα, “καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν. Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο; ἀλλ’ αὐτὸς μὲν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦμα παρεγένετο ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς. Καὶ πῶς εἰ μηδέπω παρεγεγόνει ἔλεγε “λάβετε Πνεῦμα Ἅγιον; ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾶν ὁ Δανιὴλ διελύετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Καὶ μετ’ ὀλίγα— τίνος ἕνεκεν οὐδέποτε παραγεγόνει; ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέσθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν· διὰ τοῦτο αὐτὸς ἀπέπτη· καὶ τότε ἦλθεν ἐκεῖνο· εἰ γὰρ παρῆν αὐτὸς, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένετο προσδοκίᾳ. Διὰ τοῦτο οὐδὲ εὐθέως ἀνελθόντος αὐτοῦ παρεγένετο, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Καὶ πρὸς τὸν Θεὸν δὲ τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ καταστῶμεν· στῶμεν· διὰ τοῦτο καὶ Ἰωάννης τότε πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε μάλιστα ἔμελλον ἐν χρείᾳ ἐλᾶι τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος ἐκείνου· ἄλλως δὲ ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας· καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν· εἰ γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἦν τοιαῦτα τὰ τῆς παραμυθίας· εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ ἔλεγε “συμφέρει ὑμῖν;” διὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον αὐτὸν νομίσωσιν.

Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι.

Τοῦ Αὐυοῦ. Δείκνυσι λοιπὸν τὸ μέσον αὐτοῦ καὶ Ἰωάννου φανερῶς· οὐκέτι ὡς πρὸ τούτου συνεσκιασμένως. Καὶ γὰρ σφόδρα συνεσκίασε τὸν λόγον, ὅτε ἔλεγεν· “ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν “οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀλλὰ νῦν φανερῶς φησὶν, Ἰωάννης “μὲν ἐβάπτισεν ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ· οὐκέτι κέχρηται τῇ μαρτυρίᾳ· ἀλλ’ ἀναμιμνήσκει τοῦ προσώπου μόνον εἰς μνήμην τῶν παρ’ αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους γεγενημένους Ἰωάννου· εἴγε ἐν Πνεύματ’

7
ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, ὑμᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύματι Ἁγίῳ, ἀλλὰ βαπτισθήσεσθε, διδάσκων ἡμᾶς ταπεινοφρονεῖν· τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάνου δῆλον λοιπὸν ἦν· ὅτι οὗτος ἦν ὁ βαπτίζων· αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· διὸ καὶ Ἰωάννου ἐμνημόνευσε. Τὰ μὲν οὑν εὐαγγέλια, ἃ ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν, ἱστορία τίς ἐστιν· αἱ δὲ Πραξεῖς ὧν ὁ ἕτερος Παράκλητος καὶ εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει· ὥσπερ οὖν καὶ νῦν ὁ Χριστὸς ἐνεργεῖ καθάπερ καὶ τότε, ἀλλὰ διὰ τοῦ ναοῦ· νῦν δὲ διὰ τῶν Ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν ἦλθε μήτραν· καὶ ναὸν διέπλασε, νῦν δὲ εἰς ψυχὰς Ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ καὶ ἐν εἴδει πυρός. Τί δήποτε; ἐκεῖ μὲν τὸ πρᾶον τοῦ δεσπότου δηλῶν· ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν· καὶ τῆς κρίσεως λοιπὸν ἀναμιμνήσκει· ὅτε μὲν γὰρ ἁμαρτήματα συγχωρῆσαι ἔδει, τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν δωρεᾶς, λοιπὸν καὶ κρίσεως καῖρος·

Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.

Τοῦ Χρυσοστόμου. Πῶς δὲ “βαπτισθήσεσθε” οὐκ ὄντος ἐν τῷ ὑπερώῳ; ὅτι τὸ κυριώτερον Πνεῦμα ἐστὶ, δι’ οὗ καὶ τὸ ὕδωρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κεχρῖσθαι λέγεται οὐδαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ πνεῦμα δεξάμενος.

Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

Τοῦ Αὐτοῦ. Οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν· μὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα μὴ ἐκλυθῶσιν· πότε δὲ, οὐκέτι προσέθηκεν ἵνα ἀεὶ νήφωσιν.

Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν, λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;

Ὅταν τι μέλλοωσιν e ἐρωτᾶν οἱ μαθηταὶ, ὁμοῦ προσέρχονται· ἵνα τῷ πλήθει δυσωπήσωσιν· ᾔδεισαν γὰρ τὸ πρώην παρ’ αὐτοῦ εἰρήμενον, ὅτι οὐδεὶς οἶδε τὴν ἡμέραν· διακρουόμενον ἦν· ὅθεν πάλιν προσέρχονται καὶ ἐρωτῶσιν· οὐ γὰρ ἃν εἴγε ὄντως ἦσαν πεπεισμένοι ἠρώτησαν αὐτὸν·

[*](e μέλωσιν Cod.)
8

Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἣ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.

Τοῦ ἁγίου Ἀφανασίου. Οὐκέτι γὰρ ἀποκρίνεσθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοιπὸν θεικῶς διδάξαι· “ὅτι οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους καὶ καιροὺς, οὓς ὁ “Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.”

Κυρίλλου. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν καὶ ἐν Θεῷ κεκρυμμένα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλλον ἐθέλειν καὶ σφόδρα νεανικῶς ἐπὶ τὸ σφῖσι λυσιτελές· καὶ πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ τῶν ὅλων τὴν γνῶσιν.

Τοῦ Χρυσοστόμου. Τί τοίνυν θαυμάζεις ὅτι τὴν συντελείας οὐ λέγει· ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον· καὶ μάλα εἰκότως, ἵνα ἀεὶ ἐγρηγορότες ὦσι, καὶ ἐν προσδοκίᾳ καὶ μερίμνῃ· οὐ γάρ ἐστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι τὸν μὴ νήφοντα.

Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.

Τοῦ Χρσοστόμου. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο, διδασκάλου γάρ ἐστι τοῦτο, μὴ ἃ βούλεται ὁ μαθητὴς, ἀλλ’ ἃ f συμφέρει μαθητὴν διδάσκειν, οὕτω καὶ νῦν ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν ὥστε παρρησιάζεσθαι· ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ φορτικὰ συνεκάλυψε. Καὶ μεθ' ἕτερα—ἐπειδὴ γὰρ εἶπεν εἰς ὁδὸν “ἐθνῶν μὴ ἀπέλθητε·” καὶ ὃ τότε οὐκ εἶπε ἐνταῦθα προσέθηκε· καὶ “ἕως ἐσχάτου τῆς γῆς· καὶ τὸ πάντων φοβερώτερον ἐσίγησεν.

Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη. ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

Τοῦ αὐυοῦ. Διατὶ δὲ νεφέλη ὑπέλαβεν αὐτόν; καὶ τοῦτο τεκμήριον ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν· οὐ πῦρ ὡς ἐπὶ Ἠλιοῦ, οὐδὲ ἅρμα πυρὸς, ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον [*](f ἀλλὰ Cod.)

9
ἦν, καθὼς ὁ Προφήτης φησὶν, “ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ. Περὶ τοῦ Πατρὸς αὐτοῦ εἴρηται τοῦτο· διὰ τοῦτο λέγει ἐπὶ νεφέλης· ἐν τῷ συμβόλῳ φησὶ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν τί φησιν ὁ Προφήτης· “ὁ Θεὴ κάθηται ἐπὶ νεφέλης κούφης·” προσεχόντων γὰρ αὐτῶν σφόδρα τοῖς λεγομένοις καίπερ ἀναγκαίας τῆς ἐρωτήσεως οὔσης, καὶ ἐγηγερμένων καὶ οὐ νυσταζόντων τοῦτο γέ- γονεν·

Ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη.

Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ.

Εἰκότως, “ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν “ρημα.”

Οἳ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε πορευόμενον εἰς τὸν οὐρανόν.

Διατὶ εἶπεν “ἄνδρες;” ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν ὡς μὴ πτοηθῆναι· καὶ εἶπον ἅμα, καὶ κολακευόντων ἦν τὰ ῥήματα· “τί “ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;“οὐκέτι εἴασεν αὐτοὺς αὐτὸν προσδοκᾶν· πάλιν οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλαττον οὐκέτι· ὅτι “οὕτως ἐλεύσεταί,” φησι, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν προσδέχεσθε. λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέτρεψαν αὐτοὺς αὐτὸν προσδοκᾶν, ἵνα μὴ διὰ τὸ δύνασθαι θεωρεῖν αὐτὸν νομίσωσιν αὐτὸν μὴ ἀνεληλυθέναι, ἀλλ’ ἐν ᾦ διαλέγονται φθάσῃ· εἰ γὰρ πρὸ τούτου ἔλεγον ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν εἶπον— Καὶ μετ’ ὀλίγα—Οὐκ εἶπεν ἀναλαμβανομένου αὐτοῦ οὐδὲ βασταζομένου· πορεία γὰρ ἡ δι’ αὐτοῦ γινομένη· εἰ γὰρ πρὸ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, μηδεὶς ἀπορείτω, εἰ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμε.

Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ

10
καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν.

Τοῦ Χρυσοστόμου. Τότε, φησιν, ὑπέστρεψαν· τότε· πότε; ὅτε ἤκουσαν· οὐ γὰρ ἀν’ ἀνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέθετο. δοκεῖ δέ μοι καὶ σαββάτῳ γεγονέναι ταῦτα· οὐ γὰρ ἃν οὕτως τὸ διάστημα ἐδήλωσεν εἰπὼν, ἀπὸ ὄρους τοῦ καλουμέ- “νου Ἐλαιῶνος, ὁ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν·” εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.

Ἀμμωνΐου. Ταχὰ ἑπτὰ σταδίους λέγει, ὅτι ἀπεῖχε τῆς πόλεως Ἱερουσαλὴμ τὸ ὅρος τῶν Ἐλαιῶν, οὐ μὴν ἑπτὰ ἡμερῶν ὁδὸν, ὅπου σχεδὸν εἰς μίαν ὥραν δύναται τις ἀπὸ τοῦ ὅρους κατελθεῖν εἰς Ἱερουσαλήμ. ἀπέχει οὖν ὡς μίλιον ἓν, ὃ ποιεῖ σταδίους ἑπτά· ἤτοι τοσοῦτον ἀπεῖχεν ἔξω τῶν τειχῶν διάστημα, ὅσον ἐξῆν Ἰουδαίῳ ἐν σαββάτῳ περιπατεῖν, πρὸς τὸ ἀδολεσχῆσαι ὡσανεὶ διακινοῦντα.

Ἡ τοῦ σαββάτου ὁδὸς, ὡς φησὶν Ὠριγένης ἐν τῷ ε' Στρωματεῖ, δισχιλίων πηχῶν ὑπῆρχε· καὶ μᾶλλον ἡ ἁγία σκηνὴ καὶ κιβωτὸς τοσοῦτον διάστημα προελάμβανον τὴν παρεμβολήν· καὶ ἀπὸ τοσούτου διαστήματος ἐσκήνου· ὃ διάστημα ἐξῆν τοῖς προσκυνοῦσι τὴν ἁγίαν σκηνὴν βαδίζειν ἐν σαββάτῳ.

Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῶον οὗ ἦσαν καταμένοντες.

Τοῦ Αρτσοστόμου. Ὄρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν ἀνάστασιν· Οτε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλοφαίου, Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰα- κώβου. Τοῦ Χρυσοστόμου. Οὐκέτι μετὰ τοῦ ἀδελφοῦ μόνον ἀριθμεῖται, ἀλλὰ μετὰ Πέτρου οἱ δύο· καλῶς ἐμνημόνευσε τῶν μαθητῶν, ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠπίστησε, δείκνυσιν ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.

11

Οὖτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῆ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ Μαρία τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

Τοῦ αὐτοῦ. Μέγα γὰρ τοῦτο τὸ ὅπλον ἐν καὶ τοῦτο ἦσαν παιδευθέντες καλῶ; ἄλλως δὲ καὶ ὁ παρὼν πειρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε· σφόδρα γὰρ ἐδεδοίκεισαν τοὺς Ἰουδαίους. “σὺν ταῖς γυναιξί, γυναιφί” σησιν, γὰρ ὅτι ἠκολούθησαν αὐτῷ “καὶ Μαριὰμ ἡ μητὴρ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς “αὐτοῦ·” καὶ οὗτοι ἀπιστοῦντες πρότερον ἦσαν. Σκόπει δέ μοι πῶς, ὅταν εὔχηται τις, ὅταν προσκαρτερῇ τῇ δεήσει, ὅταν ἀγάπην ἔχῃ, τότε τὸ Πνεῦμα παραγίνεται.

Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποβολῆς Ἰούδα τοῦ προδότου.

Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ, ὡς ἕκατον εἴκοσι.

Τοῦ αὐτοῦ. Ὡς θερμὸς καὶ ὡς πιστευθεὶς παρὰ ποίμνην, καὶ ὡς προτιμώμενος ἀεὶ ἄρχεται τοῦ λόγου.

Ἄνδρες ἀδελφοὶ ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαβὶς, περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν.

Τοῦ ἀγίου εἰρηναίου. Τὴν ἀναπλήρωσιν ἐκ τῶν ὑπὸ Δαβὶδ εἰρημένων ποιούμενος.

Τοῦ Χρυσοστόμου. Εἰ γὰρ ὁ Χριστὸς ἀδελφοὺς πολλῷ μᾶλλον οὗτος πάντων παρόντων· ἰδοὺ ἐκκλησίας εὐθέως ἀξίωμα καὶ εὐαγγελικὴ κατάστασις, οὐδεὶς ἦν ἐκεῖ, οὔτε ἄρσεν οὔτε θῆλυ· τοιαύτας βούλομαι τὰς ἐκκλησίας εἶναι καὶ νῦν· οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκίας ἐμερίμνα· τοσοῦτον ἀγαθὸν οἱ πειρασμοί· τοιοῦτον αἱ θλίψεις· ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προρρήσεως· οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονε, ἀλλὰ τὸ ἤδη προ-

12
εἰρημένον· καὶ οὐ λέγει Δαβὶδ εἶπεν, ἀλλὰ τὸ Πνεῦμα δι’ αὐτοῦ. Ορα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ· ὄρα ὅτι οὐχ ἅπλως εἶπεν ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο.

Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.

Τοῦ Χρυσοστόμου. Κλῆρον δὲ αὐτὸν πανταχοῦ καλεῖ· τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν καὶ τῆς ἐκλογῆς· καὶ ἀναμιμνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο καθάπερ ἅπερ τοὺς Λευίτας· καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ· ὅτι ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε Κήρυξ· “ἐκτή- “σατο γάρ, φησι, “χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.” Ὄρα πῶς Θεοῦ οἰκονομία ἦν· “τῆς ἀδικίας φησὶ, πολλαὶ γὰρ ἀδικίαι· ταύτης δὲ οὐδὲν ἀδικώτερον γέγονέ ποτε.

Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος.

Τοῦ Αὐτοῦ. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι ἀλλ’ ἐν τὸν λόγον ἐπῆρεν.

Ἀπολιναρίου g. Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ Ἰούδας, ἀλλ’ ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι· καὶ τοῦτο δηλοῦσιν αἱ τῶν Ἀποστόλων Πραξεῖς· “ὅ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξε- “χύθη τὰ σπλάγχνα αὐτοῦ·” τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς, λέγων οὕτως, ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν Κυριακῶν λόγων· “μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ “κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς ἐπιτοσοῦτον τὴν σάρκα, “ὥστε μὴ δὲ ὁπόθεν ἅμαξα διέρχεται ῥαδίως ἐκεῖνον δύνασθαι “διελθεῖν· ἀλλὰ μὴ δὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ. “τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοι- “δῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μὴ δὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας h. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι· [*](g ἄπ(??). Cod. h Desunt liic quaedam quse supplevinuis ex optimo Cod. Coislin. XXV.)

13
“φέρεσθαι δὲ δι’ αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχώ- “ρας τε καὶ σκώληκας i εἰς ὕβριν· δι’ αὐτῶν μόνον τῶν ἀναγ- “καίων· μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ “χωρίῳ τελευτήσαντα· καὶ τοῦτο ἀπὸ τῆς ὁδοῦ ἔρημον καὶ ἀοί- “κητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι· ἀλλ’ οὐδὲ μέχρι τῆς “σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς “ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ· τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ “καὶ ἐπὶ γῆς κρίσις ἐχώρησεν.”

Καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.

Τοῦ Χρυσοστόμου. τοῦτο παραμυθίαν ἐκείνοις ἔφερεν, ἐξεχύθη τὰ ἔντερα Ἰούδα, οὕτω καὶ Ἀρείου τοῦ αἱρετικοῦ.

Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος.

Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας.

Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.

Τοῦ Χρυσοστόμου. Τουτέστιν τὴν ἀρχὴν, τὴν οὐκ ἐμὴ γνώμη τυγχάνει, ἀλλ’ ἐκείνου τοῦ ταῦτα προειρηκότος. ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχαίρειν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην.

Τὸν κλῆρον τῆς διακονίας, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· ὅρα ὅτι καὶ διάκονοι ἐκαλοῦντο οἱ μαθηταὶ καὶ ἐπίσκοποι.

Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς.

Τοῦ Χρτσοστόμου. Διατὶ κοινοῦται αὐτοῖς; ἵνα μὴ περιμάχητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν k ἐμπέσωσιν· εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι· καὶ ἀεὶ τοῦτο παραιτεῖται. διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· “ἄνδρες ἀδελφοὶ,” δεῖ ἐκδέξασθαι [*](i σκώλικας Cod. C. k φιλονικίαν Cod. C.)

14
ἀφ’ ὑμῶν· τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τουτέστι γινομένους αἰδεσίμους ποιῶν· καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς k πρὸς ἀλλήλους· μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά· καὶ ὅτι μὲν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα. ἐκ τίνων δὲ δεῖ; ἐκ τῶν συνελθόντων ἡμῖν, φησὶν, ἐν παντὶ χρόνῳ. εἰ μὲν γὰρ εἶπεν τοὺς ἐπιεικεῖς ἔδει παρεῖναι, καὶ τοὺς ἄλλους ἃν ὕβρισαι, τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν· οὐχ ἁπλῶς συνελθόντων εἰπὼν, ἀλλ’ ἐν παντὶ χρόνῳ.

Τοῦ Χρυσοστόμου. Καλῶς γὰρ τὰ πρὸ τούτου ἀλλὰ τότε Πνεύματι ἐμάνθανον.

Ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.

Τοῦ Αὐτοῦ. Ἵνα μὴ ἠκροτηρισασμένος ὁ χορὸς ᾖ· γένηται αὐτὸς ἑλέσθαι οὐκ ἐνῆν; ἵνα μὴ δόξῃ χαρίζεσθαι· ἄλλος δὲ καὶ νεύματος ἄμοιρος ἦν.

Τοῦ Αὐυοὐ. Οὐκ εἶπεν τῶν ἄλλων μάρτυρα, ἀλλὰ τῆς ἀναστάσεως μάρτυρα· καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν 1 ὅτι ἐκεῖνος φαγὼν καὶ πιὼν ὁ σταυρωθεὶς αὐτὸς ἀνέστη· τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα· αὕτη δὲ λάθρα γέγονεν, καὶ τούτοις μόνοις δήλη.

Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.

Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν· ἀλλὰ τὴν γνώμην αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν· ἀλλ’ ἄνωθεν κατὰ προφητείαν, ὥστε ἐξηγητὴς γέγονεν οὐ διδάσκαλος.

Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω.

Τοῦ Χρυσοστόμου. Σὺ μὴ ἡμεῖς· καὶ καλοῦσιν· ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρήν· οὕτως ἐθάρρουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι· οὐκ εἶπεν ἐκλέξαι, ἀλλ’ ἀνάδειξον τὸν ἐκλεγέντα· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ.

[*](k τῆς τῆς Cod. C. 1 εἶπεν Cod. C.)
15

Λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον ’τον ἴδιον.

Τοῦ Aὐτοῦ. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, ὅτι μάρτυρα ἀπαιτοῦσιν· οὐχὶ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ’ ἐλαττωθῆναι οὐκ ἐῶντες m.

Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθ'αν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα Ἀπο- στόλων.

Ἐπειδὴ οὐδέπω πνεῦμα ἦν. οὔπω γὰρ ἑαυτοὺς ἀξίους εἶναι ἡγοῦντο τοῦ διάτινος σημείου μαθῆν n. ἄλλος δὲ εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσεν διὰ τὸ ἐξ ἀρχῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν o, ἀπήρτησε τὴν τάξιν ὁ ἀναδεχθείς· ἀλλ’ ὁ ἕτερος οὐκ ἤλγησεν, οὐ γὰρ ἃν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ Ἀπόστολοι· οιγε περὶ αὐτῶν τῶν κορυφαίων εἰπόντες, ὅτι ἠγανακτησαν ἀλλαχοῦ, καὶ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Δεῖ τοίνυν τὸν κληρωθέντα τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ, οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο, μήτε φεύγειν δοθέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ. Οταν ὁ Θεὸς κληρώσῃ, δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος, μὴ ὃν βούληται αὐτὸς, ἀλλ’ ὃν ἡ χάρις δίδωσιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι ἦσαν οἱ Ἀπόστολοι κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει καὶ τῇ οἰκείᾳ χάριτι. ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλγεῖν ὡς ἀδικουμένους· ὁ κλῆρος συγγένειαν οὐκ οἶδεν· οὐδὲ φιλίαν οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα.

Περὶ θείας τοῦ Ἁγίου πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστῆς γενομένης εἰς τοὺς πιστεύσαντας.

Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.

[*](m εωμτ'. Cod. C. n Sic Cod. C. o Huc usque suppl. e Cod. Coisl.)
16

Τοῦ Αὐτοῦ. τουτέστι περὶ τῆς Πεντηκοστῆς· περὶ εἰπεῖν· ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι· ἵνα οἱ παρόντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσιν.

Σευήρου. Χριστὸς ὁ Θεὸς παθὼν τὸ ἑκούσιον πάθος σαρκὶ, ἀναστὰς ἐκ νεκρῶν, συνανέστησεν ἑαυτῷ τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους ἡμᾶς, καὶ τὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων κράτος κατέλυσε. Διὰ τοῦτο μέχρι τῆς Πεντηκοστῆς εἰς γῆν οὐ κλινόμεθα προσευχόμενοι καὶ κατὰ τῶν ἐχθρῶν ἡμῶν ψάλλοντες· αὐτοὶ συνεπο- “δίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν·” ἐν δὲ πυρίναις γλώσσαις τοῦ Πνεύματος θεοπρεπῶς ἐπιφανέντος ἡμῖν, γόνυ κάμπτομεν, τὴν θέαν οὐ φέροντες, καὶ δηλοῦντες ὅτι διὰ τοῦ Πνεύματος τὴν ἐν τριάδι τελείαν προσκύνησιν μεμαθήκαμεν· “Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύ- “ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.

Σευηριανοῦ p Γαβάλων. Ἐν τοίνυν ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐδόθη νόμος, Θεοῦ φανέντος καὶ νομοθετήσαντος, καὶ Μωϋσεως τὰς πλάκας δεξαμένου. Ἔδει οὖν καθ’ ἣν ἡμέραν ἐδόθη ὁ παλαιὸς νόμος, κατ’ αὐτὴν δοθῆναι καὶ τὴν τοῦ Πνεύματος χάριν. ἵνα καὶ ἡ αὐθεντεία τοῦ Πνεύματος δειχθῇ, καὶ Θεοῦ ἐπιφάνεια ἑρμηνευθῇ· καὶ δείχθη ἀδιαίρετος ἡ φύσις τῆς θεικῆς ὑποστάσεως ἐν παλαίᾳ καὶ νέᾳ, καὶ διαφόροις χρόνοις μίαν ἐργαζομένη τὴν συμφωνίαν τῶν θείων λόγων. Ὥσπερ γὰρ ὁ Σωτῆρ’ μέλλων ἐπιτελεῖν τὸ ἅγιον πάθος οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ ἑαυτὸν ἐκδοῦναι τῷ πάθει, ἀλλὰ καθ’ ὃν καιρὸν ἐθύετο τὸ πρόβατον, ἵνα αὐτῷ τῷ τύπῳ συνάψῃ τὴν ἀλήθειαν· οὕτως καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ δοθῆναι, ἣ καθ’ ὃν καιρὸν ἐδόθη νόμος· ἵνα δειχθῇ ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τότε ἐνομοθέτησε, καὶ νῦν νομοθετεῖ.

Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.

Σευήρου ἐπισκόπου ἀπὸ λόγου MH. ἵνα παραστήσῃ σαφῶς, ὡς οὐρανόθεν θεικῶς ἡ τοῦ Πνεύματος κάθοδος γέγονε· πνοῆς δὲ ὥσπερ φερομένης βιαίας, ὅτι τοὺς ὑποδεξομένους τῆς υἱοθεσίας τὴν χάριν βιαστὰς ἤμελλεν ἀποτελεῖν [*](P Σευήρου Cod.)

17
τῆς βασιλείας τῶν οὐρανῶν· ἐπλήρου δὲ τὸν οἶκον ὅλον, ἱν ἡ δωρεὰ δεδομένη δειχθῇ, μὴ μερικῶς τισὶν, ἀλλ’ ὅλῳ τῷ τῆς ἐκκλησίας πληρώματι· γλῶσσαι ὑπῆρχον ὀφθεῖσαι πυρὸς, τοσοῦτον εἶναι δηλοῦσαι τὸ μέσον τῆς παλαιᾶς νομοθεσίας καὶ τῆς καινῆς, ὅσον ἐνάρθρου λόγου διὰ γλώττης ἐκφερομένου καὶ ἀσήμων σαλπίγγων ἠχοῦς. Καὶ ἐκεῖ μὲν ὡς ἐν ἀστραπῇ ἀεὶ τὸ πῦρ αὐτοὺς παρετρεχεν· ἐνταῦθα δὲ αἱ τοῦ πυρὸς γλῶσσαι τοῖς Ἀποστόλοις ἐπεκαθέστησαν, καὶ παραχρῆμα πλήρης ἦσαν τοῦ Πνεύματος, τὰ θεῖα πλημμυροῦντες νάματα· καὶ ἐγκαθημένην ἔχοντες, οὐ παροδεύουσαν τὴν φλόγα τῆς χάριτος καὶ τὰς γλώσσας αὐτῶν πρὸ πᾶν εἶδος διαλέκτου στομώσασας· οὐ σκότῳ καὶ γνόφῳ καλυπτομένην, ἀλλ’ ὥρᾳ τρίτῃ τῆς ἡμέρας ἐκλάμπουσαν· καὶ τοῦτο εἰς ἔνδειξιν τοῦ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνδημίας πεφανερῶσθαι λαμπρῶς ὡς ἐν ἡμέρᾳ τὸ τῆς τριάδος μυστήριον.

Ἰσιώρου. Ὃν τρόπον τὰ τοῦ νόμου προοίμια φόβου ἐδεῖτο πρὸς φυλακὴν τῶν ἐντολῶν, ἐπιστρέφοντα τοὺς ἀκούοντας, καὶ ἐκ μέσου τοῦ πυρὸς ὁ Θεὸς ἐχρημάτιζεν, οὕτω καὶ μετὰ τὴν τοῦ δεσπότου καὶ Σωτῆρος ἡμῶν ἀνάστασιν ἐν πυρὶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς Ἀποστόλοις κατήρχετο, βιαίας πνοῆς προηγουμένης, ἵνα εἷς ὁ Θεὸς ἐν ἀμφοτέραις ταῖς διαθήκαις γνωσθῇ· εἰ καὶ πολὺ τῆς δευτέρας τὸ πρὸς τὴν προτέραν διάφορον ἡ μὲν γὰρ τυπικοῖς ἐχρῆτο προστάγμασιν· ἡ δὲ ταῖς ἀληθέσιν ἐλλάμψεσι θαύμασι τε καὶ δόγμασιν.

Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι.

Ιωάννου. Πόλλην τὴν ῥύμην λέγει τοῦ Πνεύματος, καὶ τοὺς παρόντας θεραπεῦσαι, καὶ οὕτως ἀξίους δειχθῆναι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου φρικωδέστερον, “καὶ ὤφθησαν “αὐτοῖς,” φησὶ, “διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.”

Τοῦ Αὐτοῦ. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἧν.

Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς.

Τοῦ Χρυσοστόμου. “Ὡσεὶ πυρός,” φησι· καλῶς ὡς, ἵνα μηδὲν αἰσθητὸν περὶ τοῦ νεύματος νομίσης· καὶ ὡσεὶ πνοῆς q +K ἄρα ἄνεμος ἦν ὡσεὶ πυρός· ὅτε μὲν γὰρ Ἰωάννῃ τὸ Πνεῦμα ἔδει γνωσθῆναι, ὡς ἐν εἴδει περιστερᾶς ἦλθεν ἐπὶ τὴν [*](q Est hic parvus hiatus.)

18
κεφαλὴν τοῦ Χρίστου· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός—Καὶ μετ’ ὀλίγα—ἀνέμνησεν αὐτοῦ καὶ ἑτέρας ὄψεως· ὥσπερ γὰρ ἐφάνη ἐν τῇ βάτῳ.

Τοῦ Αὐτοῦ. Καὶ καλῶς εἶπε “διαμεριζόμεναι·” ἐκ μιᾶς ῥίζης· ἵνα μάθῃς ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. ὅρα δὲ καὶ ἐκείνους πρώτους δειχθέντας ἀξίους· καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον οἷον ὥσπερ δαβὶς, ἅπερ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις· καὶ πάλιν τὸν Μωσέα καταφρονοῦντα βασιλείων καὶ πάντα ἀφιέντα, καὶ μετὰ τεσσαράκοντα ἔτη δημαγωγίας ἁπτόμενον· τὸν Σαμουὴλ ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν ἐκ τῶν μετὰ ταῦτα δῆλον· οὕτω δὴ καὶ οὗτοι πάντα εἴασαν τὰ ἑαυτῶν.

ΣχόΛ. Τοῦτο σημαίνει τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· πᾶς οὖν, ᾧ δέδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος, ὡς εὐχαρίστως εἰπεῖν· “Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν.“

Κυρίλλου. Οἱ μὲν ταῖς γλωσσαῖς ἐλάλουν, καίτοι πρὶν οὐκ αὐτάς· οἱ δὲ συνήσαν διερμηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· “ὅτι “ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ n τούτῳ, “καὶ οὐδ’ οὕτως πιστεύσουσιν·” ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν· ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν. Καὶ μετ’ ὀλίγα—ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγωγοὶ γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς. Ἄνδρες ὄντες Γαλιλαοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰου [*](n Verba a λαῷ usque ad διαφ. suppl. rec. m. in niargine.)

19
δαίαν, Ἑβραῖοι τὲ καὶ ἐξ Ἑβραίων, Μήδοις τὲ καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τὲ καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις· καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῆ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ, ὡς ὤφθησαν αὐτοῖς διαμε- ριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” καὶ τὰ ἑξῆς. ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὧσπέρ τινα τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥάθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις.

Γρηγορίου τοῦ θεολόγου. Ἐν γλώσσαις δὲ, διὰ λόγον οἰκείωσιν· πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν· οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πολλαχόθεν βουλομένοις ὑπάρχει μαθεῖν ἢ o διὰ τὴν οὐσίαν· πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν· μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐπὶ τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ· ἐν ὑπερῴῳ δὲ, εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος, διὰ τὴν ἀνάβασιν τῶν δεξομένων καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζονται, δι’ ὧν ὑμνεῖται Θεός· καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις· ἵν ἐκεῖ παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μώσεως οἶδα γινόμενον· τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης· ἕως δ' ἃν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως ἄμικτος ἡ ἀγαθότης· καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα μέγα ἐν μέσῳ καὶ ἀδιάβατον· οὐ τὸν πλούσιον τοῦ Λαζάρα μόνον καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγεννήτου καὶ ἑστηκυίας.

[*](ο Sic Cod.)
20

Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν εἰ δύνατον, περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι ἣ φοβήθητι μετὰ πυρὸς ὁρωμένας.

Σεγήρου. Οὐκ εἶπε πυρὸς, ἀλλ’ “ὡσεὶ πυρὸς,” οὐ γὰρ τὸ φαινόμενον· ἀλλὰ πῦρ ἐνομίζετο, ἢ ἐφαίνετο. διατὶ δὲ τὸ πῦρ τοῦ Πνεύματος πρόδρομον εἰς φόβον ἐγεῖρον τοὺς ἀποστόλους o; τὸ πῦρ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφάνεια· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβοις τότε τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανεῖσαν, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέως γινόμενα. λέγει Μωϋσῆς “καὶ “ἦν τὸ ἕδος τοῦ Θεοῦ Ἰσρα(??)λ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον.” ὅρα καὶ τὴν λέξιν συμφωνοῦσαν, ἐκείνη ἡ δόξα τοῦ Ἰσραὴλ ὡς πῦρ· οὐκ εἰπεν πῦρ, ἀλλ’ ὡς πῦρ· καὶ ᾧδε ὤφθησαν γλῶσσαι, ὡσεὶ πυρὸς διαμεριζόμεναι πρόσεχε, παρακαλῶ, τὸν τρόπον πῶς ἐγένετο οὐκ ἐφάνησαν εὐθέως γλῶσσαι, ἁλλὰ πῦρ πολύ· εἶτα ὥσπερ κατεμένετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλῶσσαν. τίνος μερίζοντος; τίνος μεριζομένου; οὐχ ἡ φύσις τοῦ Πνεύματος ἐμερίζετο, ἀλλ’ ἦν τὸ μερίζον τὸ Πνεῦμα, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα οὐ διαιρεῖται, ἀλλὰ διαιρεῖ. ὤφθησαν διαμε- "ριζόμεναι ὡσεὶ πυρός· διατὶ γλῶσσαι; ἐπειδὴ κηρύγματος ἦν ἡ σταύρωσις, ἵνα τὸ σχῆμα ἑρμηνεύσῃ τὴν ἐνέργειαν· ὅτι ὑπὲρ ἄλλου τινὸς οὐ δίδοται τὸ Πνεῦμα ἐν εἴδει γλωσσῶν, ἀλλ’ ὑπὲρ τοῦ τὸ κήρυγμα ἀνθῇ οὖν τῆς ἀποστολικῆς διδασκαλίας· καὶ ἃ ἔλιπε τῆ φύσει τῶν ἁλιέων διὰ τὴν ἀπαιδευσίαν, ταῦτα δοθῆναι δι’ αὐτῶν· ἵνα παρ’ αὐτῶν λαλούμενα διαφόροις γλώσσαις, καὶ ὑπερβολὴν δωρεᾶς ἔχοντα, φωτίζῃ τοὺς ἀκούοντας, Ἔδει δὲ καὶ πυρὸς ἔχειν δύναμιν, εἰς τὸ ἀναλῶσαι πᾶσαν τὴν ἐν τῷ κόσμῳ ὑλομανοῦσαν ἁμαρτίαν· καὶ ὥσπερ τὸ πῦρ ἔχει τὴν φωτιστικὴν καὶ καυστικὴν δύναμιν, οὕτως ὁ λόγος τῶν Ἀποστόλων καὶ ἐφώτιζε τοὺς πιστεύοντας καὶ ἀνήλισκε τοὺς ἀντιλέγοντας. τοιαύτην εἶχεν γλῶσσαν πυρὸς Παῦλος· ἦρ κατὰ τὸ αὐτὸ καὶ τὸν ἀνθύπατον ἐφώτισεν καὶ Ἐλύμων τὸν μάγον ἐτύφλωσεν· τῇ αὐτῇ δυνάμει κἀκεῖνον φωτίσας, καὶ τοῦτον τυφλώσας.

Σευήρου Ἀντιοκείασ. Μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἐπ- [*](ο Desunt duo fol. quae supplevimus e Cod. Coislin. XXV. P ἢ Cod.)

21
ἀγγελίαν τῆς ἀψευδοῦς ἐκείνης φωνῆς, ἐν πυρίναις γλώσσαις τοῖς Ἀποστόλοις τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεφοίτησεν· οἳ τοῖς ἁπάντων τῶν ἐθνῶν γλώσσαις λαλοῦντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν κηρύττοντες, ἐδήλουν, ὡς ὁ πάλαι τὴν τῶν ἀνθρώπων φωνὴν μίαν οὖσαν εἰς πολλὰς διελὼν, νῦν τὰς ἁπάντων γλώσσας εἰς μίαν νοῆν συνήρμοσεν·

Τοῦ αὐτοῦ ἀπὸ λόγου ΚΕ. Καὶ ’ς ἐπιφοιτᾶ· διὰ μὲν τοῦ πυρὸς δεικνύον, ὡς ταὐτόν ἐστι τὴν οὐσίαν καὶ τὴν δόξαν ἐκείνῳ τῷ ἐν πυρὶ καταβεβηκότι πρὸς τὸ ὄρος Σινᾶ καὶ τὴν βάτον τὴν ἀκατάφλεκτον, καὶ τὸν Μωϋσέα μυσταγωγήσαντι· διὰ δὲ τῶν γλωσσῶν, ὡς q σύγγενές ἐστι καὶ οὐκ ἀλλότριον τῆς τοῦ Υἱοῦ καὶ Λόγου θεότητος· γλῶσσα γὰρ καὶ λόγος πολλὴν ἔχει πρὸς ἄλληλα τὴν ἐγγύτητα, καὶ τὰ τοῦ νοῦ κινήματα διαγγέλλουσιν.

Σκόλιον. Διὰ γλωσσῶν διεμέρισεν ἅπαν τὸ γένος, καὶ διὰ τοῦτο διὰ γλωσσῶν ἐπὶ τοῦ παρόντος πάλιν ἐπισυνήγαγε πάντας ἔπι τὸ αὐτὸ.

Σεγήρου ἐπισκόπου Ἀντιοκείας. Ἵνα τὰς ἀκάνθας καταφλέξωσιν. ἃς ἡ παράβασις τοῦ Ἀδὰμ κατεφύτευσεν.

Διδύμου. Ἀναλαμβανόμενος ἀπὸ τῶν μαθητῶν Ἰησοῦς εἶπεν, μετ’ οὐ πολλὰς ἡμέρας ἐπελεύσεσθαι ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον. μετὰ δέκα ἡμέρας τοῦ ταῦτα λεχθῆναι, συμπληρωθείσης τῆς Πεντηκοστῆς ἡμέρας παρέσχεν δαψιλῶς αὐτοῖς τὸ Πνεῦμα· ὡς πληθῆναι αὐτοῦ ἕκαστον τῶν Ἀποστόλων καὶ τῶν ὄντων μετ’ αὐτῶν ἐν τῷ ὑπερῴῳ, ἔνθα ἦσαν κατιόντος τοῦ Πνεύματος· ὤφθησαν γλῶσσαι ὡσεὶ πυρὸς, αἳ καὶ ἐκάθισαν ἐπὶ ἕκαστον αὐτῶν· σημαίνει δὲ ἡ γλῶσσα ἡ πυρίνη τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· πᾶς οὖν ᾧ δίδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος· ὡς εὐχάριστος εἶπεν, “Κύριος δίδωσι μοι γλῶσσαν παιδείας, τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.

Ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν.

Τοῦ Χρυσοστόμου. τουτέστι παρέμενεν, ἐπαναπαύσατο· τὸ γὰρ καθίσαι τοῦ ἑδραίου ἐπισημαντικὸν καὶ τοῦ μεῖναι· ἄρα ἐπὶ [*](q ᾧ Cod.)

22
τοὺς δώδεκα ἦλθεν; οὐχί· ἀλλ’ ἐπὶ τοὺς (??) οὐ γὰρ ἃν παρήγαγε τὴν μαρτυρίαν τοῦ προφήτου ὁ Πέτρος λέγων· “καὶ “ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ “Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” καὶ τὰ ἑξῆς.

Σευηριανοῦ ἐπισκόπου γαβάλων. “Ἐκάθισεν “ἕκαστον αὐτῶν·” ἦν ἰδεῖν ὑπὲρ κεφαλῆς πάντων τῶν ἁγίων πῦρ οὐ καῖον, ἀλλ’ ἁγιάζον καὶ καταλάμπον. Διατὶ οὖν τὰς γλώσσας οὐκ ἐπὶ τοῦ στόματος ἐδέξαντο, ἀλλ’ ἐπὶ τῆς κεφαλῆς; εἰκότως οὖν εἰς τὴν γλῶσσαν, τουτέστιν εἰς τὸ τῆς φύσεως ὄργανον, ἐδόθη τὸ Πνεῦμα· ἵνα μὴ νομίσωσιν ἐκ τῶν ἰδίων λαγόνων καὶ ἐκ τοῦ ἰδίου στόματος προφέρειν, ἃ μὴ εἶχον· ἀλλ’ ὥσπερ εἰς οὐρανὸν τὰ ὕδατα λαμβανόμενα τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνουσι, καὶ ἀπὸ τῶν ὑψωμάτων ἐπὶ τὰς φάραγγας καταφέρονται, οὕτως τὴν κορυφὴν ὡς ὄρος καταλαμβάνουσα ἡ τοῦ Πνεύματος χάρις, ἐπχωρήγησε λοιπὸν ἀπὸ τῆς κορυφῆς τῷ ἐγκεφάῳ· εἶτα τῷ στόματι καὶ τῇ καρδίᾳ, καὶ ὅλον δι’ ὅλου τὸν ἄνθρωπον ἐπλήρωσεν ἀπὸ τῆς κεφαλῆς. Διατὶ δὲ πάλιν ἐπὶ τὴν κεφαλήν; ἐπειδὴ οἱ Ἀπόστολοι ἐχειροτονοῦντο τῆς οἰκουμένης διδάσκαλοι· χειροτονία δὲ ἄλλως οὐ γίνεται, εἰ μὴ ἐν τῇ κεφαλῇ· ὑπὸ γὰρ τοῦ Σωτῆρος εἰ καὶ προεχειρίσθησαν Ἀπόστολοι, ἀλλ’ οὐ τῆς οἰκουμένης· τὴν Ἰουδαίαν δὲ μόνην ἐπιστεύθησαν· ὅθεν παρήγγειλεν αὐτοῖς ὁ Σωτῆρ’· “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς “πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ “πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐπιδημῆσαν χειροτονεῖ αὐτοὺς Ἀποστόλους τῆς οἰκουμένης, πάντων τῶν ἐθνῶν· καὶ εἰ μὴ ἐδέξαντο τοῦ Πνεύματος τὴν χάριν, οὐκ ἂν ἐνεχειρίσθησαν τὴν ἀποστολὴν τοῦ κόσμου. μαρτυρεῖ τούτοις τοῖς ῥήμασιν αὐτὸς ὁ δεσπότης· “καὶ λήψεσθε δύναμιν ἐπελθόν- “τος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες “ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ “ἕως ἐσχάτου τῆς γῆς·” τὴν μὲν γὰρ ἀπαρχὴν παρὰ τοῦ Σωτῆρος ἔλαβον, τὸ δὲ τέλος παρὰ τοῦ Πνεύματος· ἀνώτερον οὖν τὸ Πνεῦμα τοῦ Υἱοῦ; οὐ· ἀλλ’ ὥσπερ ὁ Πατὴρ τὰ μείζονα τῷ Υἱῷ δεδωκὼς, ἑαυτὸν οὐκ ἐλαττοῖ· οὕτω καὶ ὁ Υἱὸς τῷ Πνεύματι παραχωρῶν τὰ μείζονα, τὴν ἑαυτοῦ δόξαν οὐκ ἐλαττοῖ· τοῦ Ἁγίου Πνεύματος ἐπι-

23
φοιτήσαντος προεχειρίσθησαν οἱ Ἀπόστολοι τῆς οἰκουμένης· τὸ γὰρ τὰς γλώσσας ἐπὶ τῶν κεφαλῶν φανῆναι, δείκνυσι χειροτονίας σχῆμα· πῶς ὑπὲρ κεφαλῆς τίθεται ἡ χειροτονία διὰ τὴν τῶν ἀναγκαίων καὶ ἐκκλησιαστικῶν πραγμάτων p ἀκολουθίαν. ὅρα γὰρ ὅτι ἐντεῦθεν καὶ ἕως νῦν ἐκράτησε τὸ πρᾶγμα. ἐπειδὴ γὰρ ἀόρατος ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις, ἀπὸ τῆς τοῦ Ἁγίου Πνεύματος διδασκαλίας ὁ νόμος εὕρηται τοῦ εὐαγγελίου· ἐπιτίθεται τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονεῖσθαι τὸ εὐαγγέλιον· καὶ ὅτ’ ἂν ἐπιτεθῇ, οὐδὲν ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν πυρὸς ἐπικειμένην τῇ κεφαλῇ· γλῶσσαν, διὰ τὸ κήρυγμα· πυρὸς, διὰ τὸν λέγοντα· “πῦρ ἦλθον “βαλεῖν q ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;““ἐκάθισεν “ἐφ' ἕνα ἕκαστον αὐτῶν·” οὐκ εἶπεν ἐδράσθη· οὐκ εἶπεν κατήντησεν, ἀλλ’ ἐκάθισεν· ἵνα δείξῃ ὅτι πᾶς ἀνὴρ δουλεύων Θεῷ καὶ δεχόμενος λειτουργίαν, θρόνος ἐστιν Θεοῦ. οὐκ εἶπεν ἐπεπόλευσεν ἑκάστῳ, ἀλλ’ ἐκάθισεν ἐπάνω· καὶ ἦν Πέτρου ἡ κεφαλὴ θρόνος τοῦ Ἁγίου Πνεύματος, καὶ Ἀνδρέου καὶ ἑκάστου αὐτῶν· ὁμοίως ἦν ἰδεῖν ἐπικαθήμενον αὐτοῖς τὸ πῦρ· καὶ ἐννοῆσαι φύσιν, ὄψει μὲν ἕτερα δεικνύουσαν, τῇ δὲ ἐνεργείᾳ ἄλλα παριστῶσαν.

Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου.

Τοῦ Χργσοστόμου. Οὐ λαμβάνουσιν ἕτερον σημεῖον, τοῦτο πρῶτον· ξένον γὰρ ἦν· καὶ οὐ χρεία ἦν ἑτέρου σημείου· ἐκάθισεν φησὶν “εφ ἕνα ἕκαστον αὐτῶν ὅρα μοι πῶς οὐκέτι άλγεῖ ἐκεῖνος ὁ μὴ αἰρεθεὶς r ὡς ὁ Ματθίας, καὶ “ἐπλήσθησαν ἅπαντες” φησίν· οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύματος τὴν χάριν, ἀλλ’ “ ἐπλή- “σθησαν.”

Κυρίλλου ἐκ τῆσ Ἰωὴλ ἑρμηνείασ τόμου Β. Ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρός· καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ Χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν· οὐκ οὖν προεφήτευον ἁπάσῃ γλώσσῃ [*](P In marg. γρ. προσταγμάτων. q ἦλθεν βαλὴν Cod. r ἐρεθείς Cod.)

24
λαλοῦντες· προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο· γέγραπται γὰρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις “λαλήσω τῶ λαὼ τούτω, καὶ οὐδ’ οὕτως πιστεύσωσιν.” τοῦτό σοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἐφ’ ἑκάστην πολυγλωσσίαν τὴν ἀπαρχὴν ἤτοι τὸ γένος.

Σευηριανοῦ Γαβάλων. “Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύ- “ματος Ἁγίου.” ἐδείχθη πρῶτον ὅτι ἐκάθισεν μὲν ἐπὶ τῇ ἀπὸ δὲ τῆς κεφαλῆς ἐπληρώθη ὁ ἄνθρωπος· “ἐπλήσθησαν Πνεύ- “μάτος καὶ ἤρξαντο λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς·” αὐτὸ διαιρεῖ· αὐτὸ δίδωσι λαλεῖν t καὶ τῷ κηρύττοντι καὶ τῷ λαλοῦντι· οὔτε μαρτυρῆσαι ἔστιν ἀνδρὶ, μὴ ὑπὸ Πνεύματος Ἁγίου χωρηγουένῳ· “καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι·” οὐ γὰρ ἐξ ἑαυτῶν ἐφθέγγετο, ἀλλ’ ἀπὸ τοῦ Ἁγίου Πνεύματος. λοιπὸν ἡ τοῦ Θεοῦ χάρις ᾠκονόμησεν ἀπαρχῆς τοῖς Ἀποστόλοις ἔμπρακτον εἶναι τὸν λόγον· τίς γὰρ χρεία ἠν κηρύκων, τῶν ἀκουόντων οὐκ ὄντων; τίς γὰρ χρεία σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης; ἐπεὶ οὖν ἐχρῆν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμίων τάξιν λαβεῖν, ἐπάγει ὁ συγγραφεὺς “καὶ ἤρξαντο λαλεῖν καὶ τὰ ἑξῆς.

Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.

Τοῦ+ Χρυσοστόμου. τίνος ἕνεκεν πρὸ τῶν τὸ τῶν γλωσσῶν ἔλαβον οἱ Ἀπόστολοι; ἐπειδὴ πανταχοῦ διέρχεσθαι ἤμελλον· καὶ ὥσπερ ἐν καιρῷ τῆς πυργοποιῑας ἡ μία γλῶττα εἰς πολλὰς διετέμνετο, οὕτω τότε αἱ πολλαὶ γλῶσσαι πολλάκις εἰς ἕνα ἄνθρωπον ἤεσαν· καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ταῖς πολλαῖς διελέγετο γλωσσαῖς, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο u χάρισμα γλωσσῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἠδύνατο λαλεῖν φω- ναῖς.

Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.

[*](s Est vacuum spatium in Cod. t λαλῖν Cod. u Hinc denuo descr. Cod. N.C.)
25

Οὐκ ἃν εἶπε παντὸς καὶ τῶν Ἀποστόλων ὄντων ἐκεῖ· εἰ μὴ καὶ οἱ ἄλλοι μετέσχον· οὐ γὰρ ἃν αὐτοὺς ἄνω καὶ κατ’ ἰδίαν προειπὼν καὶ ὀνομαστὶ, νῦν συνῆψεν ἐν τοιούτῳ πράγματι· εἰ γὰρ ὅπου είπεῖν ἦν, ὅτι παρῆσαν, κατ᾿ ἰδίαν τῶν Ἀποστόλων μνημονεύει, πολλῷ μᾶλλον ἐνταῦθα.

Τοῦ Χργσοστόμου. Τὸ κατοικεῖν εὐλαβείας ἦν τοσούτων ἐθνῶν πατρίδας ἀφέντες καὶ οἰκίαν καὶ συγγενεῖς, ἐκεῖ οἰκεῖν.

Ἀντὶ τοῦ ἀπὸ πολλῶν ἐθνῶν· τὸ γὰρ παντὸς ἐπὶ πολλῶν ἐκλαμβάνει ἡ γραφὴ ὑπερβολικῶς χρωμένη· οὕτως εἴρηται καὶ τὸ “ἐκ- “χεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” καὶ τὸ “οἱ πάν- “τες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστῦ.” καὶ τὸ, “οὐκ “ἔστι δίκαιος οὐδὲ εἷς·” ἀπὸ τοῦ καθόλου τοὺς πολλοὺς σημαίνουσα.

Ἵνα δείξῃ αὐτοὺς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῶ ναῶ· ἐκεῖ ὤκουν οἱ ἀπὸ πάντων τῶν ἐθνῶν.

Διδύμου. Τὸ ἀπὸ παντὸς ἔθνους ἁπλούστερον ἐκληπτέον· δυνάμενον τῷ ἀπὸ πολλῶν· μᾶλλον δέ τις βιαιότερον ἐπιχειρήσει λέγων ἐπὶ τοὺς εὐλαβεῖς Ἰουδαίους τοὺς κατοικοῦντας Ἱερουσαλὴμ φησὶ, τὸ ἀπὸ παντὸς ἔθνους δηλοῖ τῶν ἐν Ἱερουσαλὴμ ὄντων· οἷον, λόγου χάριν ἤτωσαν τὰ πάντα ἔθνη ἑβδομήκοντα· ἀπὸ τούτων τῶν ἑβδομήκοντα, τινὰ ἔθνη ἐτύγχανεν ἐν τῇ Ἱερουσαλήμ· φέρε ἀπὸ τούτων εἴκοσιν οἱ ὄντες εὐλαβεῖς Ἰουδαῖοι ἐν τῇ Ἱερουσαλὴμ ελάλουν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ὡς τὸ ἀπὸ παντὸς ἔθνους μὴ καθάπαξ εἰρῆσθαι, ἀλλὰ τοῦ ὄντος ἐν τῇ Ἱερουσαλήμ. ἐὰν δὲ ἔθνη εἴκοσιν ὑποθώμεθα ἐν τῇ Ἱερουσαλὴμ εἶναι, μὴ νομιζέτω τις ἐξ ὁλοκλήρου τὰ εἴκοσιν ἔθνη εἶναι ἐν τῇ Ἱερουσαλήμ· ἀλλ’ ἀπὸ τούτων τινὰς ἀνθρώπους· συμφώνως τούτους νοῆσαι σπουδαστέον, καὶ τὴν προφητείαν τοῦ Ἰωὴλ τὴν ἐκ προσώπου τοῦ Θεοῦ λέγουσαν “ἐκχεῶ “ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” ἀλλὰ τὴν παρεακευασμένην δέξασθαι τὸ Πνεῦμα δίδοσθαι αὐτὸ ῥητέον.

Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος.

Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ ἐν οἰκίᾳ ἐγένετο εἰκότως ἔξωθεν συνέδραμον.

Τοῦ αὐτοῦ. Διὰ τὴν τῶν ἐθνῶν δωρεὰν αἱ γλῶσσαι· τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐκεῖθεν λαβεῖν τὸ σημεῖον. ἐγένετο ἄφνων

26
ἐκ τοῦ οὐρανοῦ φωνὴ, ἵνα καὶ ἐκ τοῦ γενομένου συναχθῇ τὸ πλῆθος· οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπράγον u, ὅτι οὐκ ἀνέχεται ὁ ἄνθρωπος μὴ ἐρωτῆσαι· σεισμός ἐστιν; ἄνεμός ἐστι; Θεὸς ᾠκονόμησε τοῦτο· εἶτα λέγουσιν οὐ. ἀλλ’ οἱ μαθηταὶ τοῦ σταυρωθέντος Πνεῦμα Ἄγ’ ἴον ἔλαβον· ἤρξαντο πάντες οὐχ ὡς φίλοι τέως, ἀλλ’ ὡς θεωροὶ τοῦ ξένου θεάματος ἑστάναι· “ γενομένης “τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη” διὰ τὸν φόβον· καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσιν εἰργάσατο ὁ φόβος, καὶ τὸ ξένον τοῦ θεάματος, λέγει, συνεχύθησαν τῷ φόβῳ· ἔστιν οὖν σύγχυσις κατάστασιν ἐργαζομένη· ὅταν συγχέῃ σε φόβος Θεοῦ, εἰς κατάνυξιν φέρει· συνεχύθης διὰ τὴν συνείδησιν τῶν ἁμαρτημάτων· κατέστης διὰ τὴν ἐλπίδα τῆς μετανοίας.

Καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῆ ἰδίᾳ διαλέκτω λαλούντων αὐτῶν.

Τοῦ Χρυσοστόμου. Εἰκότως· ἐνόμιζον γὰρ αὐτῶν τέλος τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ· καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν ἔτι οὔσης τῆς σφαγῆς· καὶ πάντα αὐτοὺς ἐπτόει.

Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον.

Τοῦ αὐτοῦ. Ἐξίσταντο καὶ ἐθαύμαζον λέγοντες· “οὐκ “πάντες οὗτοι·” πρὸς τοὺς Ἀποστόλους ἑώρων; ὁρᾶς ἐξ ἀνατολῶν εἰς δυσμὰς αὐτοὺς τρέχοντας· “ἕτεροι διαχλευάζοντες ἔλεγον, ὅτι γλεύ- “ κους μεμεστωμένοι εἰσίν·” ὦ τῆς ἀνοίας· ὦ τῆς κακίας τῆς πολλῆς· καίτοι οὐδὲ καιρὸς ἦν· τὸ δεινότερον, ὅτι ἐκείνων ὁμολογούντων, Ἰουδαίων ὄντων, τῶν σταυρωσάντων· ἴσως ἐκεῖνοι μετὰ τὸ εἰπεῖν τοσαῦτα λέγουσιν “ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.” “οὐκ ἰδού,” φησι, “πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι.” καὶ γὰρ τοῦτο ὡμολόγητο· οὕτως αὐτοὺς ἐποίησεν ὁ ἦχος· τὸ γὰρ πλέον τῆς οἰκουμένης κατέλαβε· τοῦτο ἐνεύρου τοὺς Ἀποστόλους.

Τοῦ ἁγίου Σευηριανοῦ Ἐπισκόπου Γαβάαων. Ἐνενόουν πρὸς ἀλλήλους λέγοντες πάντες οἱ ἐξ ἐθνῶν· “οὐκ ἰδοὺ πάντες οἱ “λαλοῦντες εἰσὶ Γαλιλαῖοι;” ἐγνωρίζοντο γὰρ καὶ ἀπὸ τοῦ Σωτῆρος καὶ ἀπὸ τῆς λαλιᾶς τῆς πρώτης. Καὶ μετ’ ὀλίγα—δεκάπεντε [*](u φιλοπράγμονον Cod.)

27
δὲ γλωσσῶν ἔλαβον τέως χαρίσματα, ὅσον πρὸς τοὺς παρόντας· τίς γὰρ ἢν χρεία Περσικῆς γλώττης, μὴ παρόντων Περσῶν; ἀλλ’ ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα μηχανὴ κατασκευάζεται καὶ πᾶσα μαγγανεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρείαν καὶ τὴν ἀναγκὴν τὴν καταλαβοῦσαν, οὕτως τοσαῦται γλῶσσαι ἐφάνησαν τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν ἀπαρχαί. Διατὶ δὲ δεκαπέντε γλωσσῶν ἀπαρχαί; ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ· καὶ ὑπηρέται οἱ δώδεκα· καὶ πρόσεχε, παρακαλῶ, ἐν τῇ τῶν θαυμάτων φανερώσει συνεισῆγον οἱ Ἀπόστολοι, καὶ τὸ κήρυγμα τὸ εὐτελὲς τοῦ σταυροῦ· ἵνα ἀπὸ τοῦ φαινομένου ἐνδόξου ἀναιρεθῇ μὲν τὰ τῆς εὐτελοῦς ὑπονοίας, ὑποφαίνηται δὲ κατὰ μέρος καὶ οἰκονομῆται ἡ τοῦ σταυροῦ χάρις· καὶ τὰ γινόμενα ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις· ὅτι ἄλλο τὸ νομιζόμενον, καὶ ἄλλο τὸ ἐνεργοῦν· οἷον ἐλάλουν οἱ Ἀπόστολοι ταύτην τὴν χάριν, ἣν ἐλάβομεν διὰ τὸν παθόντα τὸν σταυρωθέντα, τὸν οὐρανοῦ δεσπότην· καὶ οὐκ ἐδόκουν ἐναντία λέγειν· αὕτη γὰρ ἡ γλῶσσα παροῦσα, ἔλυε τὴν ὑποψίαν καὶ ἐβεβαίου τὸ κήρυγμα. Ἐλάλουν οὖν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἢν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν οὐκ ἔμαθεν· ἵνα πληρωθῇ καὶ τὸ ἀρχαῖον ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, “γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν. οἰκονομεῖ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον, ἵνα μὴ ᾖ στάσις ἐν τοῖς Ἀποστόλοις, τὸ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν· καὶ δίδοται ἑκάστῳ γλῶσσα καθάπερ κανών· ΡωμαΪστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Ῥώμην· Περσιστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Πέρσιδα. καὶ ὥσπερ ἡ χειροτονία ἡ ἱερατικὴ μηνύει τῳ χειροτονουμένῳ τὸ ἀξίωμα, εἶτε διάκονος, εἴτε πρεσβύτερος, εἴτε Ἐπίσκοπος· καὶ οὐ δύναται ἐκφωνηθεῖσαν αὐτῷ κήρυξιν ἁρπάσαι ἑαυτῷ ἄλλο ἀξίωμα, οὕτως καὶ οἱ Ἀπόστολοι ἐκ τῆς γλώσσης ἔλαβον τὸν κανόνα. ἀλλ’ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἐν ὅσῳ ἀπήεσαν ἐς τὴν Ῥώμην, διέρχεσθαι διὰ πολλῶν ἐθνῶν, ἐλάμβανον ὥσπερ x βοηθοὺς ἄλλας γλώσσας· τὴν πρώτην ἀπὸ χειροτονίας ἔχοντες. Εὑρίσκεται γὰρ ἕκαστος τῶν Ἀποστόλων καὶ γλώσσαις λαλῶν· ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν, ὡς λέγει Παῦλος· “εὐχαριστῶ τῷ Θεῷ πάντων ὑμῶν γλώσσαις λαλῶ· ἐλάλησε Ῥωμαϊστὶ Πέτρος, καὶ ἐκηρύττετο αὐτῷ ἡ τῶν Ῥωμαίων x Sic Cod. corr. rec. m. in marg. ὡς παραβοηθούς.
28
ἀρχή· καὶ ἦν κανὼν καὶ ὅρος, ὅτι σοι ἀφώρισται· οὗτος ἐξέλθοι εἰς τὴν ἀνατολήν· οὗτος εἰς τὴν δύσιν, καὶ καταλαμπέτω τὰ ἑσπέρια μέρη· οὗτος τὰ βόρεια· οὗτος τὰ νότια· καὶ ἐσκορπίζοντο οἱ κήρυκες ὡς ἀστραπαὶ ἀθρόως πηδῶσαι, καθὼς εἴρηται περὶ αὐτῶν διὰ τῆς προφητικῆς γλώσσης· “ἔφαναν αἱ ἀστραπαὶ σου τῇ αὐτῶν- “μένῃ· εἰδε καὶ ἐσαλεύθη ἡ γῆ·” καὶ μὴν ἀστραπὴ οὐ σαλεύει γῆν, ἀλλὰ σεισμός· ἀλλ’ ἐπειδὴ τὸ κήρυγμα τῶν Ἀποστόλων ἠλευθέρωσε τὰ ἔθνη ὡς πρὸς καινοτομίαν ἀγανακτοῦντα· “εἶδε καὶ “ἐσαλεύθη ἡ γῆ·” καὶ πῶς ἐσαλεύετο; ὅτε εἰσῆλθε Παῦλος εἰς Μακεδονίαν, ἐσαλεύθη ἡ γῆ· ἤρξαντο γὰρ οἱ Ἕλληνες λέγειν, ὅτι “οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι· ταῦτα δὲ τύπος ἡμῖν ἐγένετο· ἵνα μηδέποτε ἀκούων ὕβρεως λόγον λυπηθῇς· οὐδὲν γὰρ λέγεται ξένον, οἱ οἰκοφθόροι, οἱ Χριστιανοὶ, οἱ ἀνασεισταί· ταῦτα περὶ τῶν φωστήρων ἐκείνων ἐλέχθη· γλεύκους “μεμεστωμένοι εἰσίν·” οὐ λείπει φθόνος τῇ ἀρετῇ· οὐ λείπει τῇ τοῦ Θεοῦ διδασκαλία ἡ τῶν κακῶν βάσανος.

Λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῆ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἧ ἐγεννήθημεν· Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, τε καὶ προσήλυτοι, κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί τοῦτο θέλει εἶναι;

Τοῦ Χρυσοστόμου. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλὰ τινὰ θαυμαστὰ ἔλεγον. εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον· ὅρα εὐγνωμοσύνην ἀνθρώπων.

Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.

29

Τοῦ αὐτοῦ. Ὤ τῆς ἀναισχυντίας· καὶ τί θαυμαστόν; ὅπου γε καὶ αὐτὸν τὸν δεσπότην δαίμονας ἐλαύνοντα, δαίμονα ἔχειν λέγουσιν· ἔνθα γὰρ ἃν ᾖ ἰταμότης, ζητεῖ μόνον εἰπεῖν ὅτι δήποτε. οὐχ ὅπως ὅτι λόγῳ πρᾶγμα ἐχόμενον εἴποι, ἀλλ’ ὅπως εἴποι ὅτι δήποτε.

ΕΞ ἀνεπιγράφου. Ἀρξαμένους δὲ τοῦ τοιοῦδε ἐν τῷ “γλεύκους μεμεστωμένοι εἰσὶ” παραχρῆμα ὁ Πέτρος ἄλλος ἐξ ἄλλου γενόμενος, πνευματικώτερός τε καὶ ἐξουσιαστικώτερος ἣ τὸ πρίν, τῇ ἐφιζήσει τοῦ κληρωθέντος αὐτῷ χαρίσματος τοῦ Πνεύματος· καὶ τὴν ὥραν θεωρῶν συνερχομένην εἰς συνηγορίαν αὐτῷ οὐσαν τρίτην τῆς ἡμέρας, τῶν τε τολμημένων εἰς τὸν ἐσταυρώμενον· ὧν ἕνεκεν ἐτόλμησεν ἃν οὐδαμῶς εἰς μέσον τι προσθεῖναι τοῖς διαχειρισαμένοις τὸν Κύριον, εἰ μὴ τὴν ἐξουσίαν εἰλήφει τοῦ φανερωθέντος Πνεύματος κατὰ τὴν ἐπαγγελίαν τοῦ Χριστοῦ, ἐπαγγειλαμένου αὐτοῖς ἐρωτήσασι τὰ περὶ τῆς βασιλείας τοῦ Ἰσραὴν, ὅτι “λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς·” διὸ παρρησιέστερον ἀρξάμενος αὐτοὺς καλεῖ ἵστορας τῶν τετολμημένων.

Σευηριανοῦ. Θεὸς ἐνήργει, καὶ τῇ μέθῃ ἐπέγραφον· ἐνομίσθη καρπὸς, ὁ τοῦ Ἄγ’ ἴου Πνεύματος καρπός. Ὄρα τὴν κακίαν καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς ὥρας ἐλεγχομένην· ἐν τῇ Πεντηκοστῇ πόθεν γλεῦκος; γλεῦκος γὰρ λέγεται ὁ νέος οἶνος· ἀλλὰ τὸ ψεῦδος ἐστὶ τυφλὸν, οὐκ οἶδε πῶς ψεύδεται· εἶτα μέθη διαφόρους γλώσσας δίδωσιν; ἣ καὶ τὴν οὖσαν ἀφανίζει. Ὅρα δὲ τι κατασκευάζει Θεός· ἀφίει τὴν ἀρετὴν ὑπονοηθῆναι εἰς χλεύην· ἵνα πρῶτον συνέλθῃ τὸ πλῆθος τῶν χλευαζόντων, καὶ τότε λάμψει ἡ δύναμις τῶν ἁγίων· καὶ οὕτως ἡ ἐνέργεια δειχθῇ πολιορκοῦσα τὸ ψεῦδος· ἣ οὐκ ὅτι ὅτι πολλοὶ πολλάκις συνειδότες τισὶν ἣ λόγου, ἣ τρόπου, ἣ βίου, ὀκνοῦσι καὶ παραβάλλειν αὐτοῦ τῇ ὄψει, ἵνα μὴ πλήττωνται αὐτῷ τῷ προσώπῳ ἐλεγχόμενοι. εἰ μὴ ὑπενόηθη χλεύη, παρῃτοῦντο Ἰουδαῖοι εἰσελθεῖν καὶ ἀκοῦσαι· συνεχώρησεν οὖν ὁ Θεὸς, ἵνα ἡ χλεύη πολλοὺς συναγάγῃ.

Σεγήρου ἐπισκόπου ἀντιοκείασ. Τῶν Ἀποστόλων εὐαγγελικὴν διδασκαλίαν προφερόντων ἐν καινότητι Πνεύματος καὶ οὐ παλαιότητι γράμματος καὶ τούτου σημεῖον παρεχομένων τὸ λαλεῖν παντὶ γένει γλωσσῶν· οἱ ἐν ταῖς ἁμαρτίαις καταγηράσαν-

30
τες Ἰουδαῖοι τὸ ἀληθὲς καὶ ἄκοντες ἔλεγον· ὅτι γλεύκους μεμε- “στωμένοι εἰσίν·” οἶνος γὰρ νέος ἦν, ἡ τελεία τοῦ Πνεύματος χάρις, ἧς οἱ Ἀπόστολοι ταῖς πυρίναις γλώσσαις καθαρθέντες πλήρεις ἐγίνοντο.

x Πέτρου Κατήχησις.

Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς.

Τοῦ χργσοστόμου. Ὅτι οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι καθάπερ οἱ μάντεις· καὶ τοῦτο οὐκ ἀνάγκῃ κατείχοντο· τι δέ ἐστι σὺν τοῖς ἕνδεκα; κοινὴν προεβάλλοντο φωνὴν, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα· παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις· “ἐπῆρε τὴν φωνὴν αὐτοῦ,” φησιν, τουτέστι μετὰ πολλῆς τῆς παρρησίας· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμῳ φωνούντων μετὰ τοσαύτης διαλέγεται παρρησίας, ὡς ἀναμφισ βήτητον τῆς ἀναστάσεως τοῦτο γενέσθαι τεκμήριον· μεταξὺ γελώντων ἀνθρώπων καὶ τὰ τοιαῦτα διαχλευαζόντων· πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο; πόσης ἀσεβείας; πόσης ἀναισχυντίας; ἔνθα γὰρ ἃν παραγένηται τὸ Πνεῦμα τὸ Ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ποιεῖ. Ὅρα μοι λοιπὸν Πέτρον· καὶ ἐξέταζε τὸν δειλόν· σκόπει δὲ τῶν Ἀποστόλων τὴν ὁμόνοιαν· αὐτοὶ παρεχώρουν αὐτῷ τῆς δημηγορίας y, οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι.

Σευηριανοῦ. Μάθε λοιπὸν τι ἐνεργεῖ Πνεῦμά Ἅγιον· τίς ἦν Πέτρος πρὸ τῆς χάριτος· καὶ τίς ἐγένετο μετὰ τὴν χάριν· πρὶν δέξεται τὰς γλώσσας τοῦ πυρὸς, ὑπὸ μιᾶς παιδίσκης οἰκτρᾶς ἐρωτώμενος ἐφοβήθη, καὶ λέγει, “οὐκ οἶδα τὸν ἄνθρωπον.” ἐκεῖ μία παιδίσκη, καὶ δειλία πολλή· ὧδε πλῆθος ἄπειρον, καὶ φωνὴ εὐπαρρησίαστος· διατί; “οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ “τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” “Σταθεὶς ὁ “ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ.” ἐπαρρησιάσατο· οὐκ εἶπεν ἐφθέγξατο, ἀλλ’ “ἀπεφθέγξατο·” πρὸς οἷς ἐλάλησεν ἐν γλώσσῃ, ἐπεφθέγξατο τῇ διδασκαλίᾳ.

[*](x Asteriscus quo hæc Cap. sectio notari debuerat excidit e Cod. y δημιγορίας Cod.)
31

Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἄπαντες.

Τοῦ Χργσοστόμου. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐκείνους τείνει τὸν λόγον τοὺς διαχλευάζοντας· καὶ δοκεῖ μὲν ἐκείνοις διαλέγεσθαι· ὀρθοῖ z δὲ τούτους· καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἱν ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ· μέγα ἄρα ἐγκώμιον ἡγοῦντο καὶ τὸ ἐν Ἱεροσολύμοις οἱ- κειν.

Τοῦτο γνωστὸν ὑμῖν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου· οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύ- οὖσιν.

Σευηριανοῦ. Ἐννόησον τὸν τότε φοβηθέντα, νῦν τὸν τότε δειλὸν, νῦν ἀνδρεῖον.

Τοῦ Χρυσοστόμου. Προσεκτικωτέρους τέως Τοῦ Αὐτοῦ. Τὸ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι οὐχ τότε γὰρ τὸ λαμπρὸν τοῦ πυρὸς δείκνυται, ὅτι περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι· ὅτε περὶ ἄριστον· ὅτε λαμπρὰ ἡ ἡμέρα· ὅτε πάντες εἰσιν ἐπ’ ἀγορᾶς· ὁρᾶς ἐλευθερίας τὸν λόγον γέμοντα.

Ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας.

Σευηριανοῦ. Οὐδὲ ἡ ὥρα, φησὶν, ἐνέτρεψεν ὑμᾶς; ὥρᾳ τρίτῃ μεθύουσιν οἱ τοῦ λόγου τὸν δρόμον πιστευθέντες; οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; αἰδοῦνται τὴν εὔκαιρον μετάληψιν τοῦ οἴνου· καὶ ἡμεῖς οἱ κήρυκες τοῦ νόμου, οἱ τὴν οὐρανίον διδασκαλίαν ἐγχειρισθέντες, ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξαμεν τὸ ψεῦδος, ὁ δὲ Πέτρος καὶ ἀπὸ τῆς ὥρας.

Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ἰωήλ.

Τοῦ ἁγίου Εἰρηναίου ἐκ τῶν Οὐαλέντοσ καὶ Μαρκίωνοσ. Ὁ οὖν διὰ τοῦ Προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦμα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς.

Τοῦ Χρτσοστόμου. Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ ἐπαγγελία αὐτοῦ, ἀλλὰ τοῦ Πατρὸς ἡ ἐπαγγελία· ὅρα σύνεσιν· [*](z ὀρθοὶ Cod.)

32
ὅρα συγκατάβασιν· οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· ἢ γὰρ ἂν πάντα ἀνέτρεψεν οὕτως εἰπών· καίτοι ἱκανὰ ἦν δεῖξαι αὐτοῦ τὴν θεότητα, ἀλλὰ πιστευόμενα· τὸ δὲ ζητούμενον πιστευθῆναι ἢν· μὴ πιστευόμενα δὲ ἂν καταλευσθῆναι αὐτοὺς ἐποίησεν.

Σευηριανοῦ. Ὁρᾶς ὅτι τὰς ἀπορίας ἄλλο οὐ λύει ἣ προφητική· τοῦτο δὲ λέγω, ἵνα ὅτε κινεῖ αἱρετικὸς πρὸς ὀρθόδοξον, καὶ ἀνακύπτει τι τῶν ἀπόρων ζητημάτων, μὴ καταφύγῃς ἐπὶ τοὺς λογισμούς· ἐνθυμήσεις γὰρ λογισμῶν καὶ λέγονται καὶ ἀνατρέπονται, καὶ συνίστανται καὶ ἀποσυνίστανται· Θεοῦ δὲ φωνὴν τίς λύει; λογισμὸς λύεται· γραφὴ οὐ λύεται. Ἀπορούντων ἐκείνων λέγει ὁ Πέτρος· τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ιωήλ z. ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” οὐκ εἶπεν, ἐκχεῶ τὸ Πνεῦμά μου, ἀλλ’ “ἀπὸ τοῦ Πνεύματος·” οὐ τὸ Πνεῦμα ἐκχεῖται, ἀλλ’ ἡ δωρεὰ τοῦ Πνεύματος· καὶ προφητεύ- “σουσι” καὶ τὰ ἑξῆς. Ὅρα πῶς διάφορος ἡ τοῦ Ἁγίου Πνεύματος ἀποκάλυψις· ὁ μὲν προφητεύει ἔχων τοῦ Πνεύματος τὴν χάριν· ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων· ὡς ἔιδεν ἕκτῃ ὥρᾳ τὴν εἰκόνα ὁ Πέτρος· ὡς ὁ Κορνήλιος ἐνάτῃ ὥρᾳ ἔδε τὸν ἄγγελον· ἐκεῖνο τὸ ἐν τῇ καρδίᾳ οὐ λέγεται ὅραμα, ἀλλ’ ὅρασις· ἄλλως βλέπει τις ὅρασιν, ὡς φησὶν, ὁρῶν βάδιζε· ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα· ἄλλως τὸ ἐνύπνιον τῇ φαντασία παιδεύεται. ἔστι δὲ τὸ μὲν πρῶτον προφητεία, τὸ δὲ δεύτερον ὅραμα· τὸ δὲ τρίτον ἐνύπνιον· οἱ πρεσβύ- “τεροι ἐνύπνια ἐνυπνιασθήσονται, ἐπειδὴ τὸ γῆρας ἄτονον πρὸς τὴν ὑπηρεσίαν· εἰ καὶ οὐ δύναται διακονεῖσθαι, ἀλλὰ διὰ τὴν ἀρετὴν μὴ ὑβριζέσθω.

Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

Τοῦ Χρυσοστόμου. Δίδωσι καὶ αὐτοὺς ἐλπίδας χρηστὰς ἔχειν· καὶ τέως οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα· τὸ γὰρ αὐτῶν μόνων εἶναι, βασκανίαν ποιεῖ· ταύτῃ τὸν φθόνον ὑποτεμνό- μενος.

[*](z Cod. τί ἐν ἰωὴλ κυρίου Θεοῦ. sed hæ voces signantur ut interpolatæ, et in marg. scr. ἐκχεῶ sec. manu.)
33

Τοῦ Άγίογ Κυρίλλου ἐκ τῆε τὸν προφήτην Ἰωήλ. Καταγγέλλετε σαφῶς τὴν διὰ τοῦ Πνεύματος ἐπιφάνειαν, ἣν καὶ ἀπαρχὴν ὥσπερ καὶ τοῖς ἁγίοις Ἀποστόλοις κατέπεμψεν· ἤρξαντο “ γάρ,” φησι, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου “ αὐτοῖς ἀποφθέγγεσθαι·” ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια· τὸ δὲ καὶ θυγατέρας προφητεύειν εἰπεῖν, τοῦτο ἦν δηλοῦντος τὸ τῆς χάριτος ἀμφιλαφές· τοὺς πρεσβυτέρους γε μὴν ἐνυπνίοις ἐνυπνιάζεσθαι, φησὶν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς νεα- νίσκους· πρεσβυτικὴν ἡλικίαν λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προύχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιω- μένην κατορθώμασι· νεότητα δὲ τὴν ἐν πίστει ἰσχὺν καὶ ἀκμάζουσαν εἰς τὸ ἀγαθὸν γνώμην. ἀπόδειξις τοῦ μὲν προτέρου ὁ μακάριος Παῦλος, καθ’ ὕπνον ἑωρακὼς τὸν Μακεδόνα λέγοντα, “ διαβὰς εἰς “Μακεδνίαν βοήθησον ἡμῖν·” ἦν γὰρ πρεσβύτης τὸν νοῦν· τὸ δὲ δεύτερον Ἀνανίας, πρὸς ὃν ἐν ὁράματι λελάληκεν ὁ Θεὸς περὶ τοῦ μακαρίου Παύλου· ἦν γὰρ τὴν πίστιν εὔτονος.

Θεολότου Ἀγκύρασ a. Ἀλλὰ μὴν οὐκ εἶπεν ἰδικῶς τὸν καιρόν· ἤρκει γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια καὶ ἡ παρακολουθοῦσα θεία δύναμις δηλῶσαι τὸν σημαινόμενον καιρόν· ὃς δι’ αὐτῶν τῶν πραγμάτων ἐδείχθη, ὁ ἐπὶ τῶν Ἀποστόλων ὑπάρχων. δείκνυται ἅ διὰ πάντων ἐκεῖνον εἶναι τὸν παρὰ τοῦ προφήτου εἰρημένον καιρόν· οὐ γὰρ δύνανται κἂν ἀναισχύντως ἱν ἀντειπεῖν τούτῳ οἱ Ιουδαῖοι· οὐ γὰρ ἔχουσιν ἕτερον ἐπιδεῖξαι καιρὸν παρ’ ἐκεῖνον, ἐφ’ ᾧτ’ ταῦτα ἐξέβη.

Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν.

Τοῦ Χρτσοστόμου. Οὔτε ὑμῶν τὸ κατόρθωμα τοῦτο, οὔτε ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· υἱοὺς αὐτοὺς αὐτῶν καλεῖ καὶ τοὺς πατέρας ἐκείνους.

Καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καί γε ἐπὶ [*](a Θεοδώρου Cod., sed vid. Fabr. B. Gr. t. ΙΧ. Ρ. 269.)

34
τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφη- τευσουσιν.

Τοῦ Αὐυοῦ. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, ἅτε ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. οὕτω καὶ ὁ Κύριος βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν, ἔλεγεν· “οἱ υἱοὶ “ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια;” οὐκ εἶπεν οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακείας εἶναι· οὕτω καὶ αὐτὸς οὐκ εἶπεν ὅτι οὐ μεθύουσιν, ἀλλ’ ὅτι Πνεύματι φθέγγονται· ἀλλ’ ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς, οὕτω λέγει· τῆς μὲν γὰρ κατηγορίας αὐτοὺς ἀπαλλάξας δι’ ἑαυτοῦ· τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα· “ἐκχεῶ,” φησὶν, “ἀπὸ τοῦ Πνεύματός μου “ἐπὶ πᾶσαν σάρκα·” τοῖς μὲν γὰρ δι’ ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο· καὶ γὰρ δι’ ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο.

Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω.

Τοῦ Αὐτοὐ. ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως, καὶ περὶ τῶν Ἱεροσολύμων φησὶ, καὶ περὶ τῆς αἰχμαλωσίας.

Τοῦ Ἁγίου Κυρίλλου. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενησόμενα προδιδάσκει σαφῶς· καὶ τὰ δι’ αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν “τὴν “μεγάλην καὶ ἐπιφανῆ,” τὴν τῆς ἀναστάσεως φησίν.

Σετηριανοῦ. Καὶ πρώην ἡμῖν εἴρηται· ὅτε τὸν περὶ τοῦ σταυροῦ ῥοῦ ἀνελάβομεν λόγον, καὶ τὸ ἅγιον πάθος, καθὼς οἷόν τε ἢν, ἀνεπτύξαμεν τῇ θεωρίᾳ· ὅτι ἐδόθη δύο ξένα· αἷμα καὶ πῦρ· πῦρ, ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις· αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα χάρις· ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα· πήγνυται γὰρ διὰ τοῦτο, καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ Θεός.

Διαύμου. Ὅταν οἱ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, τοῦ φωτὸς τοῦ ἀληθινοῦ μετειληφότες, λέγουσιν, “ἐσημειώθη ἐφ’ ἡμᾶς ‘τὸ φῶς τοῦ προσώπου σου Κύριε· δίδοται δὲ καὶ ἐπὶ γῆς τέρατα πάντων ἐθνῶν ἀναχωρούντων τῶν πατρῴων ἐθῶν τὲ καὶ θεῶν, ἐπὶ τῷ δέξασθαι τὴν ἔκχυσιν τοῦ Πνεύματος· πρὸς τούτοις ἐρεῖ, καὶ τὰ

35
δοθέντα διὰ τοῦ Πνεύματος καὶ κατὰ τὸ Πνεῦμα, θεῖα χαρίσματα τοῖς ἐπὶ γῆς ἀνθρώποις εἶναι τὰ τέρατα· κληθείη δὲ ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς οὕτως, ἐπεὶ ἑξῆς εἴρηται· “αἷμα καὶ πῦρ καὶ ἀτμίδα “καπνοῦ.”

Νικολάου πρεσβττέρου Ἀγκύρασ εἰσ τὸν προφήτην ἸΩΉΛ. Ταῦτα ἔσται κατὰ τὸν καιρὸν καθ’ ὃν τὰ ἐν οὐρανῷ τεράστια καὶ τὰ ἐπὶ τῆς γῆς φοβερὰ γενήσεται· αἵματος μὲν ὑπὸ Ῥωμαίων ἐκχεομένου πλείστου κατὰ τὴν Ἰουδαίαν· καπνοῦ δὲ ἐγγινομένου τῶν πόλεων καὶ τῶν κωμῶν ἐμπιπραμένων· δίκην τινόντων τῶν Ἰουδαίων τῆς εἰς Χριστὸν παροινίας· ἣν οὐδὲ αὐτὸς ὁ ἥλιος βλέπειν ἀνασχόμενος, μονονουχὶ τὸν ἴδιον ὀφθαλμὸν τὴν φωτιστικὴν αὐτοῦ δύναμιν συνέστελλε, καὶ σκότος τοῖς ἐσκοτισμένοις τὴν διάνοιαν ἔδειξεν· ἀλλ’ οὐδὲ, φησὶν, ἡ σελήνη μεμένηκεν ἀπαθής· θυμουμένη δὲ ὡς εἰπεῖν κατὰ τῶν κυριοκτόνων, εἰς ἐρύθημα τὴν ἀργυροειδῆ μετέβαλεν ἑαυτῆς ἰδέαν.

Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

Τοῦ Χρτσοστόμου. Ὁρᾶς πῶς τὴν ἅλωσιν ὑπέγραψεν.

Σετηριανοῦ. Πολλοὶ ἐνόμισαν ὅτι αἷμα περὶ τῆς σελήνης εἶπε, καὶ οὐ περὶ τῆς πλευρᾶς· αἷμα δὲ λέγω, ὃ ἐξέχεαν οἱ Ἰουδαῖοι, καὶ καθ’ ἑαυτῶν ἐπεσπάσαντο λέγοντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ “ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν· καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται· ἀεὶ γὰρ ἡ κακία καθ’ ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς· οἱ εἰπόντες “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς,” λέγουσι τοῖς Ἀποστόλοις “τί βούλεσθε ἐφ’ ἡμᾶς ἐπαγαγεῖν τὸ αἷμα τοῦ ἀν- “θρώπου τούτον;”

Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα.

Τοῦ Χρτσοστόμου.Ἁπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο γίνεται· λέγεται μὲν οὖν καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐρανῷ, καθὼς Ἰώσηπος μαρτυρεῖ· ἅμα δὲ καὶ αὐτοὺς τοῦ σκότους ἀναμνήσας τοῦ γεγενημένου, καὶ ποιῶν προσδοκᾶν τὰ μέλλοντα.

Κτρίλλου. Ἑπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφό-

36
ρηκεν ἡ φύσις· κατωλοφύρατο δὲ ὡσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς δεσπότην· καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο· γέγραπται γὰρ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· ἥλιος δὲ τὸ οἰκεῖον ἀνάπτων σέλας, καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης· ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελιστῖς· ἀξιόχρεως γε μὴν ἡ πίστις ἐκ προφητείας, ὅτι τοῖς τοῦ δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἃν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαῒου· “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ “θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησιν τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκοτεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα, τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν “αἷμά “τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,’ καταδήλως εἶεν ἃν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός· αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι κατα- πίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι· ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ᾿ ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ τος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπὼν, “πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν “ μεγάλην καὶ ἐπιφανῆ.

Τοῦ ἁγίου Βασιλείου ἐκ τῆσ ἑξαημέρου ὁμιλίασ ς. Ηδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν· “ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· ταῦτα σημεῖα τῆς συμπληρώσεως καὶ τῆς τοῦ παντὸς διαλύσεως.

37

Σετηριανοῦ. Ἐπειδὴ γὰρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκὶ, ἡ διδακτική· ἡ δὲ δευτέρα ἔνδοξος, τοῦ ἁγίου σώματος ἐκείνου οὐκέτι ἄλλως φαινομένου, ἀλλ’ αὐγὰς φωτὸς ἀστράπτοντος, διὰ τοῦτο λέγει “τὴν ἡμέραν Κυρίου τὴν μεγάλην· εἴρηται πολλάκις ἡμῖν, ὅτι Θεός ἐστιν ὁ λέγων “ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου πρὶν ἐλθεῖν ’ ἡμέραν Κυρίου εἰπὲ τῷ Ἰουδαίῳ, εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεικόν ἐστιν ὄνομα, καὶ αὐτὸς λαλεῖ περὶ ἑαυτοῦ, διατὶ μὴ εἶπε πρὶν ἐλθεῖν τὴν ἡμέραν τὴν ἐμήν.

Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

Τοῦ Χρυσοστόμου. Μῆ γὰρ ἐπειδὴ νῦν ἁμαρτάνετε, ἁμαρτάνετε, φησὶ, θαρσήσετε· ταῦτα γὰρ προοιμ́ιά ἐστι μεγάλης τινὸς ἡμέρας καὶ χαλεπῆς· ὅρα πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διέλυσε· καὶ τὸν γέλωτα μετέστρεψεν εἰς ἀπολογίαν· εἰ γὰρ ταῦτα πρὸ οίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη παρὰ τῶν ἐσχάτων τὸν κίνδυνον ἐπηρτῆσθαι.

Νικολάου Ἀγκύρασ. Συμβήσεται δὲ ταῦτα πρὸ τῆς τοῦ Κυρίου πάλιν ἐνδόξου καὶ φοβερᾶς ἐλεύσεως, καθ’ ἣν μέλλει κρίνειν ζῶντας τε καὶ νεκρούς· τουτέστιν, ἀδύνατον παρελθεῖν τουτονὶ τὸν αἰῶνα, μὴ πάντων τῶν εἰρημένων εἰς πέρας ἐλθόντων.

Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Τοῦ Χρυσοστόμου. “Ἐπικαλέσηται“ οὐχ ἁπλῶς· οὐ γάρ, φησιν, ὁ λέγων μοι Κύριε, Κύριε, ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παρρησίας τῆς προσηκούσης τέως δὲ κοῦφον ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ φοβερὸν τὸ τῆς κολάσεως, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.

Τοῦ άγίου Κυρίλλου ἐκ τῆσ εἰσ τὸν Ἰωὴα. Εσονται μέν, φησιν, ἐν οὐρανῷ τε καὶ γῇ σημεῖα ἐπὶ τοῖς γινο- μένοις κατὰ Χριστοῦ δυσσεβήμασιν· ὅμως προκείσεται αὐτοῖς τὰ ἐξ ἡμερότητος, εἰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀγαπήσαντες, ἕλοιντο Κύριον αὐτὸν ὁμολογεῖν· τὸ δὲ, οὓς Κύριος προκέκληται, τοῦτό ἐστιν, ὃ καὶ Παῦλος ἔφη· ὅτι “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τι- “μὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.”

38

Διαύμου. Ὡς ἀληθεύεται τὸ πᾶς ὁ αἰτῶν λαμβάνει,” μὴ ἀριθμουμένων εἰς πάντας τοὺς αἰτουμένους τῶν κακῶς αἰτούντων· ὁ γὰρ κακῶς αἰτῶν οὐκ αἰτεῖται· οὕτως ἀληθές ἐστι τὸ πᾶς, ὃς ἃν “ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται·” οὐ συμπεριλαμβανομένων τῶν ἄνευ τοῦ ποιεῖν τὸ θέλημα τοῦ Πατρὸς λεγόντων τὸν Ἰησοῦν Κύριον, Καὶ διὰ τοῦτο δοκούντων ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. καὶ ἑτέρως· οὐ ταὐτὸν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ λέγειν αὐτό· ὁ μὲν γὰρ εὐχόμενος, καὶ τυχεῖν τινὸς ἀγα- θοῦ βουλόμενος ἐπικαλεῖται· ᾧ ἀκολούθως γίνεται σωτηρία· ὁ δὲ προσποιούμενος εἶναι δοῦλος, λέγει, Κύριε, Κύριε τῷ Ἰησοῦ, οὐ πράττων τὰ δούλου· ὅθεν πρὸς τοὺς τοιούτους φησί· “τι με λέγετε “Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω.” παραπλησίως ἐκδέξῃ τὸ “πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· τῷ “οὐδεὶς “λέγει Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ‘Αγίῳ·“ Κύριον, τοῦ ἔργῳ καὶ διαθέσει δουλεύοντος αὐτῷ, ἀλλ’ οὐ μόνῃ ψιλῇ προφορᾷ λέγοντος τὸν Ἰησοῦν Κύριον.

Νικολάου Ἀγκύρασ. Οὐκ Ἰουδαῖος μόνον, ἀλλὰ καὶ Ἕλλην καὶ βάρβαρος καὶ Σκύθης, καὶ ἁπλῶς εἰπεῖν πάντων τῶν εἰς Χριστὸν πιστευόντων ἡ ὁμήγυρις, ἡ ἐν Σιῶν καὶ ἐν ‘Ιερυσαλὴμ ἐπὶ τῶν Ἀποστόλων γενομένη, τῶν ἐκ τοῦ καταλείμματος τοῦ ’Ισραὴλ πρὸς τὸ εὐαγγελικὸν κληθέντων κήρυγμα.

b Περὶ πόθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεάς τε τοῦ Ἁγίου Πνεύματος.

Ἅνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους.

Τοῦ Χρτσοστόμου. Οὐκ ἔστι κολακείας τὰ ῥήματα, ἀλλ’ ἐπειδὴ καθήψατο αὐτῶν σφόδρα, ἀνίησιν αὐτοὺς καὶ ἀναμιμνήσκει τοῦ προπάτορος, καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται, ἵνα μὴ θορυβη- θῶσιν προφήτου ἀκούοντες· τὸ δὲ ὄνομα τοῦ ’Ιησοῦ εὐθέως ἃν αὐτοῖνγ προέστη· καὶ οὐκ εἶπε πείσθητε, ἀλλ’ ἀκούσατε, ὅπερ ἢν ἀνεπαχθές.

Σκόλ. Ἰσραηλίτας αὐτοὺς καλεῖ διὰ τοὺς προπάτορας· προ- τρεπόμενος αὐτοὺς τούτων μεμνῆσθαι τὴν πίστιν.

Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδε- δειγμένον εἰς ὑμᾶς.

[*](b Et haee sectio asterisco notari debuit.)
39

Τοῦ άγίου Ἀθανασίου. Ἆρ’ ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρή- σαντο, μόνον τὸν ἄνθρωπον ᾔδεισαν τὸν χριστὸν οἱ Ἀπόστολοι, καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδ’ εἰς νοῦν τοῦτο λαβεῖν ποτέ· ἀλλὰ καὶ τοῦτο ὡς ἀρχιτέκτονες σοφοὶ καὶ οἰκονόμοι μυστηρίων Θεοῦ πεποιήκασι· καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. Ἐπειδὴ γὰρ οἱ τότε ’Ιουδαῖοι πλανηθέντες καὶ πλανήσαντες Ἓλληνας, ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαβὶδ ἔρχεσθαι, καθ’ ὁμοιότητα τῶν ἐκ τοῦ Δαβὶδ ἄλλων γενομένων τέκνων οὔτε γὰρ Θεὸν αὐτὸν, οὐδ’ ὅτι ο Λόγος σάρξ ἐγένετο, επιστευον· τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι Ἀπόσολοι τὰ ἀνθρώπινα τοῦ Σωτῆρος ἐξηγοῦντο τοῖς Ἰουδαίοις· ἵν ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν, λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θειότητος πίστιν αὐτοὺς ἀγάγωσι· δεικνύντες ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ Θεοῦ· ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν Χριστὸν, εὐθὺς συνῆπτεν, οὗτος “ἀρχηγὸς τῆς ζωῆς ἐστιν· ἐν δὲ τῷ Εὐαγγελίῳ ὁμολογεῖ· σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος·” ἐν δὲ τῇ Ἐπιστολῇ φησὶν αὐτὸν ”ἐπίσκοπον ψυ- “χῶν·” καὶ κύριον ἑαυτοῦ τὲ καὶ τῶν Ἀγγέλων καὶ δυνάμεων εἶναι· πάλιν τὲ ὁ Παῦλος, ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν Υἱὸν, οὗτος ἐπέστελλεν Ἑβραίοις μὲν, ὃς ὢν ἀπαύγασμα τῆς “δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” Φιλιππησίοις δὲ, “ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “ Θεῷ. τὸ δὲ λέγειν ἀρχηγὸν ζωῆς, καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ ἀπαύγασμα καὶ χαρακτῆρα, καὶ ἴσα Θεῷ, καὶ Κύριον, καὶ Ἐπίσκοπον ψυχῶν, τι ἃν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι Λόγος ἦν Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο· καὶ ἔστιν ἀδιαίρετος τοῦ Πατρὸς, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;

Τοῦ Χρυσοστόμου. Ὄρα πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ’ ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται· καὶ εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι· καὶ οὐδὲν μέγα λέγει περὶ αὐτοῦ· οὐδὲ οἱον ἄν τις εἴποι περὶ προφήτου τέως· “’Ιησοῦν,” φησὶ, “τὸν “Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς.” Ορα ποῖον ἦν μέγα τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη· τοῦτο γὰρ ἄνω καὶ κάτω, καὶ αὐτὸς ἐσπούδαζε, καὶ Ἰωάννης καὶ οἱ

40
Ἀπόστολοι, δεῖξαι· ἄκουε γὰρ Ἰωάννου λέγοντος· “ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἃν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗ. “τος ἐστιν.” αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ’ ὑπερβολῆς τοῦτο ποιεῖ λέγων· “ἀπ’ ἐμαυτοῦ οὐχ ἥκω· ἐκεῖνος με ἔπεμψε,” καὶ πανταχοῦ τῶν γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον.

Ἐξ ἀνεπιγράφου. τοῦτό φησιν· ἐπυδὴ Θεοῦ υἱὸς ὣν, καὶ Θεὸς Λόγος, γέγονεν ἄνθρωπος, λαβὼν δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημήσαντα Χριστὸν ἄνθρωπον ἅμα καὶ Θεόν. ὥσπερ οὖν ὅταν ὁ Χριστὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” περὶ τῆς θεύτητος αὐτοῦ τὰ λεγόμενα ἐκλαμβάνομεν, ἧς ἔλαβεν ἐκ τῆς παρθένου Ὄρα γὰρ ποτὲ μὲν λέγοντα αὐτὸν, “ζητεῖτέ ζητεῖτέ με ἀποκτεῖθένου. “ναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· ποτὲ δὲ “ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.

Τοῦ ἁγίου Σετήρου ἐπισκόπου Ἀντιοκείασ ἐκ τῆσ πρὸσ Εὐπράξιον κουβικουαάριον ἀποκρίσεωσ. Ὄρα σαφῶς ὡς οἶδεν αὐτὸν καὶ ἄνθρωπον ἀληθῶς καὶ Θεὸν ἀπαθῆ, μὴ δυνάμενον κρατεῖσθαι θανάτῳ. εἰ μὴ γὰρ ἦν ὁ αὐτὸς κατὰ φύσιν ἀθάνατος, εἰ καὶ θνητὸς, καθ’ ὃ γέγονε σὰρξ, οὐκ ἂν εἶπε· “καθότι οὐκ ἦν “δύνατον δύνατον κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. καὶ πάλιν Ἰουδαίοις ἔλεγεν ἀλλαχοῦ· “τὸν τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· οὕτως ὁ αὐτός ἐστι παθητὸς σαρκὶ, καὶ θεότητι πάθους ἀνώτερος· καὶ καθὸ μὲν ἄνθρωπος, ἐξηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρός· καθὸ δὲ Θεὸς, οὐχ οἱος τε ὢν κρατεῖσθαι θανάτῳ· οὕτω καὶ Παῦλος ’Ρωμαίοις ἐπιστέλλων· ἐξ Ἰουδαίων εἶναί, φησι, “ τὸ κατὰ σάρκα Χριστὸν,” τὸν αὐτὸν δὲ “Θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας· ἀμήν· γράφει δὲ καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ “εἷς Κύριος Ἰη- “σοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ πάλιν ἐν τῇ πρὸς ‘Εβραίους· “’Ιησοῦς Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, κα εἰς τοὺς αἰῶνας.

Διδύμου. Εἰ καὶ μανέντες ἀπὸ Ἀρτεμᾶ, οἷς ἠκολούθησαν καὶ οἱ ἀπὸ Σαμοσάτων, οἴονται ψιλὸν ἄνθρωπον τὸν Ἰησοῦν διὰ τὴν προκειμένην λέξιν, ἴστωσαν ὅτι τοῦ Θεοῦ Υἱὸς, Θεὸς Λόγος ὢν, ἄνθρωπος γέγονε, δεξάμενος δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημήσαντα Χριστὸν, ἄνθρωπον ἅμα καὶ Θεόν· ὥσπερ οὖν ὅταν ὁ Χριστὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, περὶ τῆς θεότητος,

41
ἀλλ’ οὐ περὶ τοῦ ἀνθρωπείου αὐτὸ ἐκλαμβάνομεν· οὕτω πάλιν ἐὰν λέγηται Χριστὸς τεθνάναι καὶ τεθάφθαι κατὰ τὰς γραφὰς, περὶ τοῦ σώματος αὐτοῦ, οὐχὶ δὲ περὶ τῆς θεότητος ἐκδεχόμεθα· καὶ ἔστι γε μυρία τοιαῦτα ἐν ταῖς γραφαῖς εὑρεῖν· ὅθεν ἐὰν “ ἄνδρα λέγῃ “’Ιησοῦν ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ σημείοις καὶ τέρασιν, ἀκολούθως αὐτὸ νοοῦμεν τῷ “νῦν με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, “ ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, καὶ τὸ “ ἄνθρωπος ἐν πληγῇ ὣν, “ καὶ εἰδὼς φέρειν μαλακίαν.” Καὶ γὰρ ἀκούοντες αὐτοῦ τούτου ἀνδρὸς τοῦ ἀποδεδειγμένου ἀπὸ Θεοῦ λέγοντος, “ οὕτω γὰρ ἠγάπη- “ σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε· καὶ “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καὶ “ ἐγὼ ἐν τῷ Πατρὶ, “ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” οὐκ ἠλίθιοι ἐσμὲν ὡς περὶ ψιλοῦ ἀνθρώ- που ταῦτα λελέχθαι νομίζειν. Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς γνώμης ταύτης, πῶς ἀκούουσιν· “ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ “ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ τὸ “ ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρό- “ τερον.” οὐ γάρ τι τούτων νοῆσαι εὐσεβῶς δυνήσονται, ἀρνούμενοι τὴν θεότητα τοῦ Ἰησοῦ· πῶς ὁ ἐκ τῆς Μάριας, ὃν ὑπονοοῦσι ψιλὸν ἄνθρωπον εἶναι, ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἀναβαίνει ὅπου ἢν τὸ πρότερον, οὐχ ἕξουσιν εἰπεῖν. Ἐλεγκτέον ἐκ τῆς προκειμένης λέξεως καὶ τοὺς οἰομένους σάρκα μόνον γεγενῆσθαι τὸν Σωτῆρα· οὐ γὰρ κατὰ μόνης σαρκὸς οἰκείως λεχθήσεται ἡ “ ἀνὴρ” φωνή.

Πρὸς ταύτην τὴν διάνοιαν τείνοι καὶ τὸ εἰρημένον ἐν τῇ πρὸς Ρωαίους Ἐπιστολῇ Παύλῳ τῷ Ἀποστόλῳ· “τοῦ ὁρισθέντος “ Υἱοῦ Θεοῦ ἐν δυνάμει·’ τουτέστι τοῦ διὰ τῶν ἔργων ἀποδειχθέντος καὶ τῆς δυνάμεως τῶν θαυμάτων· ὡς ἔστιν ἀληθῶς Υἱὸς τοῦ Πατρός· κατ’ οὐδὲν διαφέρει τὸ εἰπεῖνc, ὁρισθῆναι αὐτὸν υἱὸν Θεοῦ ἐν δυνάμει, καὶ τὸ εἰπεῖν, ἀποδειχθῆναι αὐτὸν δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ καθάπερ δι’ Υἱοῦ· δι’ αὐτοῦ γὰρ θεοπρεπῶς καὶ τοὺς αἰῶνας ἐποίησεν.

Δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.

[*](C εἶπεν Cod.)
42

Ἐξ ἀνεπιγράφου. Πάλιν διὰ τοῦ εἰπεῖν “δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ ἐν μέσῳ ὑμῶν, ἐμφαντικώτατα ἔδειξε Θεὸν τὸ Πνεῦμα, καὶ ὅτι Θεὸς τὸ Πνεῦμα ἐστὶ, δι’ οὗ καὶ μεθ’ οὗ ταῦτα ἐθαυματούργει· οὐχ ὁ μείζων ἐλάττων, ἀλλ’ ὡς Υἱὸς ἐπιφανεὶς καὶ ἐμφανίζων, οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ Πατέρα τὸν γεννήσαντα καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ· Θεὸν τὸ Πνεῦμα, ὡς Πνεῦμα Θεοῦ καὶ Θεόν· τοῖς δὲ θεο- μάχοις Ἰουδαίοις εἰποῦσιν αὐτῷ “ ὅτι ἐν Βεελζεβοῦλ ἐκβάλλεις “ τὰ δαιμόνια, ἀποκριθεὶς εἶπεν· “ οὐκ ἐν Βεελζεβοῦλ ἀλλ’ ἐν “ Πνεύματι Θεοῦ· σαφῶς καὶ ἑαυτὸν Θεὸν ἔδειξε· καὶ τὸ Πνεῦμα Πνεῦμα αὐτοῦ καὶ Θεόν· οὐδὲν γὰρ τερατωδέστερον ἣ δυνατώτερον ἐν τοῖς σημείοις τοῦ δαίμονας ἀπελαύνειν· ἐξέβαλε δὲ αὐτὸς ὡς Θεός· ἔλεγε δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλειν τὰ δαιμόνια· ἵνα δείξῃ πρόσωπον τοῦ ἐν ᾧ, καὶ μεθ’ οὗ ἐκβάλλειν ἐνυπό- στατον οὐσιωδῶς συμπληροῦντος τὴν τριαδικὴν ὁμότιμον καθέδραν αὐτῷ καὶ τῷ Πατρί· ἵνα δεικνυμένου αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ ἐν δυσὶ προσώποις, μίαν ὁμοτίμων φύσιν τὲ καὶ ἀξίαν, ἕνα δείξῃ Θεὸν τῇ φύσει τὴν ἀσυγχύτως εὐκρινῆ καὶ ἀδιαίρετον ἐν προσώποις τριάδα. Ἀμφιλεκτείτω δὲ μηδεὶς μικρότερον τοῦ ἑτέρου ἢ μεῖζον, ἢ αἴτιον ἢ αἰτιατὸν νοεῖν ἢ λέγειν ἐν τῇ ὁμοτίμῳ τριάδι· διὰ τὸ οἰκονομικῶς καὶ διὰ συστατικῶν λόγων λέγεσθαι τὸν μὲν δι’ οὗ καὶ ἐξ οὗ, συνεκτικῇ ἀσυγχύτῳ ὁμοτιμίᾳ ἐργάζεσθαί τε καὶ θαυματουργεῖν τὰ ἀνθρώπινα καὶ τὰ ὑπὲρ ἄνθρωπον, καὶ τὰ ἐπέκεινα τῶν ὑπὲρ ἄνθρωπον· τὰς δυνάμεις καὶ τὰ τέρατα, σημεῖα τε καὶ παράδοξα· ἀλλ’ ἐκλαμβανέτω ἐν Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα, καὶ ἐκ Πατρὸς τὸν Υἱὸν ἐνυποστάτῳ γεννήσει, καὶ τὸ Πνεῦμα ἐνυποστάτῳ οὐσιώδει ὑπάρξει· ἐκδεχέσθω δὲ καὶ τὸν Πατέρα ἐν Υἱῷ ἅμα τῷ Πνεύματι· αἱ καὶ ἐν μέσῳ ἑστάναι ἐκείνου τοῦ λαοῦ, μᾶλλον δὲ καὶ ἡμῶν· καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ, ἔχοντα ἐν ἑαυτῷ καὶ σὺν αὐτῷ τὸν Πατέρα· ἐμφανίζοντα ἐν ἑν ἑαυτῷ τὸ ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ Πνεῦμα Θεοῦ καὶ Θεὸν, ἐν ᾧ ἐκβάλλει τὰ δαιμόνια· ἵνα ἀκούοντες τὸ “ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ “ ἐν ἐμοὶ,” καὶ τὸ “ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαι- μόνια, ἐκδεχώμεθα τὸ ἐν τῳ Πνεύματι ὥς τε ἐγὼ ἐν τῶ “ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ “ ἐγὼ ἐν τῷ Πνεύματι ἐκ-

43
“βάλλω τὰ δαιμόνια,” ἓν εἶναι τὸ ὁμόφωνον διὰ τὸ ὁμοούσιον· εἰ γὰρ καὶ ὁ Πατὴρ Θεὸς, ἀλλὰ λέγεται καὶ Πνεῦμα ὁμωνύμως, τοῦ Πνεύματος μὴ ἀποβάλλων τὸ εἰναι· καὶ Πατὴρ καὶ Πνεῦμα, μὴ γινομένου τοῦ Πνεύματος Πατὴρ, ἀλλὰ μένοντος Πνεῦμα καὶ Θεός.

Τοῦτον τῇ ὡρισμένῃ βουλῆ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε.

Τοῦ Χρυσοστόμου. Εἰτα ἐν μέσῳ θεὶς τὸ τόλμημα αὐτῶν τὸ ἐναγὲς ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος· εἰ γὰρ καὶ ὡρισμένον ἦν, φησὶν, ὅμως ἀνδροφόνοι ἦσαν. Καὶ μετ’ ὀλίγα—μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήματα, καθάπερ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφοὺς, “ μὴ ὀργίζεσθε πρὸς “ ἀλλήλους· ὁ Θεός με ἀπέστειλεν ἐνταῦθα· τοῦ Θεοῦ τὸ ἔργον “ γέγονε·” τι οὖν καλῶς ἐποιήσαμεν φησιν; ἵνα μὴ τοῦτο εἴπωσι, διὰ τοῦτο προσέθηκε “ διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε· ἐνταῦθα τὸν ‘Ιούδαν αἰνίττεται, ἅμα δὲ αὐτοῖς δείκνυσιν· ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ αὐτὸς συνεχώρησεν· ἢ διὰ χειρῶν ἀνόμων, τῶν στρατιωτῶν φησίν.

Τοῦ αὐτοὐ. Εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι· καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετύπωτο.

Ὅν ὁ Θεὸς ἀνέστησεν ἐκ νεκρῶν.

Τοῦ άγίου Σετήρου ἐπισκόπου Ἀντιοκείασ. Τὸ ἐγηγέρθαι αὐτὸν ὑπὸ τοῦ Πατρὸς λέγεσθαι, διὰ τὸ τῶν ἀκουόντων ἀσθενὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευάζοντες. Καὶ μετ’ ὀλίγα—ἐν τίνι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστιν ἡ αὐτοῦ δύναμις τοῦ Πατρός; οὐδεὶς ἄλλος ἣ ὁ Χριστός· “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος.

Λύσας τὰς ὠδῖνας τοῦ θανάτου.

Ἐξ ἀνεπιγράφου. Ἵνα εἴπῃ ἔρρηξε καὶ ἀνέρρηξε τὴν ἔγκυον καὶ ὠγκωμένην καὶ ὠδίνουσαν γαστέρα τοῦ θανάτου· ὃν οὐ μόνον ἐφαλλόμενος οὐ κατέπιεν, ἀλλὰ καὶ κατεπόθη ἐπιπηδήσας· καὶ

44
οὓς οὓς ἐξήμεσεν· οὐ μόνον αὐτὸν οὐ πατέπιεν, ἀλλὰ καὶ οὓς εἶχεν ἐξέτρωσε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου· λύειν λέγων τῶν ὠδίνων τοῦ θανάτου τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου.

Σετήρου Ἀντιοκείασ ἐκ τοῦ πρὸσ Ἀλικαρνασέα c Συντάγματοσ. τὴν ἀνάστασιν προσηγόρευσεν, ὥσπερ ἐκ κοιλίας τινὸς ὠδινούσης, φημὶ δὴ τῶν τοῦ θανάτου δεσμῶν, καὶ τῶν τοῦ ᾅδου μυχῶν, ἀναδύντος τοῦ Σωτῆρος Χριστοῦ καὶ παρελθόντος ὡς ἐκ τοκετοῦ ξένου τῆς ἀναστάσεως. ταύτῃ τοι καὶ ὠνόμασται “ πρω- “ τοτόκος ἐκ νεκρῶν.”

νας θανάτου ἡ παλαιὰ κίνδυνον φησὶ καὶ συμφοράν.

Ὁ ὠδίνων οὐ κατέχει τὸ κατεχόμενον, ἀλλὰ πάσχει καὶ ῥίψαι σπεύδει.

Τοῦ Χρτσοστόμου. Οὕτως ἀνέστης ὡς μηκέτι πάλιν ἀποθανεῖν· τὸ γὰρ εἰπεῖν, “ καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ “ αὐτοῦ,” τοῦτό ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις.

Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ.

Ἐξ ἀνεπιγράφου. Οἱ ἀθληταὶ ἀλειφόμενοι ἄληπτοί εἰσὶ τοῖς ἀντιπάλοις, καὶ οἱ ἐπαοιδοὶ ἠλειμμένοι, ἄθικτοι γίνονται καὶ ἀπροσπέλαστοι τοῖς ὀδοῦσι τοῦ ὄφεως· τῷ δὲ Χριστῷ εἰλημμένῳd μυστικῶς τῷ ἑαυτοῦ Πνεύματι διὰ τὴν ὑπὲρ ἡμῶν ἐνανθρώπησιν, καὶ συμπλακέντι τῷ θανάτῳ, καὶ ὑποτάξαντι τὸν ἀλάστορα, προσελθὼν ὁ ἀντίπαλος κατεάγη, κείμενος ἡμῖν εἰς συριγμόν· ἐξ ἐκείνου γὰρ ἔχομεν “ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν “ τὴν δύναμιν τοῦ ἐχθροῦ·” τὸ δὲ “ καθότι·” καθότι μὲν εὑρηθῆναι αὐτὂν Θεὸν ἐκ Θεοῦ γεγενημένον· καὶ τὴν αὐτὴν τῷ γεγεννηκότι κεκτημένον μένον φυσικῶς ἀνεπίδεκτον φύσιν τε καὶ ὑπόστασιν πάσης τροπῆς ἣ ἀλλοιώσεως ἣ προσθήκης, ἢ ἐπιβολῆς, ἣ συστολῆς, ἣ τῶν ὅσα εἰς ἀλλοίωσιν φυσικὴν ἣ παραφύσιν· καὶ ἀναλλοίωτον ἐν τῇ σαρκώσει, ὁποῖον καὶ τὸν ἄσαρκον Πατέρα, καὶ τὸ ἀσώματον Πνεῦμα τὸ Ἅγιον καὶ ἀναμάρτητον.

Σετήρου ἐκ τοῦ εἰσ τὸ Ἅγιοσ ὁ Θεὸσ συντ άγματοσ. Οὗτος καὶ σαρκὶ συμπλακεὶς τῷ θανάτῳ, καὶ φθάσας μεχρὶ αὐτῶν ᾅδου πυλῶν, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ “λύσας τὰς ὠδῖνας τοῦ θα- [*](c Sic Cod. d Leg. ἠλειμμένῳ.)

45
“ νάτου, καθότι οὐκ ἦν δυνατὸν,” καθὼς ὁ Ἀπόστολος Πέτρος, “ κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ· ἦν γὰρ κατὰ φύσιν ἀθάνατος, εἰ καὶ τῷ πεφυκότι θνήσκειν σώματι τὸ παθεῖν κατεδέξατο, ἐπείπερ οὐδὲ ἄλλως e προσπελάσαι τὸν θάνατον· ὃν τοίνυν ἐπὶ τῆς πείρας εἴδομεν ἀθανάτως ἐν θανάτῳ γινόμενον, τοῦτον ἀνυμνοῦντες λέγομεν τὸ “ Ἅγιος ἀθάνατος.”

Τοῦ Αὐυοῦ ἐκ τοῦ πρὸσ Ἰουλιανὸν Ἁλικαρνασέα συντάγματοσ. Οὐχὶ τὸ μὴ πάντη αὐτὸν γεύσασθαι θανάτου σαρκὶ, καὶ ὑπὸ τὸν ἐκείνου γίνεσθαι ζυγὸν, ἀλλὰ τὸ διαρρῆξαι τοῦτον διὰ τῆς τριταίας ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς παντελοῦς μὴ ἀνασχέσθαι φθορᾶς τὲ καὶ διαλύσεως.

Δαβὶδ γὰρ λέγει εἰς αὐτὸν, προορώμην τὸν Κύριον ἐνώπιόν μοῦ διὰ παντός.

Τοῦ ἁγίου Γρηφορίου Νύσησ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Ἀλλὰ καὶ ὁ προφήτης Δαβὶδ κατὰ τὴν ἑρμηνείαν τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν· ὅτι “ οὐ κἐγκαταλείψεις ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιον “ σου ἰδεῖν διαφθοράν·” οὕτω τοῦ Ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς τὸν ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· ἡ γὰρ θεότης, καὶ πρὸ τῆς σαρκὸς καὶ ἐν τῇ σαρκὶ, καὶ μετὰ τὸ πάθος, ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει, πάντοτε οὖσα καὶ εἰσαεὶ διαμένουσα· ἐν δὲ τῷ παθητῷ τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδετέρου ᾦ ἅπαξ ἡνώθη· καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνη φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως· “ ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται τὴν “ ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τῆς ἀπ’ ἀρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν Θεὸν ἀνακράσεως, εἰς θείαν φύσιν μεταποιη- θείσης.

Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσα μου.

[*](c Superscr. m. s. ἦν δυνατόν.)
46

Ἐξ Ἀνεπιγράφου. Τὸ ἐκ δεξιῶν ἑστάναι τὸν Πατέρα λε’ γέσθαι τοῦ Υἱοῦ νῦν· ποτὲ δὲ πάλιν ἐκ δεξ,ιῶν τοῦ Πατρὸς κάθεσθαι τὸν Υἱὸν, οὐδὲν ἕτερον ἢ τὴν ἰσότητα ἡμῖν σημαίνει· Κύριον δὲ αὐτοῦ τὸν Πατέρα καλεῖ, διά γε τὸ λαβεῖν αὐτὸν δούλου μορφήν.

Διδύμου. Οἱ μὴ ἔχοντες περὶ Θεοῦ ἐννοίας διηρθρωμένας τοπικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, διὰ τὸ “ Κάθου ἐκ δεξιῶν μου·” ἢ κεκαθικέναι τὸν Σωτῆρα μετὰ ἀνά- ληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης· οἷς δυνατόν τι εἰπεῖν· εἰ γὰρ ἐκ δεξιῶν τοῦ Πατρὸς ὁ Υἱὸς τοπικὼς ὡς οἴονται· ἀδύνατον ἐκ δεξιῶν τοῦ Υἱοῦ τὸν Πατέρα εἶναι κατ’ αὐτὸ τοῦτο τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ Υἱὸς, “προωρώμην τὸν Κύριον ἐκ δεξιῶν “μου·” ὅθεν ἑτέρως ἢ κατὰ τόπον ἐκληπτέον τὸν Υἱὸν δεξιὸν τοῦ Πατρὸς, καὶ τὸν Πατέρα τοῦ Υἱοῦ· ὡσαύτως τὸ “ ἐγὼ ἐν τῷ “Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν·” ἔτι δὲ “ καὶ ἡ σάρξ μου “ κατασκηνώσει ἐπ’ ἐλπίδι. ἐπεὶ Ἰησοῦς, καθὸ ἀνεδέξατο θάνατον, ἀπέθετο ἣν κατ’ οἰκονομίαν ἔλαβε σάρκα, ἐπὶ τῷ πάλιν ἀναστῆσαι αὐτὴν ἀπὸ τοῦ θανάτου τῇ τρίτῃ ἡμέρᾳ· εἰκότως τὴν σάρκα ταύτην οὖσαν ἑαυτοῦ ἐπ’ ἐλπίδι κατεσκηνωκέναι φησὶ, διὰ τὴν προσδοκίαν τῆς ἀναστάσεως. Εἰ δέ τις ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆσθαι αὐτὸ ἐκλαμβάνει, παυσάσθω κατατρέχων τῆς περὶ ἀναστάσεως δόξης τῶν ἁπλουστέρων· εἰ γὰρ καὶ μὴ οἷοι τέ εἰσι παρίστασθαι ὃ φρονοῦσιν· ἀλλ’ οὖν εὐσεβῶς διάκεινται φάσκοντες τὴν σάρκα ἀνίστασθαι ἐπὶ τὸ εἶναι ἄφθαρτον καὶ πνευματικὸν σῶμα· ὡς γὰρ ὁ ἐγειρόμενος νεκρὸς μετὰ ἀνάστασιν ζῶν καὶ οὐ νεκρός ἐστιν, οὕτως ἡ ἐγειρομένη σὰρξ μετὰ τὴν ἔγερσιν πνευματικὸν τικὸν καὶ ἄφθαρτον σῶμά ἐστι.

Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι.

Κυρίλλου. Τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Καὶ πάλιν—Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾶ μὲν δύνασθαι κρατεξῖσθαι ποτὲ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα· κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.

47

Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

Κυρίλλου. ’Ανεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐν δεσμοῖς εἰπὼν, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε.

Σευήρου Ἀντιοκείασ ἐκ τοῦ πρὸσ Εὺπράξιον γραφέντοσ. καὶ θανάτου λέγεται γεγεῦσθαι δι’ ἡμᾶς, τῷ τὴν αὐτοῦ ψυχὴν χωρισθῆναι τοῦ σώματος, οὐ τῷ θεότητος ἔρημον τὴν ψυχὴν ἣ τὸ σῶμα γενέσθαι· αὐτὸς γὰρ ἑαυτὸν ἀμφοτέρων ἀχώριστον ἔδειξεν· οὔτε γὰρ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· καθὼς ὁ ψάλλων φησίν· ἀλλὰ τοῦ μὲν σώματος οὐ κεχώριστο θαπτομένου, καταργῶν τὴν φθοράν· οὐ γὰρ ἦν, ἀπολειπομένης τῆς ἀφθαρσίας τε καὶ ζωῆς, μὴ πάντως αὐτῷ καὶ πειραθῆναι διαφθορᾶς· τῇ δὲ ψυχῇ συγκάτεισιν εἰς ᾅδου· ὅλος ὣν ἐν αὐτῇ, καὶ ὅλος ὣν ἐν τῷ σώματι· ἀδιαίρετος γὰρ ὡς ἀσώματος, καὶ πάντα πληροῦν δυνάμενος ὡς ἀπερίγραπτος.

Ἡσυκίου. Ὥσπερ αἱ ψυχαὶ τῶν δικαίων μετὰ τοῦ Σωτῆρος ἐκ τῶν κάτω χωρίων ἔτριψαν ἀναβαίνουσαι.

Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς.

Κυρίλλου Ἀλεξανδρείασ. Ἐκεῖνο διδάσκων ὅτι τὸ τῆς αὐθρωπότητος ἔχων πρόσωπον ὁ καθ’ ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐκ αὐτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀνίησι λόγους, ὡς ἐφ’ ἑαυτῷ καὶ πρώτῳ καλῶν· ἐφ’ ἡμᾶς τὴν τῶν οὐρανίων μέθεξιν αὐγαθῶν· ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀνθρώπου φύσει προσ- νέμει· ἐπεὶ πῶς τῇ τοῦ ἀνθρώπου πτωχείᾳ πεπλουτήκαμεν.

Πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

Του Αγíου Σευηρου ’Αντιοκεíασ. Πρόσωπον Κυρίου νοητέον τὴν θεοπρεπεστάτην θεοφάνειαν καὶ τὴν ἡμετέραν ἐπισκοπὴν, ἣν ἡμᾶς τότε τελειωτέρον ἐπισκέψεται.

Ἄνδρες ἀδελφοὶ ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·

Του κρυσοστΌμου. Ὅταν μέλλῃ τι λέγειν μέγα, τούτῳ

48
κέχρηται τῷ προοιμίῳ διεγείρων αὐτοὺς καὶ οἰκειούμενος. Καὶ μετ’ ὀλίγα—πολλὴ ἡ ταπεινοφροσύνη ἔνθα οὐδὲν ἔβλαπτεν, οὐδ’ ἃν ὠργίσθησαν· οὐ γὰρ εἶπε ταῦτα. οὐ περὶ τοῦ Δαβὶδ εἴρηται ἀλλὰ περὶ τοῦ Χριστοῦ· ἀλλ’ ἑτέρως· τῇ πολλῇ περὶ τὸν μακάριον Δαβὶδ τιμῇ ἐνέτριψεν αὐτοὺς περὶ τοὺς ὡμολογημένους, ὡς πρὸς τολμηροὺς φθεγγόμενος καὶ παραιτούμενος αὐτούς· καὶ ἐνταῦθα οὐκ ἔτι περὶ τοῦ Δαβὶδ φησὶν ἁπλῶς, ἀλλὰ καὶ περὶ τοῦ Πατριάρχου· ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ οὐκέτι λέγει, καὶ οὐκ ἀνέστη, ἀλλ’ ἑτέρως· καίτοι οὐδὲ τοῦτο μέγα ἢν· “καὶ τὸ “μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·” εἰς τὸ αὐτὸ ἦλθε, καὶ οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστόν· ἀλλὰ τί; μετ’ ἐγκωμίων τῶν τοῦ Δαβίδ.

Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῶ ὁ Θεός.

Ταῦτα λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιμὴν καὶ τὸ γένος, δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης, εἰ μὴ τοῦτο εἴη καὶ τῆς εἰς αὐτὸν τιμῆς.

Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστῆσαι τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προιδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως Χριστοῦ.

Εξ ανεπιγραφου. Ἐν πολλοῖς τόποις τῆς θείας γραφῆς, ἀντὶ βασιλείας, θρόνος ὀνομάζεται· ὡς καὶ ἐν τῷ προκειμένῳ, καὶ ἐν τῷ “ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα. ἐβασίλευσε γὰρ ὁ Χριστὸς ἐπὶ τὸν νοητὸν Ἰσραήλ. Οτι οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην.

Τοῦ Χρυσοστόμου. Τοῦτο πάλιν θαυμαστὸν δείκνυσιν, ὅτι οὐχ ὁμοία τοῖς ἄλλοις ἦν ἡ ἀνάστασις· κατέσχε μὲν γὰρ αὐτὸν, οὐκ εἰργάσατο δὲ τὸ αὐτοῦ τότε ὁ θάνατος. Καὶ μετ’ ὀλίγα—πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόμενα. Οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.

Διδυμου. Τὸ μὴ ἰδεῖν τὴν σάρκα Ἰησοῦ διαφθορὰν, δηλοῖ, οὐ τὸ μὴ τεθνάναι· τέθνηκε γὰρ, καὶ ἐν μνήματι ἐτέθη· ἀλλὰ τὸ μὴ διαλελύσθαι· τρίτῃ γὰρ ἡμέρᾳ ἀνέστη· ἔπρεπε γὰρ οὕτω τὴν

49
ἀνάστασιν γενέσθαι· εἰ γὰρ ἦν ἡ σὰρξ αὐτοῦ διαλυθεῖσα κατὰ τοὺς νεκροὺς, δισταγμὸν ἔφερεν ἀναστὰς, ἀμφιβαλλομένου εἰ αὐτὸ εἴη τὸ τοῦ Ἰησοῦ σῶμα τὸ ἀναστᾶν· ἠκολούθει δὲ καὶ τὸ μὴ τρίτῃ ἡμέρᾳ, ἀλλ’ ἔτι μετ’ ἐκείνην τὴν ἀνάστασιν γεγονέναι· ὅπως οὖν πᾶς ὁ περιελκυσμὸς λυθῇ, καὶ τριήμερος ἀνέστη ἀδιάφθορος ἔτι οὖσα, καὶ ἐν μνήματι κενῷ, ἔνθα οὐδεὶς πρότερον τέθειτο, ἐτάφη· ἵνα μὴ ὑποληφθῇ ἕτερος ἀνθ’ ἑτέρου ἐγηγέρθαι.

Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός· οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες.

Του Αγíου Ειπηναíου Επισκοπου Λουγλουνων. Οὐκ ἄλλον Θεὸν κατήγγελλον οἱ Ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστὸν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα· ἀλλ’ ἕνα τὸν αὐτὸν Θεὸν καὶ Σωτῆρα καὶ Χριστὸν Ἰησοῦν, τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίαζον αὐτοὺς, ὅτι ὃν ἐπεγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν, ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν.

Πἀλιν ἐπὶ τὸν Πατέρα καταφεύγει· καίτοιγε ἤρκει εἰπεῖν τὸ πρότερον, ἀλλ’ οἶδε σῶον τοῦτό ἐστιν, ἐνταῦθα καὶ περὶ τῆς ἀνα- λήψεως ἠνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν· ἀλλ’ οὐδὲ αὐτὸ φανερῶς λέγει.

Σευηρου λογου οζ. Οἱ Ἀπόστολοι κηρύττοντες τὸ Εὐαγγέ- λιον ἔλεγον τὸν Χριστὸν ἐγηγέρθαι ὑπὸ τοῦ Πατρὸς διὰ τὸ τῶν ἀκουόντων ἀσθενὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευάζον· τες. Καὶ μετ’ ὀλίγα—Καὶ τὸ ἐγηγέρθαι δὲ αὐτὸν ὑπὸ τοῦ Πατρ[ος τρὸς λέγεσθαι, τῶν μὲν ἀκουόντων ᾠκονόμει τὸ ἀσθενές· τὸν δὲ αὐτὸν ἔχει νοῦν τὸ ἠγέρθη, οὐκ ἔστιν ὧδε, καὶ οὐχ ἕτερον ἐν τινι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστι δύναμις τοῦ Πατρός ; οὐδεὶς ἄλλος ἢ Χριστός· “Χριστὸς γὰρ “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.” οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος.

Εξ ανεπιγραφου. Πρέπον ἐνταῦθα τῷ ἐκ Πατρὸς ἐκφύντι Λόγῳ διὰ τὰ τῆς κενώσεως μέτρα· ὅτι δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν τῆς τοῦ Πατρὸς ἰσοτιμίας οὐκ ἔμεινεν ἐκτὸς, ἄκουσον

50
λέγοντος τοῦ Δαβίδ· “Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ “ δεξιῶν μου·” καὶ πάλιν ὁ Παῦλος· “ ἀπεκδεχόμενοι τὴν μακα- “ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ “ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· “ ἐν τῷ ὀνόματι “ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ “ νίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς “ Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”

“ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός.” ὅταν ἀκούσωμεν λέγοντος τοῦ θεσπεσίου Πέτρου· “τοῦτον τὸν ’Ιη- “ σοῦν ἀνέστησεν ὁ Θεός·” κ’ἂν τὸν ὁρώμενον λέγῃς καὶ προσλωθέντα θέντα τῷ ξύλῳ, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα f χερσὶν, οὐδὲν ἧττον ἡμεῖς σεσαρκωμένον νοοῦμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υἱόν.

Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.

Του χπυσοστομου. “ Ἐξέχεε,” φησὶν, οὐκ ἀξίωμα ζητῶν· καὶ οὐχ ἁπλῶς ἀλλὰ μετὰ δαψιλείας.

Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτὸς.

Τοῦ Αὐτοῦa. Θαρρούντως λοιπὸν μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς οὐρανὸν ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων καὶ ἐκείνους ἀναμιμνήσκων περὶ οὗ καὶ ὁ Χριστὸς εἶπεν· “ οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς οὐ- “ρανούς·” οὐκέτι ἐνταῦθα μεθ’ ὑποστολῆς λέγει, ἔχων τὸ ἀπὸ τῶν εἰρημένων θάρσος· οὐ λέγει ἐξὸν εἰπεῖν, οὐ δὲ ὅσα τοιαῦτα· λέγει δὲ αὐτὸς εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, καὶ τὰ ἑξῆς.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.

Σευηρου αρκιεπισκΌπου αντιοκεiας απο λογου ρκγ. Τὸ ἰσότιμον Υἱοῦ καὶ Πατρὸς διὰ τούτου νοοῦμεν· ἐπὶ γὰρ τῆς ἀσωμάτου οὐσίας οὐ δυνατὸν νοῆσαι δεξιὸν ἢ ἀριστερόν.

Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

[*](f ψηλαφιθέντα Cod.)
51

Του Αγíου ’Αθανασíου Απκιεπισκοπου ’Αλεξανκρεíας. Καὶ τίνες ἃν εἶεν οἱ ἐχθροὶ, ὁ Ἀπόστολος δηλοῖ βοῶν· “ὅταν καταρ- γήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ Θάνατος.”

Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγαν, ὥσπερ ἐν τῇ ἀρχῇ.

Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα ἔληξε διασείων αὐτῶν τὴν διάνοιαν· ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε μείζονα δεῖξαι καὶ τῷ φόβω αὐτοὺς ἑλεῖν.

Τοῦ Χρυσοστόμου εκ του κατα ’ιωαννην υπομνΉματος. ταύτην γὰρ πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγορίαν· οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον· διὰ τοῦτο τοῖς περὶ τὴν οἰκονομίαν ἐνδιατρίβει λόγοις· ἵνα τούτοις ἡ ἀκοὴ γυμανσθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ· καὶ εἰ ἕλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω· καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις.

g Περὶ πίστεως τῶν παρόντων διὰ τοῦ βαπτίσματος αὐτῶν σωτηρίας.

Ἀκούοντες δὲ κατενύγησαν τὴν καρδίαν· εἶπον τὲ πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ’Αποστόλους· τί ποιήσωμεν ἄνδρες ἀδελφοί;

Τοῦ Χρυσοστόμου. Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς καλοῦ- σιν· οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν ἐπισπώμενοι καὶ κηδεμονίαν· πάντων δὲ ἐρωτηθέντων ὁ Πέτρος ἀποκρίνεται.

Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βα- πτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν.

Τπυ Αυτου. Καὶ μὴν ἕτερος τῶν ἐνταῦθα δικαστηρίων ὁ νόμος· [*](g Asteriscus deest.)

52
ἐπὶ δὲ τοῦ κηρύγματος, ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε σό- ζεται.

Εξ Ανεπιγραφου. βαλανεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, σία, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλέδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις.

Εξ Ανεπιγραφου. Εἴτις νομίζει τοῦτο ἐκείνῳ μάχεσθαι, τῷ “βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “τοῦ Ἁγίου Πνεύματος, γινωσκέτω ὡς ἡ Ἐκκλησία διαίρετον νοοῦσα τὴν Ἀγίαν τριάδα, τίθεται τὸν Πατέρα Υἱοῦ εἶναι καὶ τὸν Υἱὸν Πατρὸς, καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν τὴν ὁμοούσιον ἐν τρισὶν ὑποστάσεσι, τὸν βαπτιζόμενον εἰς ὄνομα Χριστοῦ, εἰς τὴν τριάδα βαπτίζεσθαι, οὐκ ἄπο. μεριζομένου τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.

Τοῦ Αὐτοῦ. Καίτοι εἰ μὴ ἦν τὸ ὄνομα τοῦ Πατρὸς, Θεός· καὶ τοῦ Υἱοῦ, Θεός· καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος, Θεός· ἐχρῆν νομοθετῆσαι εἰς τὸ ὄνομα Θεοῦ Ἰησοῦ, ἣ εἰς τὸν Ἰησοῦν μόνον· ἀλλ’ “εἰς “ τὸ ὄνομα Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἅμαρτ’ ἰῶν· εἰδὼς ὅτι τὸ ὄνομα Ἰησοῦ ὁ Θεός ἐστιν, ὥσπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· καὶ φησὶ, “λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος· ὁρᾶς πῶς μίαν δωρεὰν ἀνέδειξε τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος· ὡς μιᾶς οὔσης τῆς ἀξίας.

Διδυμου. Τοῦ Σωτῆρος προστάξαντος τοὺς τετελειωμένους βαπτίζεσθαι εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, οὐ φρονίμως τινὲς ἐντυγχάνοντες τοῖς γεγραμμένοις, ἀκούοντες τῆς προτροπῆς Πέτρου παραινοῦντος βαπτισθῆναι ἕκαστον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, οἷον τὴν ἰσοδύναμον τὴν μίαν ταῖς τρισὶ προσηγορίαις τοῦ σαβελλίου τρωθέντες γνώμῃ· ἡ μέντοιγε Ἐκκλησία ἀδιαίρετον καὶ ἄσχιστον νοοῦσα τὴν τριάδα, τίθεται τὸν Πατέρα Πατέρα καὶ τὸν Υἱὸν Πατρὸς εἶναι· καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν ταύτην, τὸν βαπτιζόμενον εἰς ὄνομα Χριστοῦ, κατὰ τὴν τριάδα βαπτίζεσθαι· οὐκ ἀπομεριζομένου τοῦ Θεοῦ περιγραφαῖς καὶ διαστάσεσι Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.

Καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν.

53

Τοῦ Χρυσοστόμου. Ἀξιόπιστος ὁ λόγος, ἐξ ὧν αὐτοὶ ἔλαβον· τέως τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει· ὑπόθεσις γὰρ αὐτοῖς ἔσται σπουδῆς τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν· ἐπειδὴ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροατὴς τι ἦν τὸ τῶν πλειόνων λόγων κεφάλαιον· τοῦτό ἐστι, φησὶν, ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος· ἐπῄνεσαν τὰ λεχθέντα καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἐξέρχονται.

Καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.

Τοῦ Αὐτοῦ. Πολλῷ μᾶλλον ὑμῖν τοῖς ἐγγύς.

Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρατο καὶ παρεκά- λει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.

Ορα αὐτὸν πανταχοῦ ἐπιτέμνοντα καὶ οὐ φιλοτιμούμενον, οὐδὲ δεικτιῶντα· “διεμαρτύρατό,” φησι, “καὶ παρεκάλει λέγων·” ἀπηρτισμένη αὕτη ἡ διδασκαλία, τὸ μὲν φόβον, τὸ δὲ ἀγάπην ἔχουσα.

Οἱ μὲν οὖν ἀσμένως δεξάμενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν.

Πῶς οἴη h τοῦτο τοὺς Ἀποστόλους ἀνεκτήσατο; μᾶλλον τοῦ σημείου·

Καὶ προσετέθησαν ἐν τῆ ἡμέρᾳ ἐκείνη ψυχαὶ ὡσεὶ τρισχίλιαι.

Ενταῦθα πληροῦται ἡ προφητεία τοῦ θεσπεσίου Ἡσαιοῦ λέγουσα. “ τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ὅτι ὤδινε καὶ “ ἔτεκε Σιῶν τὰ παιδία αὐτῆς ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν “ ταύτην· εὐφράνθητι ’Ιερουσαλὴμ, καὶ πανηγυρίσατε πάντες οἱ “ ἀγαπῶντες αὐτήν.” Καὶ ἃ διὰ λόγων ὁ προφήτης ἐδίδαξεν, ἐν- ταῦθα ἡ πείρα δείκνυσιν ἐναργῶς.

Κατὰ τὴν θείαν πίστιν καὶ ὁ ἀριθμὸς τῶν ἀρξαμένων πιστεύειν τῷ θείῳ βαπτίσματι· τρεῖς χιλιάδες ὁμοουσίων εἰς τριάδα ὁμοούσιον ἐβαπτίσθησαν.

[*](h Sic Cod.)
54

Περὶ ὁμονοίας κοινωφελοῦς καὶ προσθήκης τῶν πιστῶν.

Ἦσαν δὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν τῆ διδαχῇ τῶν Ἀποστόλων καὶ τῆ κοινωνίᾳ καὶ τῆ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

Τοῦ Χρυσοστόμου. Δύο ἀρεταὶ καὶ τὸ προσκαρτερεῖν καὶ τὸ “ ὁμοθυμαδὸν τῇ διδαχῇ φησὶν “ τῶν Ἀποστόλων·” πάλιν γὰρ αὐτοὺς ἐδίδασκον, “ καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ “ τῇ προσευχῇ·” πάντα κοινά· πάντα μετὰ καρτερίας· οὐ γὰρ μίαν ἡμέραν, οὐ δύο καὶ τρεῖς, ἀλλ’ ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ’ ἕτερον μεταστάντες βίον.

Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς Ἰερουσαλήμ· φόβος τὲ ἦν μέγας ἐπὶ πάντας αὐτούς.

Τοῦ Αὐτοῦ. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν· οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον· ἄρα πεπύρωτο αὐτῶν ἡ διάνοια· ἐπειδὴ γὰρ ἄνωθεν ἦν πολὺς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ· καὶ διεμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα· καθάπερ ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα· εἶτα διδασκαλία· εἶτα θαύματα· οὕτω καὶ νῦν.

Τοῦ Αὐτοῦ. Καὶ τῶν οὐ πιστευσάντων δηλονότι, τοσαύτην μεταβολὴν ἀθρόον ἰδόντων, καὶ ἀπὸ τῶν σημείων.

Καὶ πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά.

Τοῦ Αὐτοῦ. Ὁρᾶς εὐθέως ὅση ἦν ἐπίδοσις, οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτεία.

Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε.

Αμμωνíoy πρεσβυτερου. Σημειωτέον ὅτι ὡς ἐπὶ μιᾶς ψυχῆς καὶ ἐπὶ ἑνὸς σώματος οὕτω δεῖ φρονεῖν περὶ παντὸς πιστοῦ· καὶ ὁ τῆς Ἐκκλησίας θεσμὸς κοινὸν βίον θέλει ἔχειν ἅπαντας μεθ’ ἑαυτῶν.

Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς καθάπερ οἱ παρ’ Ἕλλησι

55
σοφοὶ, οἱ μὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔρριψαν πολὺ χρυσίον· τοῦτο δὲ οὐχ ὑπεροψίᾳ χρημάτων, ἀλλὰ μωρίᾳ καὶ ἀνοίᾳ. ἐσπούδασε γὰρ ὁ Διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασιν· ἐνταῦθα δὲ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον εἶχε, καὶ ταχέως ἦλθεν ἐπὶ τὸ αὐτὸ ἐπὶ τὸ πᾶσι μεταδοῦναι· τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον τ’ εὐθέως ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη· δι’ ὧν ἔπραττον ἔδειξαν ἃ ἤκουσαν· τοῦτο ἦν ὃ ἔλεγε, “ σώθητε ἀπὸ τῆς γενεᾶς “ τῆς σκολιᾶς ταύτης.

Πλούσιοι ὄντες ἡδέως ἐπτώχευον, μεμνημένοι τοῦ δι’ αὐτοὺς πτωχεύσαντος πλουσίου Θεοῦ.

Καθ’ ἡμέραν τὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ.

Τοῦ Χρυσοστόμου. Τῆς διδασκαλίας ἀπήλαυον· σκόπει πῶς μὲν οὐδὲν ἕτερον ἐποίουν Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ τῷ ἱερῷ προσήδρευον· ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι καὶ περὶ τὸν τόπον πλείονα εὐλάβειαν εἶχον· οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ Ἀπόστολοι τέως ὥστε μὴ βλάψαι.

Τοῦ Αὐτοῦ. τουτέστι μία ψυχή· καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἅτε γὰρ νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ· ἄγγελοι γεγόνασιν ἐξαίφνης ἅπαντες, εὐχῇ καὶ ἀκροάσει προσκαρτεροῦντες· εἶδον ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τοῦτο ἐπὶ τὸ πᾶσι μεταδοῦναι. Καὶ μετ’ ὀλίγα—Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξάγαγον αὐτοὺς λοιπὸν ἔξω· ἅμα δὲ τῆς τοῦ Πνεύματος παρρησίας πολλῆς οὔσης, καθημέραν τε ὥσπερ εἰς ἱερὸν ἀνήεσαν τόπον· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τοῦτο ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν ’Ιουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ τιμὴ εἰς τὸν τόπον διέβαινε τὸ ἐν τῷ οἴκῳ ἐσθίειν· ποίῳ οἴκῳ; ἐν τῷ ἱερῷ· καὶ ὅρα εὐλαβείας ἐπίδοσιν· χρήματα ἔρριψαν καὶ ἔχαιρον· καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμβανον ἄπονα· οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν· οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον ὄντως παι- δεύεσθαι· ὡς ἀρτίτοκοι οὕτω διέκειντο· καὶ τί λέγω ὡς ἐν ἀμυδρᾷ εἰκόνι; εἰ μέμνησθε ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες

56
ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς πονηρὸς, οὐδεὶς ὕπουλος ἦν· καὶ γὰρ τοιοῦτον ὁ φόβος, τοιοῦτον αἱ θλίψεις· οὐκ ἦν τὸ ἐμὸν καὶ τὸ σόν· διὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι· οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν ἀδελφῶν, δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν· οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο· τοῦτό ἐστιν ἀγαλλίασις· κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον· καὶ οὗτοι ὡς δοξαζόμενοι· ταύτῃ καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι. Καὶ μετ’ λίγα—Ὅρα πόσα αὐτοῖς προμαρτυρεῖ· πίστιν γνησίαν· βίον ὀρθόν· τὴν ἐν ἀκροάσει καρτερίαν· τὴν ἐν εὐχαῖς· τὴν ἐν ἀσφαλείᾳ· τὴν ἐν εὐφροσύνῃ· δύο ἦν ἱκανὰ καλεῖν αὐτοὺς εἰς ἀθυμίαν· ἥτε νηστεία καὶ τὰ χρήματα ἀπόλλυσθαι· ἀλλὰ διά τε ἀμφότερα ἔχαιρον· τίς γὰρ τοὺς οὕτω διακειμένους οὐκ ἃν ἠγάπησεν ὡς πατέρας κοινούς· οὐδὲν ἔτικτον πονηρὸν κατ’ ἀλλήλων· τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ.

Κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας· αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοῖς σωζομένοις καθ’ ἡμέραν τῇ ἐκκλησίᾳ.

Τοῦ Χρυσοστόμου. τὸν ἄρτον δοκεῖ μοι λέγων, καὶ νηστείαν ἐνταῦθα σημαίνειν καὶ σκληρὸν βίον· τροφῆς γὰρ οὐ τρυφῆς μετελάμβανον.

Toῦ Αὐτοῦ. Ὁρᾶς ὅτι οὐχ ἡ τρυφὴ ἀλλ’ ἡ τροφὴ τὴν ἀπόλαυσιν ἐποίει· οἱ μὲν γὰρ τρυφῶντες ἐν κολάσει καὶ λύπῃ, οὗτοι δὲ οὐχί. Ὁρᾶς ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτον εἶχον τὸν τοῦ βίου σωφρονισμόν· οὐ γὰρ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφελείας οὔσης.

Τοῦ Αὐτοῦ. Πῶς εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; δι’ ὧν ἐποίουν, διὰ τῆς ἐλεημοσύνης· μὴ γάρ μοι ὅτι i οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας τοῦτο ἴδης, ἀλλ’ ὅτι πρὸς τὸν λαὸν χάριν εἰχον.

[*](i Lacunam indic. rec. m.)
57

Τοῦ Αὐτοῦ. Πάλιν ὁμόνοια· ἡ ἀγάπη τὸ πάντων αἴτιον τῶν ἀγαθῶν· οὐκ ἤρκει τὰ λεχθέντα· ἐκεῖνα μὲν γὰρ ὥστε ἐπάγεσθαι πρὸς τὴν πίστιν ἦν ἱκανά· ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν.

Ἐξ ανεπιγραφου. Ὁ συνεργῶν Κύριος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν τοὺς σπουδάζοντας συγκαταριθμηθῆναι, μᾶλλον δὲ ἑνωθῆναι τοῖς προλαβοῦσι, τὴν πίστιν προσετίθει καθ’ ἑκάστην τῇ Ἐκκλησίᾳ ἐπὶ τὸ αὐτό· νοήσεις δὲ τὸ λεγόμενον ἐκ τοῦ εἰρημένου ἐν Εὐαγγελίῳ· “Πᾶν’ ὃ δίδωσι μοι ὁ Πατήρ μου, πρὸς ἐμὲ ἥξει·” τὸν γὰρ ἐρχόμενον πρὸς τὸν Υἰὸν, δίδωσιν αὐτῷ ὁ Πατήρ δηλοῖ δὲ τὸ ἔρχεσθαι προαιρετικὴν ὁρμὴν, τὸ δὲ δεδόσθαι ὑπὸ τοῦ Πατρὸς συνεργίαν τελειοῦσαν τὴν ὁρμὴν τοῦ παρ’ ἰδίαν βούλησιν ἐρχομένου· ὅθεν οἰχέσθω ὁ μῦθος τῶν τὰς φύσεις εἰσαγόντων· τοὺς γὰρ οὕτως ἔχοντας ἡ φύσις αὐτῶν προστίθησιν αὐτοὺς τοῖς πιστοῖς, ἀλλ’ οὐχ ὁ Κύριος.

Περὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γενετῆς χωλοῦ· Πέτρου τὲ κατηχήσεως ἐκλεκτῆς1 συμπαθητικῆς, συμβουλευτικῆς πρὸς σωτηρίαν αὐτῶν.

Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην· καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.

Τοῦ Χρυσοστόμου. Πανταχοῦ φαίνονται οὗτοι βεβαίαν ἔχοντες τὴν ὁμόνοιαν· τούτῳ νεύει ὁ Πέτρος· ὁμοῦ εἰς τὸν τάφον ἀπῆλθον· περὶ αὐτοῦ φησὶ τῷ Χριστῷ, “οὗτος τί;” τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· λέγει δὲ σημεῖον ἀφ’ οὗ πάντας ἐκίνησε. Καὶ Καὶ πάλιν αὐτοὺς, οὐ προη- γουμένως ἐπ’ αὐτὰ ἐρχομένους· οὕτω φιλοτίμως ἦσαν καθαροί. καὶ μετ’ ὀλίγα—φυσικὸν τὸ πάθος ἦν· κρεῖττον τεχνῆς ἰατρικῆς· τεσσαράκοντα ἦν ἔτη πεποιηκὼς ἐν τῇ Γαλιλαίᾳ καθὼς προιὼν φησίν· οὐδεὶς αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐθεράπευσε· ταῦτα γὰρ μάλιστα δύσκολά ἐστιν ἅπερ ἃν ἐκ γενατῆς m ᾖ· καὶ ἐπίσημος δὲ ὁ ἀνὴρ ἦν, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους.

[*](k γεννητς Cod. 1 ἐκλεκτῆς om. Cod. N.C. m γεννητὴς Cod.)
58

Σευηρου Αρκιεπισκοπου ’Αντιοκεíας. Δοκεῖ γὰρ ὁ χωλὸς οὕτος τύπον ἐπέχειν πάσης τῆς ἀνθρωπότητος, ἤγουν τῆς ἐκ τῶν ἀθέων καὶ ἐλπίδα μὴ ἐχόντων ἐθνῶν συλλεγείσης Ἐκκλησίας καὶ περιποιηθείσης, ὡς γέγραπται· ἥντινα νενεκρωμένην μὲν ἐζωοποίησεν ὁ Χριστὸς τῷ οἰκείῳ θανάτῳ, παρειμένην δὲ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα καὶ βαίνειν τὸ παράπαν οὐ δυναμένην, ἀλλ’ ἔξω κειμένην τοῦ ἱεροῦ, τὴν χεῖρα τῆς διδασκαλίας ὀρέξαντες, ἀνέστησαν οἱ Ἀπόστολοι· ἀργύριον μὲν καὶ χρυσίον οὐ δόντες, εἰ καὶ περὶ ταῦτα ἐκεχήνει, καὶ περὶ τὴν ὑλικὴν φαντασίαν ἐπτόητο· τὴν δὲ ὡραίαν αὐτῇ θύραν ὅλην ἀνοίξαντες· ἥτις ἐστὶν Ἰησοῦς, “ ὁ ὡραῖος μὲν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς ὁ Προφήτης φησὶν, εἰσάγων δὲ τοὺς πιστεύοντας πρὸς τὴν ἑαυτοῦ γνῶ- σιν καὶ τοῦ Πατρὸς οἷα δὴ θύρα· καὶ ἐν Εὐαγγελίοις βοᾷ· “ ἐγώ εἰμι η θύρα.

Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν· ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννη, εἶπε· βλέψον εἰς ἡμᾶς· ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν.

Σευηρου Απο Λογου Οδ. Διὰ τοῦτο ὡς ἔοικεν ὁ χωλὸς καὶ Πέτρον ᾔτει καὶ Ἰωάννην τὴν τοιαύτην εἰσφορὰν εἰσφέρειν αὐτῷ, δεικνὺς ὡς καὶ τοῖς κατ’ ἐκείνου τὴν ἀρετὴν εἰς προσευχὴν πορευομένοις ἀναγκαῖος ὁ περὶ τοὺς ἐνδεεῖς οἶκτος καὶ ἔλεος.

Τοῦ Χρυσοστόμου. Καὶ οὐδὲ οὕτως ἀνέστη αὐτοῦ ἡ διάνοια, ἀλλ’ ἐπέμενεν ἐνοχλῶν· τοιοῦτον γὰρ ἡ πενία· καὶ εὐρώστους ἀπαγορεύοντας ἐπιμένειν ἀναγκάζει· αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες. Ὄρα δέ μοι τὴν ἐπιείκειαν τοῦ Πέτρου· “ εἶπέ,“ φησι, “βλέψον εἰς ἡμᾶς· οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ ’τον τρόπον.

Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει. καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.

Σευηρου Αντιοκεíας. Ἀρέσκει σοι, φησὶν, εἰς διδασκαλίαν, καὶ τὴν ἐκ ταύτης ὑγείαν καὶ ἐπανόρθωσιν, τὸ μόνον ἰδεῖν ἡμᾶς·

59
ἔασον οὖν τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ξόανα καὶ σεβάσματα τῶν ἐθνῶν· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἃ καθάπερ σὺ πόδας ἔχεις καὶ οὐ περιπατεῖς.

Τοῦ Χρυσοστόμου. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατεῖχον· εῖχον· τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερον; ἕτεροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἁβρύνονται, λέγοντες, ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα, καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ ἐπὶ τὸ πάντων εἶναι γυμνόν· καὶ οὐ καταδύεται δύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι· ἀλλ’ οὐδὲ ἐγκαλύ- πτονται καὶ καλλωπίζονται. Καὶ μετ’ ὀλίγα—Ἥκουσα τῆς Πέτου τροῦ φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα τῆς οὐδὲν ἐχούσης καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας· αὕτη γὰρ μηδὲν ἔχουσα, καὶ νεκροὺς ἀνίστη, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε· καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν χαρίσασθαι.

Σευηρου Απο Λογου Οδ. Διδάσκων ὡς χρὴ μᾶλλον οὗ ἔχει τις, τούτου μεταδιδόναι τοῖς ἐνδεέσιν, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ τυγχάνει, καὶ μὴ ἴδιον ἀλλὰ κοινὸν τὸ κτῆμα λογίζεσθαι· καὶ τὸν δεδωκότα ἐννοεῖν καὶ ἑαυτοῦ κατεπᾴδειν καὶ λέγειν· τι ἔχεις ὃ οὐκ ἔλαβες; Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ἴδωμεν πῶς ἐν τύπῳ τοῦ χωλοῦ τὴν Ἐκκλησίαν διανέστησε Πέτρος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῶν Ἀποστόλων, ὁμοίως πρὸς τὴν θεογνωσίαν πάλαι χωλεύουσαν, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἁμαρτίᾳ παρειμένην διὰ τὴν τοῦ Ἀδὰμ καὶ τῆς Εὐας παράβασιν. Καὶ μετ’ ὀλίγα—"Ἐν τῷ “ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει· καὶ ταῦτα εἰπόντες καὶ λαμβανόμενοι τῆς δεξιᾶς χειρὸς αὐτοῦ1 ἤγειραν· οὐ γὰρ ἃν δεξιάν τινα καὶ εἰς ἀρετὴν φέρουσαν πρᾶξιν ἐνεργῆσαι ἴσχυσεν, εἰ μὴ τὴν δεξιὰν καὶ τὴν φυσικὴν αὐτῆς δύναμιν τοῖς διδάγμασιν ἐπέρρωσαν οἱ Ἀπόστολοι, χειρὶ χεῖρα ἀνάψαντες· καὶ παραχρῆμα ἐστερεώθησαν αἱ βάσεις αὐτοῦm καὶ τὰ σφυρά·” ἔστησε γὰρ τοὺς πόδας εἰς τὴν πέτραν τῆς πίστεως.

Παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά.

[*](1 αὐτῆς Cod. m αὐτῆς Cod.)
60

Τοῆ χρυσοστΌμου. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε· πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργῳ, πολλάκις καὶ τὴν χεῖρα προήγαγεν, ὅπου ἦσαν ἀσθενέστεροι κατὰ τὴν πίστιν· ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γενέσθαι· “ καὶ πιάσας αὐτοῦ τῆς δεξιᾶς χειρὸς “ἤγειρε” φησί· τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ η εἴκων.

Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει.

Τοῆ Αὐτοῦ Ἀλλὰ καὶ ἐπήδα, καὶ ἅλμασιν τοῖς θείοις διανοήμασιν.

Τοῦ Αὐτοῦ Πειράζων ἴσως ἑαυτόν· καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο· μὴ γὰρ ἃν ἁπλῶς ἐστὶ τὸ γεγονός· ἀσθενεῖς ἦσαν αὐτοῦ οἱ πόδες οὐ κεκομμένοι· τινὲς δὲ φασὶν ὅτι καὶ ἠγνόει περιπατεῖν.

Καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν· καὶ εἶδε πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν.

Τοῦ Αὐτοῦ Ὄντως θαύματος ἄξιον· οὐκ αὐτοὶ αὐτὸν ἐπάγονται, ἀλλ’ αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνύς· “καὶ ἁλλόμενός,” φησι, “ καὶ αἰνῶν τὸν Θεόν·” οὐκ ἐκείνους θαυμάζων, ἀλλὰ τὸν Θεὸν δι’ αὐτῶν ἐνεργήσαντα. εὐχάριστος ἦν ὁ ἀνήρ.

Τοῦ Αὐτοῦ τῶν ἱερῶν καὶ τοῖς λοιποῖς ἀψαύστων θεωρημάτων ἐμφιλοχωροῦσα τοῖς βάθεσι, καὶ αὐτὴ λοιπὸν τοὐναντίον κρατοῦσα τοὺς Ἀποστόλους, καὶ δυσαποσπάστως ἔχουσα, καὶ οὐχ ὑπ’ αὐτῶν κρατουμένη·

Ἐπεγίνωσκον δὲ αὐτὸν, ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ.

Καλῶς Καλῶς “ ἐπεγίνωσκον,“ ὡς καὶ ἀγνοουμένου λοιπὸν ἀπὸ τοῦ πράγματος· ταύτῃ γὰρ τῇ λέξει κεχρήμεθα ἐπὶ τῶν μόλις γνωριζομένων. ἔδει πιστευθῆναι ὅτι ἀφίησι τὰ ἁμαρτήματα τὸ ὄνομα τοῦ Χριστοῦ, ὅπουγε καὶ τοιαῦτα ἐργάζεται.

Καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ· κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον

61
καὶ τὸν Ἰωάννην, συνέδραμε πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.

Ἀπὸ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς καὶ τῆς φιλίας, οὐκ ἐχωρίζετο αὐτῶν, ἴσως εὐχαριστῶν αὐτοῖς καὶ ἐπαινῶν.

Αὕτη μὲν ἡ στοὰ ἵστατο ἀπὸ τῆς κατασκευῆς Σολομῶντος· ἐνέπρησε γὰρ τὸ ἱερὸν ὁ Ναβουχοδονόσορ, καὶ ᾠκοδόμησε Κῦρος ὁ Πέρσης.

Ἰδῶν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρεσ Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδ’ ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;

Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Λουγδούνων. κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννη ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσιν Ἰησοῦ πεπληρῶσθαι εὐαγελιζόμενος· ἀλλ’ οὐκ ἄλλον Θεὸν καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα· εἰς ἐπίγνωσιν ἄγων τὸν Ἰσραὴλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ, ταῦτα ἐπλήρωσεν ὁ Θεός.

Τοῦ χρυσοστΌμου. Οὐδὲ τοῦτο· οὐ γὰρ ἐπειδὴ ἄξιοι ἐσμὲν ἐπεσπασόμεθα τοῦ Θεοῦ τὴν ῥοπήν· “ὁ Θεὸς Ἀβραδάτα, καὶ ὁ Θεὸς “ Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν. ” Ὄρα πῶς αὐτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους· ἵνα μὴ δόξῃ καινόν τι εἰσάγειν δόγμα· καὶ ἐκεῖ τοῦ Πατριάρχου Δαβὶδ ἐμνημόνευσε, καὶ ἐνταῦθα τῶν περὶ τῶν Ἀβραάμ.

Τοῦ Αὐτοῦ Οὐ τοῦτο ὑμᾶς ταράττει καὶ θορύβει· μάθετε τίς ὁ ποίησας, καὶ μὴ ἐκπλήττεσθε. καὶ ὅρα πανταχοῦ ὅταν ἐπὶ τὸν Θεὸν καταφεύγῃ, καὶ εἴπῃ παρ’ αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει, ὡς καὶ ἀνωτέρω ἔλεγεν, “ἄνδρα ἀποδε- “δειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ἡμᾶς·” καὶ πανταχοῦ ἀναμιμνήσκει αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ ἡ ἀνάστασις κυρωθῇ.

Ἀμμωνiου. Σημειωτέον ὅτι κἂν σημεῖα τις ποιῇ, οὐκ ὀφείλει ἐπαίρεσθαι.

Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς

62
Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.

Τοῦ χρυσοστΌμου. Πἀλιν ταπεινῶς καθὼς ἐν προοιμίῳ· εἰτα λοιπὸν ἐνδιατρίβει τῷ τολμήματι καὶ ἐπαίρει τὸ γεγενημένον. Καὶ μετ’ ὀλίγα—Δύο τὰ ἐγκλήματα· ὅτι ὁ Πιλάτος ἤθελεν ἀπολύειν· καὶ ὅτι ὑμεῖς ἐκείνου θελήσαντος οὐκ ἠθελήσατε.

Ἐξ ἀνεπιγράφου. Τί φὴς Πέτρε; ὃν οὖν καταγγέλλεις σοῦν, οὐκ ἔστι Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ; καὶ ἀλλαχοῦ· “ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ “ οὐκ ἔστι·” καὶ ἐν τοῖς Εὐαγγελίοις πάλιν τοῖς θεομάχοις Ἰουδοἱοις· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ εἰμὶ ἐγώ. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὃν ὑμεῖς ὡς ἀντίθεον καὶ παραβάτην ἐσταυ- ρώσατε, καὶ ὡς ἀντιπολιτευόμενον τῷ νόμῳ, Θεός ἐστι καὶ Θεοῦ Υἱὸς, ὃς τὸν νόμον δέδωκε καὶ τοὺς προφήτας ἀπέστειλε. Καὶ μετ’ ὀλίγα—Μῆ τοίνυν θαυμάζετε ἐπὶ τούτῳ, καὶ ἡμῖν τι ἀτενί- ζετε, ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· ὁ Θεὸς γὰρ ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, τὴν ἰδίαν δύναμιν δι’ οὗ τὰς ἀρχὰς καὶ μεθ’ οὗ τοὺς θρόνους ὑπεστήσατο· δι’ οὗ καὶ μεθ’ οὗ τὰς κυριό- τητας διετάξατο, καὶ τὴν ἄνω διετυπώσατο Ἰερουσαλήμ δι’ οὗ καὶ μεθ’ οὗ τοὺς οὐρανοὺς ἐκαμάρωσε, καὶ τὴν γῆν ἥδρασε, καὶ τὴν θάλασσαν ἐθεμελίωσε, καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα ἐποίησε καὶ ὁμοίωσιν τὴν αὐτοῦ· δι᾿ αὐτοῦ νῦν καὶ τοῦτον ἐποίησε περιπατεῖν ἐνωπίον ὑμῶν· μὴ τοίνυν ἡμῖν ἀτενίζετε, ἀλλ’ ἐκεῖνον ἐπίγνωτε, ὃν ὁ Πατὴρ ἐδόξασεν, ὃν ὁ Πατὴρ ἐγνώρισεν ἡμῖν, ὃν ὁ Πατὴρ ἐφανέρωσε, καὶ τὸ Πνεῦμα ἐμαρτύρησε, ὃν ὁ Πατὴρ ὑμῖν ἐχαρίσατο· ἐκεῖνον προσκυνήσατε, ἐκεῖνον δέξασθε καὶ δοξάσατε· ἐκείνῳ προσέλθετε, καὶ παρ’ αὐτῷ φωτίσθητε· ὃν ὁ Πατὴρ φῶς ἀπέστειλεν εἰς τὸν κόσμον, ὃν ὑμεῖς ἐσταυρώσατε.

Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.

Τοῦ χρυσοστΌμου. Ὅτι ἀντ’ αὐτοῦ, φησὶ, λῃστὴν ᾐτήσασθε· σφόδρα ἐδείνωσε τὸ πρᾶγμα· ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν χεῖρα, πλήττει λοιπὸν σφοδρῶς.

63

Τοῦ Αὐτοῦ Κρίναντος Πιλάτου ἀπολύειν ἐκωλύσατε· τὸν μὲν ἑτέρους ἀνελόντα ᾐτήσατε ἀπολυθῆναι· τὸν δὲ τοὺς ἀνῃρημένους ζωοποιοῦντα, οὐκ ἠθελήσατε. Καὶ ἵνα μὴ λέγωσι πάλιν, πῶς νῦν αὐτὸν δοξάζει ὁ Θεὸς, ὁ τότε μὴ βοηθήσας; παράγουσι τοὺς προφήτας μαρτυροῦντας, ὅτι οὕτω ἔδει γενέσθαι. Καὶ μετ’ ὀλίγα— Καθάπερ γὰρ τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἐκ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε τὴν γλῶτταν ἠκόνησε· πολλά τε ἐγκλήματα ἐπάγων· ὅτι ὃν ὁ Θεὸς ἐδόξασεν οὗτοι παρέδωκαν· ὅτι ὃν ὁ Πιλάτος ἀπέλυσε· καὶ ὅτι ἠρνήσαντο κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν.

Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν· οὗ ἡμεῖς μάρτυρες ἐσμέν· καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ.

Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει· “ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν·” πόθεν τοῦτο; οὐκ ἔτι εἰς προφήτας καταφεύγει, ἀλλ’ εἰς ἑαυτὸν, ἐπειδὴ λοιπὸν ἀξιόπιστος ἦν· τότε μὲν γὰρ εἰπὼν ὅτι ἀνέστη, ἐπηγάγετο μάρ- τυρα· νῦν δὲ εἰπὼν, ἐπεισήγαγε τὸν χορὸν τὸν Ἀποστολικόν· “ οὗ “ἡμεῖς,” φησὶν, ἐσμὲν μάρτυρες, καὶ τὰ ἑξῆς· ζητῶν πρᾶγμα εἰπεῖν, καὶ πρὶν ἤ τι εἰπεῖν εὐθέως τὸ σημεῖον παράγει· ἐνώπιον, φησὶ, πάντων ὑμῶν· ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς ἐξουσίαν μετανοίας· καὶ νῦν φησὶν, “ἀδελφοὶ, οἶδα ὅτι κατ’ ἄγνοιαν ἐπράξατε, Kai τὰ ἐξῆς.

Τοῦ Αὐτοῦ Οὐκ ἄρα παρ’ ἑτέρου ἔσχε τὸ ζῆν· ὁ ἀρχηγὸς τῆς κακίας τίς ἃν εἴη; ὁ τὴν κακίαν τεκών· ὁ ἀρχηγὸς τοῦ φόνου· ὁ τὸν φόνον τεκών· οὕτω καὶ ὁ ἀρχηγὸς τῆς ζωῆς, ὁ παρ’ ἑαυτοῦ τὴν ζωὴν ἔχων· ὅτι μὲν οὖν ἀθῷον ἀνῃρεῖτε, ἤδητε, ὅτι δὲ ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε.

Ἐξ ἀνεπιγράφου. Ἴνα εἴπῃ, δι’ οὗ ἐγενόμεθα καὶ ζῶμεν ἐσμὲν, τὸν αἴτιον τοῦ ἡμετέρου φυράματος, τὸν σύμβουλον καὶ βούλησιν τοῦ Πατρὸς τοῦτον μετὰ τοῦ Πατρὸς δοξάζετε· τοῦτον

64
ἀπὸ τοῦ Πατρὸς ἐληλυθότα λάβετε· ταύταις ταῖς θεοσημείαις μὴ ἡμῖν ἀτενίζετε.

ΦεοδΌτου ἐπισκόπου Ἀγκύρας. Καὶ μὴν ὁ τῆς ζωῆς ἀρχηγὸς ἐστὶν ἀθάνατος, ἀλλ’ ἑνωθεὶς τῷ θνητῷ ἀπεκτάνθη, φησίν· ἡ γὰρ πρὸς Θεὸν ἕνωσις οὐκ ἀφίησιν εἰς ἄνθρωπον μόνον περιγράφεσθαι τὰ παθήματα· διὰ τοῦτο δὴ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ καλεῖ Ἰησοῦν· τὴν προσηγορίαν τὴν ἐκ τῆς Μάριας τεθεῖσαν τῷ βρέφει, ἐκείνου γεγονέναι δηλῶν· καὶ τὸν αὐτὸν πάλιν ἄνθρωπον καλεῖ καὶ ἀρχηγὸν προσαγορεύει ζωῆς· τὸν αὐτὸν ποιητήν τε ὁμοῦ τῶν ἁπάντων δεικνὺς καὶ ἄνθρωπον θανάτου γευσάμενον.

Καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληριαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

Ἀμμωνίου. “Καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ·” ὅτι διὰ πίστεως εἰς Χριστὸν ὑγιάζεται τις· δεῖ οὖν ἀμφοτέρων τὴν πίστιν συν- δραμεῖν, καὶ τοῦ ὑγιαζομένου καὶ τοῦ ὑπερευχομένου· ὅμοιον ἐπὶ τοῦ παραλύτου καὶ τῆς αἱμορροούσης.

Τοῦ χρυσοστΌμου. Μία αὕτη ἀπολογία· δευτέρα ἑτέρα· ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς λέγει, ὅτι ὁ Θεός με ἀπέστειλεν “ ἔμπροσθεν ὑμῶν·” ὅπερ ἐκεῖ συνεσταλμένως ἔλεγε, τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλα- τύνει ἐνταῦθα.

Καὶ τὰ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.

Τοῦ Αὐτοῦ Ἅμα δεικνὺς ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο δειχθῇ, ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε· τὰ ῥήματα δὲ ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον αἰνίττεται, “εἰ θέλει αὐτὸν σωσάτω αὐτὸν φησίν· “ εἶπεν ὅτι Θεοῦ υἱός εἰμί· εἰ πέποιθεν ἐπ’ αὐτὸν, καταβήτω ἀπὸ “τοῦ σταυροῦ· λῆρος ἦν, ὦ ἀνόητοι, ταῦτα, οὕτω γὰρ ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται, ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ κατέβη· ἀλλ’ οὐδὲ παρὰ δύναμιν· καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπολουίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται· ἐπλήρωσε φησὶν οὕτως· ὁρᾶς πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας. παρά- γουσι τοὺς προφήτας μαρτυροῦντας ὅτι οὕτως ἔδει γενέσθαι.

Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων

65
τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως· μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας.

Τοῦ Αὐτοῦ Ἐνταῦθα τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον· ἐν βραχεῖ ῥήματι πέλαγος ἄφατον ἀνοίξας· ὁ γὰρ ἀνέκφραστος καὶ ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ὁ δόξαν ἔχων ἄφατον, ὁ φῶς οἰκῶν ἀπρόσιτον, μεγαλωσύνην ἀπέραντον· τοῦτο γάρ ἐστι, πλού- σιος ὣν ἐπτώχευσεν· ἄνθρωπος ἐγένετο, κατεδικάσθη, ἐσταυρώθη, τὰ μύρια ἔπαθεν.

Εξ ἀνεπιγράφου. τινὲς τῶν προφητῶν προεκήρυξαν τὴν ἐπιδημίαν τοῦ Κυρίου, καὶ τὰ πάθη ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀνα- δέξασθαι· τὰς περὶ τούτων οὖν προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι Χριστὸν, ἐπλήρωσεν ὁ Θεός· ὅθεν ὅταν λέγῃ πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφωνήσαντας τὰ τοῦ Χριστοῦ παθήματα, ἄχρι καιρῶν ἀποκαταστάσεως.

Οπως ἃν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου Κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν σοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν δέξασθαι.

Διδύου. Ὁ προσέχων τῇ ἀναγνώσει πολλὰ εἴδη προφητείας εὕροι δηλούμενα ἐν ταῖς γραφαῖς· ὧν ἐστιν ἡ τῶν μελλόντων προ- αναφώνησις. τούτῳ τῷ εἴδει τῆς προφητείας κοσμηθέντες θεόθεν ἄνδρες τινὲς προεθέσπισαν τὴν ἐπιδημίαν τοῦ Χριστοῦ καὶ τὰ πάθη, ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀναδέξασθαι· τὰς περὶ τούτων προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι τὸν Ἰησοῦν, ἐπλήρω- σεν ὁ Θεός· ὅθεν ἐὰν γράφηται ἐντεῦθεν πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντασ τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφω- νήσαντας τὰ Χριστοῦ παθήματα.

Τοῦ Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐτοῦς καὶ πολλοὺς κατεργαθέντας πλλέμοις· πρὸς γὰρ τὸν καυσούμενον καὶ παραμυθίαν ἐπιζητοῦντα, οὗτος ἃν ἁρμόσειεν ὁ λόγος. ὅρα πῶς ὁδῷ προβαίνει· ἐν μὲν τῇ πρώτῃ δημηγορίᾳ ἠρέμα τὴν

66
ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ἠνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐμφανῆ παρουσίαν.

Τοῦ Αὐτοῦ Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυ- δρῶς· ὄντως γὰρ ἐκεῖνοι “ἀναψύξεως καιροὶ,” οὓς ἐπεζήτει Παῦλος λέγων, “καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν “μένοι·”

Ἀχρὶ χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶ- νος αὐτοῦ προφητῶν.

Σκόλιον. Τὸ ἄχρι καὶ τὸ ἕως παρὰ τῇ θειᾷ γραφῇ οὐ χρόνων ἐστὶ σημαντικόν· ἐπεὶ πῶς νοητέον τὸ εἰρημένον πρὸς Θεόν; “ἕως “ τοῦ αἰῶνος σὺ εἶ· ἔστιν οὖν ὁ νοῦς οὗτος τοῦ προκειμένου· πολλὰ, φησὶν, εἶπον οἱ προφῆται γίνεσθαι, ἃ οὔπω πάντα πεπλή- ρωται· ἀλλ’ ἔτι γίνονται καὶ γενήσονται ἕως τῆς συντελείας τοῦ κόσμου· ἀναστὰς οὖν, φησὶν, ὁ Σωτῆρ’ ἐκ νεκρῶν, ἀνελήφθη εἰς οὐρανόν· ἀλλὰ καὶ μένει ἐκεῖ, ἕως τῆς τοῦ κοσμοῦ συντελείας, ἐλευσόμενος τότε μετὰ δυνάμεως καὶ δόξης θεοπρεποῦς κρῖναι ζῶν- τας καὶ νέκρους.

Διδύμου. Ἑπόμενος τίς τῇ συνηθείᾳ τῆς γραφῆς, τὸ καὶ τὸ ἕως ἐκλήψεται οὐ πάντως χρονικὰς περιγραφὰς σημαίνοντα· ὡς ἑτέρου τινος σημαίνοντος παρὰ τὸ πρότερον μετὰ τὴν χρονικὴν περιγραφήν· τὸ γὰρ ὑπὸ Θεοῦ λεγόμενον πρός τινας· εγω εἰμι ο Θεος ὑμῶν καὶ ἕως ἃν καταγηράσητε ἐγὼ εἰμι οὐ δηλοῖ, ὅτι μετὰ τὸ γηράσαι τοὺς πρὸς οὓς ὁ λόγος, οὐκ ἔτι Θεός ἐστιν, ἀθάνατος γὰρ καὶ ἀίδιος ὑπάρχει· τούτῳ μυρία συνάδει τῷ αὐτῷ τρόπῳ φερόμενα ἐν τῇ θειᾷ παιδεύσει, ἃς αὐτῷ τις ἐκλέξασθαι δύναται· εἰ τοίνυν οὕτως ἡ προκειμένη φωνὴ λέγει, δεῖν δέξασθαι τὸν οὐρανὸν τὸν Κύριον “ἄχρι χρόνων ἀποκαταστάσεως,” καὶ τὰ ἑξῆς· ἡγητέον ὡς Χριστὸς ἀναληφθεὶς εἰς οὐρανοὺς μένει ἐκεῖ, ἕως τῆς τοῦ κόσμου συντελείας· ἐλευσόμενος τότε μετὰ δυνάμεως, ἀποκαταστάντων πάντων λοιπὸν ὧν προεθέσπισαν οἱ προ- φῆται· ἤτοι ὅταν τὸ τέλος ἐνστῇ καὶ παύσεται τὰ αἰσθητὰ, τότε ὁ Χριστὸς ἔσται τῶν οὐρανῶν ὑψηλότερος· οὐ μὴν ἐν οὐρανῷ ἀπο- κατασταθεὶς, ἀλλ’ ὑπὲρ οὐρανὸν, “εἰς ἣν δόξαν εἶχε παρὰ τῷ Πατρὶ

67
“πρὸ τοῦ τὸν κόσμον εἶναι· ὑπεράνω οὖν γεγονὼς πάσης ὁρωμένης κτίσεως, τέλος ἐπιτίθησι τὸ εἶναι ἐν οὐρανῷ.

Μωυσῆς μὲν πρὸς τοὺς πατέρας εἶπεν, ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.

Τοῦ ἁγίου Κυρíλλου ἐκ Τοῦ πρὸσ Ῥωμαίογσ τόμου B. Προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουήλ, ὁ ὡς ἐν τάξει Μώσεως μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ διαπορθμεύων εἰς ἡμᾶς τοῦ ἰδίου Πατρὸς τὴν ἀπόρρητον βούλησιν.

Οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς πράγμασιν· εἰ γὰρ τῇ οὐσίᾳ ἔφη, “ὡς ἐμὲ” οὐχ εἷς ἀνέστη ἀλλὰ πολλοὶ μέχρι τῆς δεῦρο.

Τοῦ χρυσοστΌμου. Τὸ “ὡς ἐμὲ οὐκ ἐπὶ τῆς φύσεως ἀλλ’ ἐπὶ τῆς πράξεως ἐκληπτέον· ἐδήλου γὰρ ὡς οὐ μόνον προφήτης ἀλλὰ καὶ νομοθέτης ὁ παραγενόμενος ἔσται· οὐ μόνον δὲ Μωϋσῆς ἀλλὰ καὶ οἱ προφῆται τὴν εἰς ἀνθρώπους αὐτοῦ κατήγελλον παρουσιαν῾ κατεσήμαναν γὰρ καὶ ’τον τρόπον τῆς γεννήσεως, ὅτι ἐκ παρθένου· καὶ τὸν τόπον, ὅτι ἐκ Βηθλεέμ· καὶ τὸν χρόνον, τὴν ἑβδο- μήκοντα ἑβδομάδων προθεσμίαν μηνύοντες· καὶ ὅσα διαπράξεται· ὀφθαλμοὺς λέγοντες αὐτὸν ἀνοίγειν τυφλῶν, καὶ τὰς ἄλλας ἁπάσας εὐεργεσίας καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα πείσεται ὑπὸ τῶν δυσσεβῶν· καὶ τὸν θάνατον αὐτοῦ, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν· ὀψὲ δέ ποτε μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἄνοδον ὁ Παράκλητος ἐλθὼν, ἐδίδαξε τοὺς Ἀποστόλους καὶ Εὐαυυελιστὰς τὴν ἀκριβῆ τοῦ μυστηρίου οἰκονομίαν.

Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμὰς.

Εσ ἀνεπιγράφου. Τί δέ ἐστιν “ὡς ἐμέ;” Μωϋσῆς γεννᾶται ἐν Αἰγύπτῳ, φονευομένων τῶν νηπίων ὑπὸ Φαραὼ τῶν ἀρρένων τῶν Ἐβραίων· ὃν λαβοῦσα ἡ μήτηρ καὶ προσποιησαμένη μὴ εἶναι αὐτοῦ μητέρα ἀλλὰ ξένην, “κιβώτιον θήβην λεγομένην “ κατασκευάσασα καὶ χρίσασα πίσσῃ, ῥίπτει παρὰ τὴν ὄχθην τοῦ “ ποταμοῦ, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα.—Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος οὐράνιος Μωϋσῆς, φαίην γὰρ αὐτὸν ἃν καὶ Μωϋσέα· Μωϋσῇ ἐν παραβολῇ συγκρινόμενον, τῇ σκιᾷ, τῷ δούλῳ·

68
ὁ δεσπότης τῷ κτίσματι, ὁ κτίστης τῷ γηγενεῖ, ὁ ἄναρχος· τούτῳ ὁ Μωυσῆς , οὐχ ἑαυτὸν τῷ δεσπότῃ ὁ δοῦλος, οὐ τῷ ποιητῇ τὸ ποίημα, οὐ τῷ πλάστῃ τὸ πλάσμα, οὐ τῷ τεχνίτῃ ὁ πηλὸς, ἀλλὰ καιρὸν συγκρίνων καιρῷ, καὶ ἀλήθειαν ἐν σκιᾷ διαγράφων, καὶ ἐπιτηδεύματα ἀνθρώπων προκατασκευαζομένη ἀνθρώποις οἰκονομία, καὶ σχήματα δράμασι Θεοῦ, εὐπορίας, καὶ τρόπον τρόπῳ. Γεννᾶται ἐν Βηθλεὲμ ὁ Χριστὸς, ὡς καὶ Μωυσῆς ἐν Αἰγύπτῳ· Ισραηλίτης ἐκεῖνος, οὗτος τὸ κατὰ σάρκα ὡς ἐκ γένους ἱερατικοῦ, ὡς οὗτος ἐκ Δαβὶδ διὰ τὴν παρθένου· Φαραὼ ἐπ’ ἐκείνου, Hρώδης ἐπὶ τούτῳ· βρέφη ἐκεῖνος ἀναιρεῖ, βρέφη φονεύει οὗτος· ἀρρενικὰ ἐκεῖνος, ἀρρενικὰ οὗτος· ἐν λάρνακι ἐκεῖνος, καὶ παρὰ ποταμὸν ἐν λύκῳ οὗτος, τῇ παρὰ τὸν αὐ- τὸν ποταμὸν Αἰγυπτίᾳ πόλει· ὑπὸ ἀλλοφύλου ἐκεῖνος τῆς Φαραω-· νίτιδος ἐτρέφετο, ὑπὸ πόλεως καὶ οὗτος Φαραωνίτιδος ἐτρέφετο.

Σετήρου Ἀντιοχείασ ἐκ τοῦ κατὰ τῆσ τοῦ Ἁλικαρνασσέωσ Ἀπολογίαασ συντάγματοσ. Καὶ τὸ δὲ *“ὡς ἐμὲ” τὸ σχῆμα τῆς νομοθεσίας δηλοῖ, τὸ μόνον ἐκβεβηκὸς εἰς Χριστὸν, καὶ οὐκ εἰς ἕτερόν προφήτην τινά· πρόδηλον γὰρ ὡς διὰ Μώσεως ὁ νόμος ἐδόθη, ὃν καὶ κατὰ τὸ Δευτερονόμιον ἐκ θείας ἐπιπνοίας ἐπλάτυνε, καἰ νομοθέτου δόξαν ἐκαρποῦτο καὶ ὄνομα· πρωτοτυπῶν τὸν ἀληθῆ νομοθέτην Χριστὸν, τὸν καὶ τὸν νόμον λαλήσαντα· δι’ αὐτοῦ γὰρ καὶ ἐν νόμῳ καὶ προφήταις πολυμερῶς καὶ πολυτρόπως, ὡς διὰ ἰδίου Λόγου μονογενοῦς καὶ ἐνυποστάτου καὶ ὁμοουσίου, λελάληκεν ὁ Θεὸς καὶ Πατήρ· τοσοῦτον γὰρ ἀξίωμα νομοθέτου καὶ δόξαν εἶχεν ὁ Μώσης, τῇ δόσει τῶν νομικῶν ὑπουργήσας πλακῶν, ὅτι δὴ καὶ αὐτὸν τὸν νόμον Μωυσέα καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. Καὶ μετ’ ὀλίγα — Ἐπεὶ οὖν ἐν σχήματι νομοθέτου μόνος ἐν προφήταις ὁ Μωυσῆς, διὰ τοῦτο καὶ μοναδικῶς πρὸς τὸν Χριστὸν ἀποβλέπων ἔλεγε, “π ῥοφητὴν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν, ἐκ τῶν ἀδελ- *’ φῶν ὑμῶν, ὡς ἐμέ. καὶ γὰρ ὥσπερ αὐτὸς τὴν νομικὴν εἰσήγαγε πολιτείαν, οὕτως ὁ Χριστὸς τὴν εὐαηελικὴν, κατὰ τὸ τῆς ἑκουσίου κενώσεως μέτρον· μεσίτης ἀνθρωπίνως τῆς καινῆς διαθήκης καὶ τῆς ἐν Πνεύματι λατρείας γενόμενος· καθὸ γὰρ ὑπῆρχε Θεὸς, αὐ- τὸς ἦν ἑκατέρας πολιτείας καὶ πρυτάνις καὶ δότης· τοῦτον ᾔτει τὸν νομοθέτην δοθῆναι πᾶσι τοῖς ἔθνεσι, καὶ οὐ καθὰ πάλαι μόνῳ τῷ Ἰσραὴλ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, μελῳδῶν ὧδε πῶς ὁ

69
φήτης Δαβίδ· “Κατάστησον Κύριε νομοθέτην ἐπ’ αὐτούς· γνώ- “τωσαν ἔθνη, ὅτι ἄνθρωποι εἰσί·” τοιγαροῦν καὶ δεξάμενα τὰ ἔθνη τὸν νομοθέτην, τὸν ἐν σαρκὶ φανερωθέντα Θεὸν, ἔγνωσαν ἀληθῶς ὅτι ἄνθρωποί εἰσὶ, διὰ τῆς εὐαγγελικῆς νομοθεσίας παιδευθέντες τι τὸ οἰκεῖον ἀξίωμα· καὶ ὅτι χρὴ τὴν μὲν ψυχὴν ἀνακαθαίρειν τῶν τῆς ἀλογίας παθῶν, ὡς κατ’ εἰκόνα καὶ ὁμοίωσιν γινομένην· τῶν δὲ τῆς σαρκὸς ἡδονῶν ἀμελεῖν, ἵνα καὶ αὐτῇ τῆς ἐν τῇ καταστάσει δόξης κληρονομήσειεν.

Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούση τοῦ προφήτου ἐκείνου, ἐξολοθρευσήτεται ἐκ τοῦ λαοῦ· καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.

Τοῦ χρυσοστΌμου. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον· ὅταν γάρ τι λέγῃ μέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει, καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν ὥσπερ εἰπεν· “ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς “ πόδας αὐτοῦ·” τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο καὶ ὑπετάγη, καὶ παρακοὴ καὶ η τιμωρία.

Σχολιον. Ἀθάνατος οὖσα τοῦ ἀνθρώπου ἡ ψυχὴ, οὐ καθάπαξ ἐξολοθρεύεται, ἀλλ’ ἐκ τινὸς τάγματος ἀγαθοῦ, ὀποῦ ἦν τεταγμένος πρότερον· οὕτω καὶ Ἰούδας ἐξολοθρεύθη ἐκ τοῦ χοροῦ τῶν Ἀπο- στόλων.

Διδύμου. Ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἐξολόθρευσιν νοοῦμεν, τὸ ἔξω γενέσθαι τῶν ἀγαθῶν ὧν ἤμελλεν ἀπολαύειν, εἴγε θεοσεβῶς ἐπολιτεύσατο.

Ὑμεῖς δὲ ἐστὲ οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραὰμ, καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.

Τοῦ χρυσοστΌμου. “ Ὑμεῖς ἐστὲ υἱοὶ τῶν προφητῶν, ὥστε ὑμῖν ἔλεγον, καὶ δι’ ὑμᾶς πάντα γέγονεν· ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι, καὶ οὐκ ἔχει λόγον, τὸν αὐτὸν νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν, δεικνὺς ὅτι καὶ ἐκεῖνο διὰ προφητείαν καὶ τοῦτο· “ καὶ τῆς διαθήκης ἧς διέθετο ὁ “Θεός” τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι κληρονόμοι· ἵνα γὰρ μὴ

70
δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαμβάνειν, δείκνυσιν ὅτι ἄνωθεν αὐτοῖς ὠφείλετο, ἵνα μᾶλλον πιστεύσωσιν ὅτι καὶ τῶ Θεῶ τοῦτο δοκεῖ· καὶ ἐπάγει Μωσέα λέγοντα ὅτι πάντα ἔσται, ἃ εἶπεν ὁ Χριστός· εἰτα καὶ ἑτέρωθεν μετ’ ἐγκωμίου· ὥστε καὶ διὰ τοῦτο πείθεσθαι ὀφείλετε φησίν· “ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης·” τι ἐστιν υἱοί; τουτέστι κληρονόμοι· τι οὖν ὡς περὶ ἀλλότρια διά. κεῖσθε τὰ ὑμέτερα; ἄρα κατηγορίας μὲν ἄξια ἐπράξατε, δυνήσεσθε συγγνώμης τυχεῖν.

Ὑμῖν πρῶτον ἀναστήσας ὁ Θεὸς τὸν παῖδα αὑτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν στρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

“Ὑμῖν πρῶτον, φησὶν, “ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ “ ἀπέστειλεν· ἄρα καὶ ἑτέροις· ἀλλὰ καὶ ὑμῖν πρῶτον τοῖς σταυ- ρώσασιν· “ εὐλογοῦντα ὑμᾶς,” φησὶν, “ἐν τῷ ἀποστρέφειν ἕκα- “ ’στὸν ἀπὸ τῶν πονηριῶν. Καὶ μετ’ ὀλίγα — Οὐκ εἰπεν, ὑμῖν ἁπλῶς ἀπέστειλε τὸν παῖδα αὐτοῦ, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστα- σιν· καὶ ὅτι ἐσταυρώθη· ἵνα γὰρ μὴ νομίσωσιν ὅτι αὐτὸς ὣν ταῦτα ἐχαρίζετο, ὁ δὲ πατὴρ οὐχὶ, διὰ τοῦτο φησὶ “ εὐλογοῦντα ὑμᾶς·’ εἰ γὰρ ἀδελφὸς ὑμῶν αὐτὸς, καὶ εὐλογεῖ ἡμᾶς, ὑπόσχεσις τὸ πρᾶγμα ἐστί· τουτέστι, τοσοῦτον ἀπέχετε μὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς οὐ βούλεται γενέσθαι· καὶ γὰρ ὡς ἀπεριμμένοι διάκεισθε.

Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐ- τοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Σὺ δέ μοι θέα πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ ἐπιβάλλουσι τὰς χεῖρας, θρασύτεροι γεγονότες καὶ ἀναισχυντότεροι μέτα ’τον σταυ- ρόν· ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν· “ καὶ ὁ στρατηγὸς,’ φησὶ, “ τοῦ ἱεροῦ,” ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν, ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν.

Καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν.

71

Τοῦ Αὐτοῦ. Οὐ μόνον ὅτι ἐδίδασκον, ἀλλ’ ὅτι οὐκ αὐτὸν μόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡμᾶς δι’ ἐκεῖνον ἀνίστασθαι.

Καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν· καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας.

Τοῦ Αὐτοῦ. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέροις m ροισ m αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως.

Καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.

Τοῦ Αὐτοῦ. Ὢ τῆς ἀναισχυντίας· οὐκ ἔδεισαν τὸ πλῆθος· διὰ τοῦτο καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ σὺν αὐτοῖς ἦν· ἔτι τῶν προτέρων αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον.

Τοῦ Αὐτοῦ. Οὐκέτι ἄγουσιν αὐτοὺς πρὸς Πιλάτον, αἰσχυνόμενοι καὶ ἐρυθριῶντες τὰ προτέρα, μὴ καὶ ὑπὲρ ἐκείνων ἐγκλη- θῶσιν. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τοῦ Αὐτοῦ. Τί τοῦτο; μὴ γὰρ εὐδοκιμήσαντας εἶδον, οὐχὶ δεθέντας ἐθεάσαντο. πῶς οὖν ἐπίστευσαν; ὁρᾶς ἐνέργειαν φανεράν· καὶ μὴν καὶ τοὺς ἤδη πιστεύσαντας ἔδει ἀσθενεστέρους γενέσθαι· ἀλλ’ οὐκ ἔστι τοῦτο· ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὸ σπέρμα κατέβαλε, καὶ τῆς διανοίας καθήψατο· καὶ διὰ τοῦτο ὠργίζοντο, ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο· εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, οὐ φοβούμεθα οὐδὲ τούτους· τὸν χωλὸν ἔστησαν· καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας γέγονε· πλείους γὰρ ἤσαν οἱ νῦν πιστεύσαντες τῶν πρώτων· διὰ τοῦτο ἐκείνων ὁρώντων ἔδησαν τοὺς Ἀποστόλους, ἵνα καὶ αὐτοὺς δειλοτέρουςn ἐργάσωνται· τὸ δὲ ἐναντίον ἐγένετο· καὶ οὐκ ἐπ’ αὐτῶν αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ κατ’ ἰδίαν· ἵνα μὴ ἀπὸ τῆς παρρησίας οἱ ἀκούσαντες κερδάνωσιν.

Τοῦ Αὐτοῦ. τοῦτο γὰρ ἦν τὸ πολλοῖς ἐκπλήξεως γέμον· ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσμωτήριον ἐμβάλλοντες καὶ δεσμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο, ἀλλὰ καὶ αὐτοὶ [*](m ἑτέρο ς Cod. n δ + οτέρους Cod.)

72
μετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον· οἱ μαστίζοντες τοῖς μαστιζομέ- μαστιζομένοις οἱ δεσμοῦντες τοῖς δεδεμένοις· οἱ διώκοντες, τοῖς ἐλαυνω- μενοις.

Διὰ τοῦτο προέλεγεν ἐπὶ τῶν πεντακισχιλίων “δότε αὐτοῖς “ὑμεῖς φαγεῖν· τουτέστι, πεντακισχιλίους κορέσετε πίστεως καὶ ὑμεῖς μετὰ ταῦτα.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς 6ε’ν Ἰερουσαλήμ· καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ^° ἀρχιερατικοῦ.

Τοῦ Χρυσοστόμου. Οὐκέτι γὰρ μετὰ τῶν ἄλλων κακῶν τὰ τοῦ νόμου ἐφυλάττετο· καὶ πάλιν δικαστηρίου σχῆμα τῷ πράγματι περιτιθέασιν, ἵνα ὑπεύθυνοι τῇ ἀδίκῳ γένωνται κρίσει.

Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, ἐν ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς ;

Toῦ Αὐυοῦ. Καὶ μὴν ᾔδεσαν· διαπονούμενοι γὰρ ἐν τῷ κατ- αγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν, κατέσχον αὐτούς· τίνος οὖν ἕνεκεν ἐρωτῶσι ; προσδοκῶντες αὐτοὺς διὰ τὸ πλῆθος ἐξάρνους γενέσθαι, καὶ τὸ πᾶν διὰ τούτου νομίζοντες κατορθωκέναι· ὅρα τί φασί· καὶ ” ἐν ποίῳ ὀνόματι ποιήσατε τοῦτο ὑμεῖς ;

Τοῦ Αὐτοῦ. Τοῦτο ποῖον ’, διατί μὴ λέγεις, ἀλλὰ συσκιάζεις ; “ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς ;

Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου, εἶπε πρὸς αὐτοὺς.

Τοῦ αὐτοῦ. Ἀναμνήσθητ’ ι τοίνυν τοῦ Χριστοῦ λέγοντος, “ὅταν ** δὲ ἄγωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς, μὴ μεριμνήσητε πῶς ἢ τι “λαλήσητε· τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ** ἐν ὑμι-ν·” . ὥστε ἐνεργείας πολλῆς ἀπήλαυον.

Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ ἀκούσατε· εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται.

Τοῦ αὐτοῦ. Ὄρα φιλοσοφίαν ἀνδρὸς πόσης γέμουσαν παρρη-

73
σίας· οὐδὲν ὑβριστικὸν φθέγγεται· ἀλλὰ μετὰ τιμῆς σφόδρα αὐτῶν γενναίως καθήψατο· ἀπὸ τοῦ προοιμίου διεκωμῴδησεν αὐτοὺς, καὶ ἀνέμνησε τῶν προτέρων, ὅτι ἐπ’ εὐεργεσίας αὐτοὺς κρίνουσιν· ὡσανεὶ ἔλεγε, μάλιστα μὲν ἐχρῆν στεφανοῦσθαι ἡμᾶς ἐπὶ τούτοις, καὶ ὡς εὐεργέτας ἀνακηρύττεσθαι, ἐπεὶ δὲ καὶ κρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, οὐχὶ πλουσίου, οὐχὶ δυνατοῦ, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκηνε; πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει· καὶ δείκνυσιν ὅτι αὐτοὶ ἑαυτοὺς περιπείρουσιν.

Γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ.

Τοῦ Αὐτοῦ. Ὅ μάλιστα αὐτοὺς ἐλύπει· τοῦτο γὰρ ἐστὶν ὃ ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ “ τῶν δωμάτων.”

Οτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου.

Τοῦ Αὐτοῦ. Μῆ νομίσητε, φησὶν, ὅτι κρύπτομεν ἣ τὴν πατρίδα ἣ τὸ πάθος· “ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ “ νεκρῶν· ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής· πάλιν τὸ πάθος· πάλιν ἡ ἀνάστασις.

Ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιὴς·

Τοῦ Αὐτοῦ. Ὣ τῆς πολλῆς παρρησίας· “ὃν ὑμεῖς ἐσταυρώσατε φησὶν, αὐτὸν ὁ Θεὸς ἤγειρε· τοῦτο μείζονος παρρησίας· μὴ νομί- σητε ὅτι τὰ αἰσχρὰ κρύπτομεν· μονονουχὶ ὀνειδίζων αὐτοῖς ταῦτα φησί· καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐνδιατρίβει τῷ λόγῳ.

Κυρίλλου. Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν “ ἡμέραις ἐγερῶ αὐτόν. ἦν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὕτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων, ἀλλ’ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα.

Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ἀφ’ ὑμῶν τῶν οἰκοδόμων.

74

Τοῦ ἀγίου Εἰρηναίου ἐπισκόπου Ἀπόστολοι οὐ τὸν Θεὸν ἤλασσον, ἀλλὰ τὸν Χριστὸν κατήγγελλον τῷ λαῷ εἶναι τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον· ὃν ὁ Θεὸς, ὁ τοὺς προ- φήτας πέμψας, αὐτὸς Θεὸς ὢν, ἤγειρε, καὶ τὴν σωτηρίαν ἐν αὐτῷ ἔδωκε τοῖς ἀνθρώποις.

Τοῦ ΧρυσοστΌμου. Ἀνέμνησεν αὐτοὺς καὶ ῥήματος ἱκανοῦ φοβῆσαι· “ καὶ ὁ πεσὼν γάρ,” φησιν, “ ἐπὶ τὸν λίθον τοῦτον συν- “θλασθήσεται, ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.

Ο γενόμενος εἰς κεφαλὴν γωνίας.

Τοῦ Αὐτοῦ. Τουτέστιν, ὅτι σφόδρα δόκιμός ἐστι· πολλὴν εἶχον ἀπὸ τοῦ σημείου τὴν παρρησίαν τὸ λοιπόν· καὶ ὅτε μὲν διδά- ξαι ἐχρῆν, ὅρα πῶς λέγουσι καὶ προφητείας παράγουσι πολλάς· ὅτε δὲ παρρησιάσασθαι, μόνον ἀποφαίνονται· “οὐδὲ γὰρ ὄνομα ἕτε- ‘ρόν εστι ἐστι φησὶ, καὶ τὰ ἑξῆς.

Καὶ οὐκ ἔστιν οὐδενὶ ἄλλῳ ἡ σωτηρία.

Τοῦ Αὐτοῦ. Ποίας οἴει πληγὰς αὐτοὺς λαμβάνειν ἐκ τούτων τῶν ῥημάτων.

Διδύμου. Τῆς σωτηρίας βεβαιουμένης μετουσίᾳ τριάδος, Χριστὸν τὸν ἐπιδημήσαντα προσηκάμενος, πιστεύσας δὲ ἐν τῷ ὀνόματι, σώζεται· δοθέντος ἐν τῇ ὑπ’ οὐρανὸν τῆς Υἱοῦ προσηγορίας, ἀπὸ τοῦ τῆς ἐπιδημίας χρόνου, ἐν ᾗ ὁ πιστεύων μεθέξει διὰ Υἱοῦ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος ἀποσταλέντος Παρακλήτου· ὅθεν ὁ σωζόμενος ἐν τῷ ὀνόματι τοῦ Σωτῆρος ἐκ τῆς τριάδος ἔχει τὴν σωτηρίαν.

Οὐδὲ γὰρ ἕτερον ὄνομά ἐστιν ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.

Τοῦ ΧρυσοστΌμου. Ἐνταῦθα καὶ ὑψηλὰ φθέγγεται· ὅταν γὰρ μὴ ᾖ τι κατορθῶσαι, ἀλλὰ παρρησίαν ἐπιδείξασθαι μόνον, οὐ φείδεται· οὐδὲ γὰρ ἐδεδοίκει μὴ πλήξῃ· καὶ οὐκ εἶπεν ἁπλῶς δι ἄλλου· ἀλλ’ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· τουτέστιν, οὗτος ἡμᾶς σῶσαι δύναται. ταύτῃ τὸν φόβον αὐτῶν κατέστειλεν.

Ἐξ ἀνεπιγράφου. Ὠσπερ ἐπὶ τοῦ ἁγίου βαπτίσματος ὅτι ὁ βαπτιζόμενος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ, καὶ εἰς Πατέρα καὶ εἰς τὸ Ἅγιον Πνεῦμα βαπτίζεται, ἀδιαιρέτου οὔσης τῆς Ἀγίας

75
Τριάδος, οὕτω καὶ ἐνταῦθα λέγομεν, ὅτι ὁ σωζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ, ἐκ τῆς Ἀγίας τριάδος ἔχει τὴν σωτηρίαν.

Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰω- αννου.

Τοῦ ΧρυσοστΌμου. Οἱ δύο ἀγράμματοι κατερητόρευσαν αὐτῶν καὶ τῶν ἀρχιερέων· οὐ γὰρ αὐτοὶ ἐφθέγγοντο, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις. Καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκον δὲ αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ’ ὅτι καὶ ἕτερα κωλύματα φύσει ἦν· καὶ πλεῖον γέγονεν ἡ ἐπίδοσις· οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα.

Τοῦ ΧρυσοστΌμου. Οὐχ ἁπλῶς τοῦτο ἔθηκε τὸ χωρίον ὁ Εὐαγγελιστὴς, ἀλλ’ ὅτι ἐπεγίνωσκον αὐτούς, φησιν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν ἐν τῷ πάθει· οὗτοι γὰρ μόνοι ἦσαν τότε· ἑώρων αὐ- τοὺς ταπεινοὺς, συνεσταλμένους· καὶ τοῦτο μάλιστα αὐτοὺς ἐξέ- νιζεν, ἡ πολλὴ μεταβολή· καὶ γὰρ ἐκεῖ ἤσαν οἱ περὶ Ἄνναν, καὶ παρεστήκεσαν αὐτῷ καὶ οὗτοι· καὶ ἐξέπληττεν αὐτοὺς ἡ παρρησια καὶ μετ’ ὀλίγα—ἐπεγίνωσκον τε αὐτοὺς, φησιν, ὅτι σὺν “τῷ Ἰησοῦ ἦσαν·” ὅπερ αὐτοὺς ἐποίει πιστεύειν, ὅτι πη ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου μαθηταὶ πάντα ἔπραττον. τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.

Τοῦ Αὐτοῦ. Πολλὴ ἡ τοῦ ἀνθρώπου παρρησία, καὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ μὴ ἐγκαταλελοιπότος αὐτούς· εἰ γὰρ εἶπον ὅτι οὐχ οὕτως ἔχει, ἐκεῖνος ἀν’ κατηγόρησεν.

Περὶ ἀπlστων’ Ἀρχιερέων προσταττόντων n ὡς οὐ δεῖ παρρησιάζεσθαι ἐπὶ τῷ ο ὀνόματι τοῦ Χριστοῦ· κοὶ ἀνανεώσεως τῶν Ἀποστόλων.

Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλον πρὸς ἀλλήλους λέγοντες· τί ποιήσωμεν τοῖς [*](n προστ. om. C.N.C. o τὸ Cod,)

76
ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι’ αὐτῶν πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι.

Τοῦ Αὐτοῦ. Ὄρα ἐν ἀπορίᾳ ὄντας, καὶ πάλιν τὸν φόβον τὸν ἀνθρώπινον πάντα ἐργαζόμενον· ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἀνάτρεψαι, φησὶν, τὸ γινόμενον οὐκ ἔνι, οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων αὐτὸν μᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως, οὕτω καὶ νῦν γίνεται.

Tοῦ αυτου εκ της προς Ῥωμαíους Ἐπιστολης. “Τί ποιή- “ σωμεν τοῖς ἀνθρώποις τούτοις;“τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι’ αὐτῶν τούτων ἡττώμενοι δι’ ὧν προσεδόκων νικᾶν· καὶ οὔτε τύραννοι οὔτε δῆμοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ’ ἐκ πολλῆς ἡττῶντο τῆς περιουσίας· ἅπερ κατ’ αὐτῶν ἐμηχανῶντο παντᾶ ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα· διὸ καὶ ἔλεγεν ὁ Ἀπόστολος Παῦλος· “ ὑπερνικῶμεν· καινὸς γὰρ οὗτος τῆς νίκης ὁ νόμος ἦν· τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡτ- τᾶσθαι· ἀλλ’ ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους.

Τοῦ Αὐτοῦ. ἐκ Τοῦ Κατα Ματφαῖον Εὐαγγελίου. “Τί ποίη- “ σωμεν τοῖς ἀνθρώποις τούτοις;” ὁρᾶς ἐν ἀπορίᾳ ὄντας, οὐ τοὺς ὑποχειρίους καὶ δεδεμένους, ἀλλὰ τοὺς κατέχοντας καὶ δεσμοῦντας· οὗ τι γένοιτ’ ἃν καινότερον; σὺ κατέχεις καὶ δυσφορεῖς; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ἐπὶ τῆς ψάμμου πάντα ᾠκοδόμησαν· διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν.

Ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαὸν, ἀπειλῇ ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. καὶ καλέσαντες αὐτοὺς παρηγγείλαντο τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὄρα καὶ τούτων τὴν ἀναισχυντίαν καὶ τῶν Ἀποστόλων τὴν φιλοσοφίαν.

77

Οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς.

Εἰ μὲν ψευδῆ ἃ λέγομεν, ἐπιλαβοῦ· εἶδ’ ἀληθῆ, τί κωλύεις; τοιοῦτον ἡ φιλοσοφία· ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖνοι πολλῆς γέμοντες αἰσχύνης, οὗτοι μετὰ παρρησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι, οὗτοι ἐν τῷ θαρρεῖν.

Μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτοὺς διὰ τὸν λαόν· ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γευονότι· ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ’ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. ἐκ Τοῦ Κατα Ματφαῖον ὑπομνήματοσ. Εἶδες φρόνημα ὑψηλόν; εἶδες πέτραν κυμάτων καταγελῶσαν; εἶδες οἰκίαν ἄσειστον; καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐ μόνον οὐκ ἐγίνοντο δειλοὶ δι’ ὧν ἐπεβουλεύοντο, ἀλλ’ ὅτι καὶ πλέον ἐλάμβανον θάρσος, κἀκείνους εἰς μείζονα ἐνέβαλον ἀθυμίαν· καὶ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτός ἐστι ὁ πληττόμενος· καὶ ὁ τὰ κέντρα λακτίζων, οὗτός ἐστιν ὁ κεντούμενος καὶ χαλεπὰ δεχόμενος τραύματα.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ἐπεστόμισε γὰρ αὐτοὺς τὰ σημεῖα· οὐδὲ ἠνείχοντο τελέσαι αὐτοὺς τὸν λόγον, ἀλλὰ μεταξὺ λέγοντας διέ- κοψαν σφόδρα ὑβριστικῶς. Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα· τὸ μὲν πρῶτον διὰ δόξαν ἀνθρωπίνην ἅπαντα ἐποίουν· νυνὶ δὲ καὶ ἕτερον προσέκειτο, τὸ μὴ δόξαι μιαιφόνους εἰναι, ὃ μετὰ ταῦτα ἔλεγον· “βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ “ αἷμα ἀνθρώπου τούτου·” ὢ τῆς ἀνοίας· πεισθέντες ὅτι ἀνέστη, καὶ τὸ τεκμήριον λαβόντες ὅτι ἔστι Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου μὴ κατασχεθέντα, ὑπὸ οἰκείων προσεδόκησαν μηχανημάτων συσκιά- ζεσθαι· τι ταύτης τῆς ἀνοίας ἶσον; τοιοῦτο γὰρ ἡ πονηρία· οὐδὲν ὁρᾶ, ἀλλὰ πανταχοῦ θορυβεῖται.

Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.

Τοῦ Αὐτοῦ. Οὐχὶ φιλοτιμίας ἕνεκεν διηγοῦντο· πῶς γάρ; ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος τὰ τεκμήρια ἐπεδείκνυντο· ὅσα γὰρ ἐκεῖνοι εἶπον, ταῦτα διηγήσαντο· τὰ δὲ αὐτῶν εἰκὸς καὶ παρελθεῖν.

78

Τοῦ Αὐτοῦ. “Ἦλθον,” φησὶν, “πρὸς τοὺς ἰδίους· ὅρα αὐτοὺς οὐκ ἐπιρρίπτοντας ἑαυτοὺς τοῖς πειρασμοῖς, ἀλλὰ τοὺς ἐπαγομένους γενναίως φέροντας· ἄλλος εἴτις ἦν τῶν μαθητῶν, ἴσως ἃν τῇ τοῦ πλήθους παρρησίᾳ θαρρῶν καὶ ὕβρισε, κἂν μυρία ἐδέξατο δυσχερῆ· ἀλλ’ οὐχ οἱ φιλόσοφοι οὗτοι, ἀλλὰ πάντα ἡμέρως καὶ ἐπιεικῶς.

Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον.

Τοῦ Αὐτοῦ. Καὶ μετὰ σπουδῆς πολλῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη· ὅρα δὲ πῶς εἰσὶν ἠκριβωμέναι αὐτῶν αἱ εὐχαί· ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν αὐτοῖς ἠξίουν ἀναδειχθῆναι, οὕτως ἔλεγον· “ σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον· προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία· ἐνταῦθα δὲ ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναν- τίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ηὔξαντο· “ Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν “ θάλασσαν, καὶ τὰ ἑξῆς.

Τοῦ Αὐτοῦ. Ἡ κραυγὴ γέγονεν ἀπὸ ἡδονῆς καὶ διαθέσεως πολ- λῆς· αἱ τοιαῦται γὰρ ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέμουσαι, αἱ πέρι τοιούτων γενόμεναι, αἰ πάρα τῶν τοιούτων, αἰ ἐν τοιούτοις καιροῖς, αἱ κατὰ τὸν τρόπον τοῦτον· ὡς αἴγε’ ἄλλαι βδελυκταὶ καὶ ἀκάθαρτοι· ὅρα πῶς οὐδὲν περιττὸν φησὶν, οὐδὲν γραῶδες καὶ μυθῶδες, ἀλλὰ περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγονται· καθάπερ αὐ- τὸς ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις “εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ “ἐκβάλλω τὰ δαιμόνια· ἰδοὺ καὶ ὁ Πατὴρ ἐν Πνεύματι φθέγ- γεται· τι γάρ φασι; “Δέσποτα, ὁ Θεὸς ὁ τοῦ Πατρὸς ἡμῶν διὰ ** Πνεύματος Ἁγίου στόματος Δαβὶδ παιδός σου εἰπὼν, ἵνα τί “ἐφρύαξαν ἔθνη;”

Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος Ἁγίου στόματος Δαβὶδ παιδός σου εἰπὼν, ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ τησαν κενὰ;

Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Αὗται τῆς Ἐκκλησίας· ἑξῆς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται

79
φωναὶ τῶν Ἀποστόλων· αὗται φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου τῶν ἀληθῶς τελείων μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου, διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν ούρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον· καὶ τὸν τούτου παῖδα, ὃν ἔχρισεν ὁ Θεός· καὶ ἄλλον οὐκ εἰδότων· οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ οὐδὲ Μαρκίων, οὐδ’ οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν πειθομένων αὐτοῖς καταστροφεῖς· διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ ποιητὴς τῶν ἁπάντων Θεός· “ ἐσαλεύθη γάρ, φησιν, “ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες “τοῦ Ἁγίου Πνεύματος· καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ “ παρρησίας παντὶ τῷ θέλοντι πιστεύειν.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς μέσον ἄγουσιν, ἅμα καὶ ἑαυτοὺς παραμυθούμενοι ὅτι εἰκῆ ἅπαντα μελετῶσιν οἱ ἐχθροί· ἐκεῖνα, φησὶν, εἰς πέρας ἄγαγε, καὶ δεῖξον ὅτι κενὰ ἐμελέτησαν. ΕΞ ἀνεπιγράφου. Ἐπειδὴ τινὲς τῶν αἱρεσιωτῶν λέγουσιν λον εἰναι Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ· καὶ ἐναντίους εἶναι ἀλλήλοις· τούτου χάριν οἱ ἅγιοι Ἀπόστολοι τὴν αἵρεσιν ταύτην ἐκκόπτοντες, διὰ τῆς εὐχῆς παριστῶσιν, ὡς αὐτός ἐστι Θεὸς καὶ κοσμοποιὸς καὶ Πατὴρ Σωτῆρος ὑπάρχων, καθότι παρ’ αὐτοῦ δέδονται ἀμφότεραι αἱ διαθῆκαι.

Διδύμου. Πολλοὶ τῶν ἀπὸ αἱρέσεων διαιροῦσι τὴν λέγοντες ἄλλον εἶναι Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν γραφὴν διαιρήσαντες, τὴν μὲν παλαιὰν διαθήκην τοῦ κοσμοποιοῦ, τὴν δὲ καινὴν τοῦ Πατέρος Χριστοῦ λέγουσιν εἶναι· ἑπομένως δὲ τῇ δυσσεβεῖ γνώμῃ αὐτῶν, ἀπεναν- τίως ἔχειν λέγουσι πρὸς ἑαυτοὺς τοὺς θεοὺς τούτους καὶ τὰς γρα- φὰς αὐτῶν· ὡς τοὺς προσφεύγοντας τῷ Κυρίῳ ἐχθροὺς εἶναι τοῦ κοσμοποιοῦ, καὶ βελτίονας αὐτοῦ τυγχάνειν· ὡς αὖ τοῦ κοσμο- ποιοῦ ἄνθρωποι διαβεβλημένοι εἰσὶ πρὸς τὸν Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ· ἐλέγχει δὲ τὴν ἀσέβειαν αὐτῶν ἡ ἐγκειμένη γραφὴ, εἰσάγουσα τοὺς Ἀποστόλους, μετὰ τὸ ἀπολυθῆναι τῆς ἐπι- βουλῆς τῆς πρὸς τῶν ἀρχιέρεων καὶ πρεσβυτέρων, ἐλθόντας πρὸς τοὺς ἰδίους, τουτέστι τοὺς τὴν αὐτὴν πίστιν ἔχοντας ἅμα ἐκείνοις, καὶ πᾶσιν ὕμνον χαριστήριον ἀναπέμψαι τῷ ποιητῇ οὐρανοῦ καὶ

80
γῆς, μετὰ τοῦ μνημονεῦσαι, ὡς διὰ τοῦ στόματος Δαβὶδ ἐν Ἁγίῳ Πνεύματι εἰκότως τὸν δεύτερον ψαλμὸν, οὗ ἡ ἀρχή· “ ἵνα τι “ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά· διὰ γὰρ πάντων τούτων παρίσταται, ὡς αὐτὸς εἴη Θεὸς κοσμοποιὸς καὶ Πατὴρ τοῦ Σωτῆρος ὑπάρχων· καὶ ὅτι δίδονται παρ’ αὐτοῦ ἀμφότεραι αἱ διαθῆκαι.

Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

Τοῦ ἁγίου ἀφανασίου ἀπισκόπου ἀλεξανδρείασ. Πῶς κενὴ γέγονεν αὐτοῖς ἡ μελέτη, μὴ δεξαμένοις τὸν Σωτῆρα τοῦ κόσμου; φρύαγμα δέ ἐστι τὸ ἀλόγιστον κίνημα.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὥσπερ τότε, φησὶν, “ ἐμελέτησαν κενὰ,” οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς δός· τουτέστιν, μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν· ταῦτα δὲ ἔλεγον οὐκ αὐτοὶ παραι- τούμενοι δυσχερές τι παθεῖν, ἀλλ’ ὑπὲρ τοῦ κηρύγματος· οὐ γὰρ εἶπον, ἐξελοῦ κινδύνου ἡμᾶς, ἀλλὰ τί; “ καὶ δὸς τοῖς δούλοις σου “ μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου. Καὶ μετ’ ὀλίγα — Ὁρᾶς πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσιν, οὐδὲν εἰς οἰκείαν δόξαν, οὐδὲ εἰς φιλοτιμίαν· τὸν μὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ καταπλαγήσονται· ἀξιοῦσι δὲ, φησὶ, σημεῖα γίνεσθαι.

Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τὲ καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.

Εἰς σύμβασιν καὶ φιλίαν ἥκασιν Ἡρώδης τὲ καὶ Πόντιος Πίλατος.

Οὐχ ἵνα τι τῶν ἀναγκαίων εἰς ὄνησιν εἰς πέρας ἀγάγωσιν, ἀλλ’ ἵνα ἐμπαροινήσαντες p τῷ Χριστῷ τοῦ Κυρίου, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, κακοὶ κακῶς ἀπόλοιντο, καὶ τὰς τῆς κθριοκτονίας ἐξαπαιτηθεῖεν δίκας.

Τοῦ ἁγγίου ’ΑΘΑΝΑΣÍΟΥ. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα· εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ μία τις ἡ εἰς αὐτοὺς ὕβρις ἐγένετο ἄν;

81

Ἡσυχίου Πρεσβυτέρου. Κύριον καλεῖ τὸν Πατέρα, Χριστὸν εἰκότως τὸν Υἱόν τῇ γὰρ κατὰ τοῦ μονογενοῦς ἐπιβουλῇ, ὡς ὑβρι- ζόμενον ἐν αὐτῷ, τὸν Πατέρα συνέπλεξεν· ἐπειδήπερ εὐδοκίᾳ τοῦ Πατρὸς, ὅλον τὸ ὑπὲρ ἡμῶν μυστήριον ὁ μονογενὴς ἔπραξεν.

Καὶ τανῦν Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν· καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι.

Οὕτως μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς· καίτοιγε πόσου οὐκ ἐμπλησθείη θύμου, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; ἀλλ’ οὐχ οἱ ἅγιοι τοιοῦτοι.

Διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Τοῦ Αὐτοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνονται αἱ ἐνέργειαι, μεγάλη ἔσται ἡ παρρησία.

Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι.

Tοῦ ἀκουσθῆναι αὐτοὺς καὶ τῆς ἐπισκέψεως τοῦτο τεκμήριον γέγονεν. Διατὶ δὲ οὕτως ἐγένετο, ἄκουε καὶ τοῦ προφήτου λέ- γοντος· “ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὅτι γὰρ πάρεστι ταῖς εὐχαῖς αὐτῶν ἐδήλωσε· καὶ πάλιν ἕτερος προ- φήτης φησὶν, “ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ ἀπὸ προσώπου “Κυρίου.” ἐποίει δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον πλείονα· καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας εἰς παρρησίαν πλείονα ἐπεδίδοσαν· ἐπειδὴ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο σημείου πρὸς τὸ πεισθῆναι αὐτούς· μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται. πολλῆς τῆς παρακλήσεως ἔτυχον· οὐδαμόθεν γὰρ εἰχον ἐπιδεῖξαι ὅτι ἀνέστη, ἀλλ’ ἀπὸ τῶν σημείων.

Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

Τοῦ Αὐτοῦ. Τί ἐστιν ἐπλήσθησαν; τουτέστιν ἀνεπυρώθησαν, καὶ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα.

82

Περὶ ὁμοψύχου κοὶ καθολικῆς ἐκκλησίας τῶν πιστευόντων.

Tοῦ δὲ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ δυνάμει μεγάλη ἀπεδίδουν οἱ Ἀπόστολοι τὸ μαρτύριον τῆς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

Toῦ ΧΡΥΣΩΣTóMΩΥ. Ὁρᾶς ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ’ ἑαυτὸν εἰσέφερον πανταχοῦ γὰρ τοῦτο χρὴ παρατη- ρει-ν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ’ ἑαυτῶν ἐπι- δεικνύουσι. Καὶ μετ’ ὀλίγα — "Tov δὲ πλήθους τῶν πιστευόντων ** ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία·” ἄρα εἰπέ μοι ἡ ἀγάπη τὴν ἀκτη- μοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην ; ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν λοιπόν· καὶ πάλιν ἴδου καρδία καὶ ψυχὴ τὸ αὐτό.

Ὠριγένουε. Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτι ἦν πάντων "τῶν πιστευόντων καρδία καὶ ψυχὴ “ μία. καὶ οὕτω τηρῶν τὴν γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις καὶ ἀσυμφωνία, καὶ ὅσα τοιαῦτα, κακίας εἰσὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα.

Τοῦ ἁγίου Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ Πρὸσ Πέτρον Μονάζοντα Ἐπιστολῆσ. Τῆς γὰρ ἀγαπῆς ἴδιον, τὸ πάντα λογίζεσθαι κοινὰ, καὶ τὴν διαφορὰν ἐκβάλλειν, τὴν τὸ ἐμὸν καὶ τὸ σὸν διακρίνουσαν.

Τοῦ Αὐτοῦ ἐκ Τῆσ Πρὸσ Φωκᾶν ἐπιστολῆσ. Ta γὰρ ἔθνη τὸν λόγον τοῦ Εὐαγγελίου παραδεξάμενα τὰ ἐν τῇ γῇ διέπτυσαν πράγματα, “καὶ οὐδεὶς τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον ε-ι’ναι, “ ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ ἀνδρείαν ἤσκησαν, καὶ τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμήθησαν· σωφροσύνην δὲ καὶ ὑπερ- ήλαντο, παρθενίαν καὶ ἀγγελικὸν ζηλώσαντες βίον· οὐ μόνον δρῶν ἀλλὰ καὶ γυναικῶν οὐκ ὀλίγη πληθύς.

Χάρις τε ἦν μεγάλη ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἦν ἐνδεής τις ἐν αὐτοῖς.

Τοῦ ΧΡΥΣΩΣΥόMοΥ. Καθάπερ ἐγχειρισθέντας αὐτούς τι δείκ-

83
νυσι, καὶ ὡς περὶ ὀφλήματος λέγει· τουτέστι τὸ μαρτύριον μετὰ παρρησίας πᾶσιν ἀπεδίδουν.

Τοῦ Αὐτοὐ. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ τέως οὕτω διέκειντο. οὐκ ἔνι εἰπεῖν ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων δὲ τρέφοντες οὕτω διέκειντο. ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα οὕτως ἔτρεφον· ἵνα μηκέτι ὡς ἐξ ἰδίων ἀλλ’ ὡς ἐκ κοινῶν τρέφωσι.

Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ἦν χάρις, ὅτι οὐδεὶς ἦν ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐνδεής.

Τοῦ Αὐτοῦ Νῦν πληροῦται τὸ ἐν τῷ “ ὅτι οὐκ ἔσται ἔν σοι ἐνδεής· ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος “ ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσι σοι.”

Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες λοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων.

Τοῦ Αὐτοῦ. Ἐνταῦθα εἰς ἔργον ἐξέβη τὸ ὑπὸ τοῦ “ ὅστις ἀφῆκεν ἀγροὺς ἢ οἰκίας ἕνεκεν τοῦ ὀνόματός μου, “ ἑκατονταπλασίονα λήψεται ἐν τῶ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον “ κληρονομέησει·” κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων οὐσίας, μετ’ ἐξουσίας εἶχον τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων· καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο· ὡς καὶ Παῦλος πολλοῖς μαρτυρεῖ.

Καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

Τοῦ Αὐτοῦ. Πολλὴ ἡ τιμή· “ παρὰ τοὺς πόδας,” φησὶ “τῶν “ Ἀποστόλων ἐτίθουν·” οὔτε εἰς χεῖρας ἐτόλμων δοῦναι· οὔτε δὲ τετυφωμένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον· αὐτοὺς οἰκονόμους ἠφίεσαν γενέσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοινῶν λοιπὸν ἀναλέγηται, μηκέτι ἐξ ἰδίων· τοῦτο καὶ πρὸς τὸ κενόδοξον αὐτοῖς συνεβάλλετο.

Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν Ἀποστόλων, ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως, Λευΐτης, Κύπριος τῷ γένει.

84

Τοῦ Χρυσοστόμου. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰοῦστος ἐλέγετο· καὶ “Βαρνάβας,” φησὶν, “ ὅς ἐστιν υἱὸς παρακλήσεως·” δοκεῖ μοι καὶ ἀπὸ τῆς ἀρετῆς εἰληφέναι ληφέναι τὸ ὄνομα· ὡς πρὸ τούτου ἱκανὸς ὣν καὶ ἐπιτήδειος.

Τοῦ Αὐτοῦ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν· καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται τοῦ κατορθώματος, ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, ὑπ’ οὐδενὸς τούτων παιδευθεὶς, ἀλλὰ τῇ φιλοχρηματίᾳ τυφλωθεὶς, τὸν ὄλεθρον ἐπήγαγε τῇ ἑαυτοῦ κεφαλῇ.

‘Υπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε πρὸς τοὺς πόδας τῶν Ἀποστόλων.

Τοῦ Χρυσοστόμου. Δῆλοί ὅτι τοῦτο.

Τοῦ Αὐτοῦ. Πανταχοῦ παρατηρεῖ πῶς δείκνυσι τὸν νόμον λυόμενον· πῶς δὲ καὶ Κύπριος ἦν· ὅτι λοιπὸν καὶ μετῴκουν καὶ ἐχρημάτιζον Λευῖται.

* Περὶ Ἀνανία καὶ Σαπφείρης καὶ πικρᾶς αὐτῶν τελευτῆς.

Ἀνὴρ δέ τις ὀνόματι Ἀνανίας, σὺν Σαπφείρᾳ τῆ γυναικὶ αικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς.

Τοῦ Αὐτοῦ. Τί δεινόν ; ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία· καὶ οὐδεὶς ἕτερος εἰδε τὸ γενόμενον, πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι.

Ἀμμωνίου πρεσβυτέρου. Εἰ μέρος ἐκ τῶν ἰδίων, καὶ μὴ τὸ πᾶν παρὰ τοὺς πόδας σφετερισάμενος τιθεὶς ἀπέθανε, τι δὴ καὶ φήσομεν περὶ τῶν μὴ ὁλοσχερῶς ἑαυτοὺς προσαγόντων τῷ Θεῷ, ἀλλὰ μερικῶς μὲν τὰ τοῦ Θεοῦ ποιούντων εἰ τύχοι, μερικῶς δὲ ταῖς ἰδίαις ἐπιθυμίαις δουλευόντων ; οἷς ἀπαντήσει πολὺ μείζων τιμωρία· ὡς δυνατοῦ ὄντος τοῦ Θεοῦ καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι· ταῦτα δὲ λέγω, διὰ τοὺς μὴ θερμῶς ἀπαιτοῦντας τοὺς πιστοὺς ζῆν.

Συνειδυίας καὶ τῆς γυναικὸς, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν Ἀποστόλων ἔθηκεν.

85

Τοῦ Αὐτοῦ. Σημειωτέον ὅτι καὶ τὸ συνειδέναι τι γινόμενον παρ’ ἄλλου κακὸν, καὶ σιωπᾶν, ἁμαρτία ἐστίν.

Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;

Τοῦ Αὐτοῦ. Εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς αἴτιος γέγονεν; ὁ δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν καὶ πληρωθείς· ἀλλ’ ἔδει διορθῶσαι φησίν· ἀλλ’ οὐκ ἃν διορθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἃν ἑτέρως ἐκέρδανεν. οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ’ ὡς σηπεδόνα ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι· νῦν μὲν γὰρ καὶ οὕτος ώφέληται μὴ προελθὼν περαιτέρω κακίας· καὶ οἱ λοιποὶ σπουδαιότεροι γεγόνασι· τότε δὲ ἃν τοὐναντίον συνέβη· δεύτερον ἠλέγχθη, καὶ δείκνυσιν ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονός· καὶ τότε καταδικάζει· διατὶ δέ; ἐκ ποίας προαιρέσεως τοῦτο πεποίηκας; ἤθελες ἔχειν· ἔδει ἔχειν ἐξ ἀρχῆς καὶ μὴ ὑποσχέσθαι· χαλεπή τις ἐστὶν ἡ ἱεροσυλία, ἀγαπητέ· ὁ μὲν γὰρ ἐπεθύμησεν ἴσως ἀλλοτρίων, σοι δὲ ἑξῆν ἔχειν τὰ σά· τι τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλα- βες αὐτά; ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας· οὐκ ἔχει τὸ γενόμενον συγγνώμην· ἐκτός ἐστιν ἀπολογίας· μὴ σκανδαλίζεσθε τοίνυν, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι· εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά· ἀλλ’ ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ινα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.

Οὐκὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.

Θεὸς οὖν τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἐψεύσατο Ἀνανίας.

Τοῦ ἁγίου Ἀθανασίου. ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. ἐπειδὴ δέ, φησιν, ἐπεχειρήσατε πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε πεῖραν οὗ ἠθελήσατε· σωφρονισθήσονται δὴ καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι’ ὑμῶν τὴν πεῖραν λαβόντες.

Διονυσίου. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἣ τὸ εὔξασθαι καὶ ἀποδοῦναι· οὐδὲν γὰρ ὁ Θεὸς ἐξ ἀνάγκης οὐδὲ ἐκ λυπῆς βούλεται·

86
ἣ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι, ἐπειδήπερ οὐκ ἔστι σὰ, ἅπερ ἅπαξ διὰ τῆς ἐν ταῖς εὐχαῖς ἐπαγγελίας ἀνέθηκας.

Τοῦ Χργσοστόμου. Μῆ γὰρ ἀνάγκη τις ἦν καὶ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν, ὅτι ἔθου ἐν ταῖς καρδίαις σου.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ Τοῦ Πρὸσ Ναυατιανοὺσ Τάγματοσ. Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος· καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ καὶ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ καὶ ἐδιδάχθησαν ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου τολμᾶν, οὐδὲ πειράσαι τουτ’ ἐπιχειρεῖν.

Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν.

Τοῦ Χρυσοστόμου. τοῦτο μεῖζον τοῦ χωλοῦ τὸ καὶ ἀνελεῖν, καὶ ἐν διανοίᾳ εἰδέναι καὶ τὰ λάθρα γεγονότα.

ἘΞ ἀνεπιγράφου. Πολλοὶ τῶν ἐν ἀμαθίᾳ τυγχανόντων, δὲ ἐν ἀσεβείᾳ, ἐν τῷ χωρίῳ τούτῳ φόνου γράφονται τὸν κορυφαῖον τῶν Ἀποστόλων, διὰ τὸν περὶ Ἀνανίαν καὶ Σάπφειραν γεγενημένον θάνατον. Ἡ δὲ κατηγορία οὐ τοῦ Πέτρου· μᾶλλον δὲ τοῦ Πνεύματος ἅπτεται Ἁγίου, τοῦ τὴν ψῆφον κατ’ αὐτῶν ἐξοίσαντος δικαίαν. Ὁ γὰρ Πέτρος οὐδὲν ἕτερον ἐποίησεν ἣ μόνον ἤλεγξε τὸ ψεῦδος· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον τὸ πάντα γινῶσκον, οὐ μόνον τὰ κρυπτὰ τῶν ἀνθρώπων ἀλλὰ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξουσίαν ἔχον καὶ τῆς ζωῆς καὶ τοῦ θανάτου, τοὺς εἰς αὐτὸ ἁμαρτήσαντας ἀνεῖλεν· ἀλλ’ ἐρεῖ τις πάλιν ἀσεβῶς ἀνθιστάμενος· ναί, φησι, δοκεῖς ταύτην πιθανὴν πεποιηκέναι ἀπολογίαν· τι δ’ ἃν ἔχοις καὶ περὶ Σαπφείρας λέγειν ; οὐχ ὁ Πέτρος αὐτὴν ἀνεῖλεν ; ἄπαγε τῆς ἀτοπίας, ἄπαγε· τῶν γὰρ δύο γέγονε τὸ παράπτωμα, καὶ συνομολογήσεις καὶ αὐτός· οὐκοῦν ὁ κριτὴς ἀμφοτέρους ἐπίσης κατεδίκασεν· οὐκ ἠγνόησε δὲ τοῦτο ὁ κορυφαῖος τῶν Ἀποστόλων, ὁ διὰ τοῦ Ἁγίου Πνεύματος πανταχοῦ φθεγγόμενος· διὸ καὶ ταύτην παρ’ αὐτοῦ δεξάμενος ἐφθέγξατο τὴν φωνήν· οὕτω καὶ παραχρῆμα εἰς ἔργον ἐξέβη τὸ λεχθέν· οὐκοῦν δι’ ὀλίγων ἐλήλεγκται ἡ τῶν παρανόμων συκοφαντία. Εἰ δέ τις ἀκριβῶς κατανοήσειε τὸ γεγενημένον, ὄψεται πολλοὺς τῶν προσεχόντων ἑαυτοῖς μέχρι σήμερον

87
ὠφελουμένους· οἶδε γὰρ ὁ Θεὸς πολλάκις κολάζειν ἁμαρτήσαντα· κουφοτέραν ἐκεῖποιῶν αὐτῷ τὴν κόλασιν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· πολλοὺς δὲ ἐνταῦθα σωφρονεστέρους ποιῶν τῷ φόβῳ.

Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας· ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν.

Τοῦ Χργσοστόμου. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαινον· οὐχ ἁπλῶς· καίτοι σημεῖα ἐγένετο πρότερον, ἀλλ’ οὐκ ἦν φόβος τοιοῦτος· οὕτως ἀληθές ἐστιν ἐκεῖνο, “ὅτι γινώσκεται Κύριος κρί- “ματα ποιῶν·” ποιῶν· οὕτως καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· ὀζὰ Ρ ἐτιμωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος· ἀλλ’ ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτὸν, ἐνταῦθα δὲ μᾶλλον προσεκτικώ- τεροι γίνονται.

Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα· καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.

Τοῦ Αυτου. Ὅρα δέ οὐκ ἐκάλεσεν αὐτὴν ὁ Πέτρος, ὥστε φόβος τοῦτο διδασκάλου· τοῦτο τιμὴ μαθητῶν· τοῦτο ὑπακοή· “ τριῶν ὡρῶν διάστημα· καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων· καίτοι ἱκανόν γε ἐξηνεχθῆναι ἦν, ἀλλ’ ἐφοβοῦντο· τοῦτο γοῦν καὶ θαυμάζων ὁ Εὐαγγελιστὴς ἔλεγεν, ὅτι μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.

Ἀπεκρίθη δὲ Πέτρος πρὸς αὐτήν. εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε· ἡ δὲ εἶπε· ναὶ τοσούτου.

Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτίας· διὰ τοῦτο αὐτῇ δίδωσι προθεσμίαν ἀπολογίας, ἐξουσίαν μετανοίας, λέγων, “ εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.

Ἀμμωνίου. Τὸ ἐρωτηθῆναι καὶ μὴ ὁμολογῆσαι τὸ ἴδιον ἀλλὰ καὶ τὸ ἐναντίον ζητεῖν λαθεῖν δι’ ἀρνήσεως, ἀσύγγνωστον κακόν· διὸ καὶ ἐπιφθάνει εὐθὺς ἡ τιμωρία. οὕτως εὑρίσκομεν καὶ ἐπὶ τοῦ Κάϊν, ὃς ἀκούσας, “ ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;” εἶπεν, “ οὐκ οἰδα·” καὶ λοιπὸν ἡ κατάρα μετὰ ταῦτα ἐπιφθάνει.

‘Ο δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη P ὁζᾶν Cod.

88
ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε.

Τοῦ Χρυσοστόμου. Πρότερον αὐτὴν παιδεύει καὶ τότε δείκνυσιν ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρὶ, ἐπειδὴ καὶ τὰ ἀυτὰ ἥμαρτεν.

Ἰσιδώρου Ἐπιστολῆσ Ρπα. Οὐκ ἀπονοίας ἐστὶν, ὁ κατὰ τῶν πταισάντων φόνοςq τοῦ σοφωτάτου Πέτρου, ἀλλὰ διδασκαλίας προγνωστικῆς, τὰ πολλὰ τῶν ἀνθρώπων προιεμένης ἁμαρτήματα. τότε γὰρ ἀρξάμενοι τὰ τοῦ εὐαγγελίου καταβάλλεσθαι σπέρματα, καὶ εὐθὺς παρανατείλαντα ἑωρακότες ζιζάνια, σοφῶς αὐτὰ παραχρῆμα ἐξέτιλον· ἵνα μὴ τῷ σίτῳ συναχθέντα, τῷ μέλλοντι πρὸς καῦσιν πυρὶ φυλαχθῇ. Οὕτω καὶ Μωϋσῆς ὁ θεσπέσιος τὰ τοῦ νόμου ἐκ προοιμίων παραβαθέντα θεώμενος, εἰ καὶ ἐπιβραχὺ ἁμαρτήματι, καταλευσθῆναι τὸν ἐν σαββάτῳ ξυλολογοῦντα ἐκέλευσε, τοῦτο Θεὸν γεγραφὼς ἀποφήνασθαι· ἐπὶ μικρῷ γὰρ καὶ μείζονι ἡ παράβασις γίνεται· ὡς καὶ οἱ πρῶτοι τοῦ γένους προπάτορες, ξύλου γεύσει, τὸν πολυώδυνον καταδικάσθησαν βίον καὶ θάνατον.

Ἔπεσε δὲ παραχρῆμα ἐνώπιον αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.

Τοῦ Χρυσοστόμου. τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; ἃν ἔδεισε τὸν Ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἐφοβήθη;

Καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

Τοῦ Χρυσοστόμου. Μετὰ τὸ γενέσθαι τὸν φόβον σημεῖα ποιεῖ καὶ αὐτὸς καὶ οἱ λοιποί.

Διὰ δὲ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά.

Τοῦ ΑΥΤΟΥ. Οὐκέτι ἐν οἰκίᾳ· ἀλλὰ τὸ ἱερὸν καταλαβόντες, ἐκεῖ διέτριβον· οὐκέτι λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο, q φόβος Cod., sed eorr. ant. m. φόνος.

89
ἀλλ’ ἁπλῶς ἥπτοντο τῶν νεκρῶν· καὶ ὅρα· πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει.

Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῆ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.

Τοῦ Αὐτοῦ. Ὀ Πέτρος ἦν ὁ θαυμαστὸς, καὶ τούτῳ μᾶλλον προσεῖχον διά τε τὴν δημηγορίαν, καὶ τὴν πρώτην, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην· διά τε τὸ σημεῖον· αὐτὸς γὰρ τὸ σημεῖον εἰργάσατο, τὸ πρῶτον, τὸ δεύτερον, τὸ τρίτον· τοῦτο γὰρ διπλοῦν ἦν· πρῶτον μὲν τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ τὸ ἀνελεῖν προστάγματι.

Τοῦ Αὐτοῦ. Οὐκέτι λοιπὸν εὐκαταφρόνητοι ἦσαν καθάπερ καὶ πρότερον· ἐν βραχεῖ γὰρ καιρῷ καὶ μιᾷ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ὑπὸ τοῦ τελώνου· οὐρανὸς ἦν ἡ γῆ καὶ πολιτεία r. καὶ παρρησίας καὶ θαυμάτων καὶ πάντων ἕνεκεν, καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους· φιλάνθρωποι ἐτύγχανον καὶ κηδεμονικοί.

Μαλλὸν δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν.

Τοῦ αὐτοῦ. τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅρα τὸ ὑπ’ αὐτοῦ εἰρημένον, ὅτι “οἱ πιστεύοντες εἰς ἐμὲ, τὰ ἔργα ἃ “ ἐγὼ ποιῶ κἀκεῖνοι ποιήσουσι, καὶ μείζονα ποιήσουσι. Καὶ μετ’ ὀλίγα—Ἀλλ’ ὅρα πῶς ὑφαίνεται αὐτοῖς ὁ βίος· ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν τοῦ Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα καὶ εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας· πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ῥαθυμία· ὅτι μὲν οὖν ἦσαν λαμπροὶ καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν· ὅτι δὲ τοὺς αὐτῶν ἀνήρουν, ἀθυμία· πάλιν εὐθυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως· καὶ δι’ ὅλου ἴδοι ἄν τις καὶ ἐπὶ τῶν παλαιῶν δὲ τοῦτο εὕροι τίς ἄν.

ΕΞ ἀνεπιγράφου. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν r πολιτείας Cod.

90
στέραν δηλοῖ, ὅτε δὲ πίστιν ἐπιτεταμένην μετά τινος ἁγιότητος, καθὸ λέγεται καὶ θεῖα χαρίσματα δίδοσθαι τοῖς ἀνθρώποις κατ’ ἀναλογίαν τῆς πίστεως· οὐ ταύτην οὖν τὴν πίστιν εἰχεν ὁ Σίμων τὴν ἐπιτεταμένην, καὶ τὴν αἰτίαν τοῦ θεῖόν τι χάρισμα λαβεῖν· ἀλλ’ ἁπλῶς τὴν ψιλὴν καὶ ἀδιάλυτον· διὸ καὶ ἥμαρτε μετὰ τὸ πιστεῦσαι, καὶ ὡς οὐκ ἔχων ζωὴν αἰώνιον περιέτυχε τῷ τῆς ψυχῆς θανάτῳ.

Διδύμου. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν δηλοῖ, ὅτε δὲ ἐπιτεταμένην μετά τινος θειότητος, καθὸ λέγεται, “ἄνδρα δὲ πιστὸν ἔργον ἐστιν εὑρεῖν· ὁ ταύτην τὴν πίστιν κατορθῶν ἔχει ζωὴν αἰώνιον, καὶ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν, οὐ δύναται ἁμαρτάνειν διὰ τὴν ἐνυπάρχουσαν ἐν αὐτῷ πίστιν ἐνεργῆ· τούτων διαφορᾶr δηλοῦται καὶ ἐν τῷ “πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται· καὶ πᾶς ὁ ζῶν “καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· κἂν τοίνυν πεπιστευκέναι καὶ Σίμων ὁ Μάγος λέγηται, κατὰ τὴν ἁπλουστέραν ’ρᾶν διετέθη πίστιν, οὐ τὴν εἰς δικαιοσύνην λελογισμένην· καὶ ἔτι ἐστι τίς πίστις ἐκ τοῦ ἐφ’ ἡμῖν συνισταμένη, ἣν ἀπαιτεῖ Ἰησοῦς λέγων, “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε·” καὶ ἑτέρα παρὰ ταύτην θεόπεμπτος, περὶ ἧς εἴρηται· ἄλλῳ δίδοται πίστις ἐν τῷ αὐτῷ πνεύματι, καὶ ἐπὶ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος κατ’ ἀναλογίαν προλαβούσης πίστεως δίδοται· ἓν δὲ τῶν χαρισμάτων καὶ ἡ πίστις· καὶ αὐτὴ ἄρα κατ’ ἀναλογίαν πίστεως δίδοται· ὁ ταύτην ἔχων τὴν πίστιν ἐκ Θεοῦ γεγένηται, καὶ ζωὴν αἰώνιον ἔχει· Σίμων δὲ οὐ ταύτην εἶχεν, ἀλλὰ μόνην τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν καὶ ταύτην οὐκ ἐπιτεταμένην, διὸ καὶ ἥμαρτε μετὰ τὸ πιστεῦσαι, καὶ ὡς οὐκ ἔχων ζωὴν αἰώνιον περιέτυχε τῷ ψυχῆς θανάτῳ.

Ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς αὐτῶν καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπ’ Ἐπισκιάσει τινὶ αὐτῶν. συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

91

Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ πίστις καὶ μείζων ἡ Χριστοῦ· πόθεν δὴ τοῦτο γέγονεν; ὅτι ὁ Χριστὸς ἀπεφήνατο· καὶ ταῦτα μενόντων αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων· καὶ ἄλλοθεν ἐφέροντο πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων; καὶ πάντοθεν αὐτοῖς συνήγετο θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παρρησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν πιστευσάντων.

Τοῦ Αὐτοῦ. Σκόπει πῶς οὐκέτι λοιπὸν ἀριθμὸν πιστευόντων· οὕτως εἰς πλῆθος λοιπὸν ἐπέτεινε τὰ τῆς πίστεως, καὶ ἡ ἀνάστασις ἐκηρύττετο.

Οτι τοὺς Ἀποστόλους ἐμβληθέντος ἐν τῷ δεσμωτηρίῳ Ἄγγελος τοῦ Θεοῦ ἐξέωσεν, ἐπιτρέψας ἀκωλύτως κηρύσσειν τὸν Χριστόν t.

Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ.

Τοῦ Αὐτοῦ. τουτέστι διηγέρθη κινηθεὶς ἐπὶ τοῖς.

Ἠ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς Ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.

Σημειωτεὸν ὅτι αἱρετικοὶ εἰσὶν οἱ Σαδδουκαῖοι.

Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον· παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς· οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐκ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ.

ἈΜΜΩΝÍOY. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται· οὐκ εὐθέως αὐτοὺς ἔκρινε, προσδοκῶν πάλιν πράους ἔσεσθαι, καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται.

Τοῦ Αὐτοῦ. τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν [*](s κραβάττων Cod.) [*](t τὸν Ἰησοῦν Œcum.)

92
τούτων ὠφέλεια καὶ διδασκαλία. Καὶ μετ’ ὀλίγα—Δέον τοίνυν ἐρωτῆσαι πρῶτον, πῶς ἐξήλθετε; οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες, “σύχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν, καὶ ὅρα δι’ ἑτέρων μανθάνουσιν ἅπαντα· ὁρῶσι κεκλεισμένην τὴν φυλακὴν μετ’ ἀσφαλείας καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν.

Τοῦ αὐτοῦ. Εἰ ἐξέβαλλον αὐτοὺς οἱ φύλακες, ὡς ἔφυγον ἂν, εἴγε πεισθέντες ἐξῆλθον· καὶ εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ’ ἀπέδρασαν ἄν· τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ συνιδεῖν.

Ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν· ἀνοίξαντες δὲ, ἔσω οὐδένα εὕρομεν· ὡς δὲ ἤκουσαν λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αυτων πρὸς ἑαυτοὺς, τί ἃν γένοιτο τοῦτο· παραγενομενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων· ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῆ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας.

Τοῦ Χρυσοστόμου. Διπλῆ ἡ ἀσφάλεια, ὥσπερ ἐπὶ τοῦ τάφου καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. ὅρα πῶς ἦσαν θεομάχοι· ταῦτα ἀνθρώπινά ἐστιν, εἰπέ μοι, τὰ ὑπὲρ αὐτῶν γενόμενα; τίς αὐτοὺς ἐξήγαγεν, εἰπέ μοι, τῶν θυρῶν κεκλεισμένων; εἰπὲ, πῶς ἐξῆλθον; ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα· οὓς οὐ κατέσχεν ἡ φυλακὴ καὶ τὰ δεσμὰ καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πράγματα παθόντες.

Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν.

Τοῦ Χρυσοστόμου. Ὢ τῆς ἀνοίας· ἐφοβοῦντο γάρ, ὄχλον· τι γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει, δέον τὸν Θεὸν φοβηθῆναι· τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων.

* Ὅτι τῇ ἑξῆς αὐτοὺς οἱ Ἀρχιερεῖς πάλιν συλλαβόμενοι, ἐφ’ ᾧ μηκέτι διδάσκειν, μαστίξαντες ἀπέλυσαν.

Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ, καὶ

93
ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ ; καὶ ἰδοὺ ἐπληρώσατε ‘Ιερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώ- που τούτου.

Τοῦ Αὐτοῦ ἐκ Τοῦ Κατὰ Ματθαῖον ὑπομνήματοσ. “Ti “ ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα ἀνθρώπου τούτου; τι φῄς ; σὺ βατίζεις t, καὶ σὺ φοβῇ ; σὺ ἐπηρεάζεις, καὶ σὺ δεδοίκας; ; σὺ κρίνεις, καὶ σὺ τρέμεις ; οὕτως ἀσθενὴς ἡ κακία.

Ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ Ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.

ΤΟῦ Αὐτοῦ. Ἰδοὺ πρᾶγμα παράδοξον ἀληθῶς· τὸν Κύριον ὃν ὡς κατὰ δειλίαν λαλοῦντα νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαρσαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. οἱ γοῦν μακάριοι Ἀπόστολοι μετ’ αὐτὸν οὕτως ἐκ τῶν φωνῶν τούτων κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ἀνακρινόντων αὐτοὺς, ἀλλὰ λέγειν, “πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἣ “ἀνθρώποις· οἵτε ἄλλοι ἅγιοι μάρτυρες ἐθάρρουν οὕτως, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἣ θάνατον ὑπομένειν.

Πάλιν μετὰ ἐπιεικείας διαλέγονται· καίτοιγε ἐνῆν εἰπεῖν, τίνες γὰρ ἐστὲ ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ ; ἀλλὰ πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς μετ’ ἐπιεικείας πολλῆς ἀποκρίνονται. πολλὴ ἡ σοφία· καὶ δεικνύουσιν αὐτοὺς μαχομένους τῷ Θεῷ.

Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου.

Τοῦ Αὐτοῦ. Ὃν γὰρ ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε· καὶ τῷ Πατρὶ πάλιν τὸ πᾶν ἀνατιθέασιν· ἵνα μὴ δόξῃ ἀλλότριος εἶναιτοῦ Πατρός.

τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῆ δεξιᾷ αὐτοῦ.

Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν λέγει, ἀλλὰ καὶ τὴν ὕψωσιν.

[*](t Sic.)
94

Δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. ToT ΛΥ̓ΥοΥ-. Ὄρα πάλιν τὸ κέρδος· ὅρα ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. ToT ΛΥ̓τΩΥ-. Ἐνταῦθα οὐ μέμνηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ λαβήν. μ Καὶ ἡμεῖς ἐσμὲν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. ToT ΛΥ̓ΥΩΥ-. Ποίων ῥημάτων ; ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἀπ- ηγγείλατο· ἡ μὲν ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη· ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸἍγιον, ὃ οὐκ ἃν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὅθεν ἀναμφισ βψη τητον τεκμήριον τοῦτο ἐστιν· Πολλὴ ἡ παρρησία καὶ τὸ ἀξιόπιστον. Καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. ToT ΑΥ̓τοΥ-. Ὁρᾶς ὅτι οὐχὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ μόνον κέχρηται· καὶ οὐκ ε-ι’πεν, ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ αὐτῷ δεικνύντες καὶ δηλοῦντες ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Καὶ μετ’ ὀλίγα — Διὰ τοῦτο συγ- χωρεῖ ὁ Θεὸς ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα κᾀκει-νοι παι- δεύωνται, καὶ πάντες μανθάνωμεν, καὶ οἱ Ἀπόστολοι εἰς παρρησίαν ἀλείφωνται. ΔιΔΎΜοΥ. Οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἑτέροις χωρίοις τῆς γραφῆς δηλοῦται, ὡς τὸ Ἅγιον Πνεῦμα δίδοται, ἡμῶν τὴν αἰτίαν τοῦ λαβεῖν αὐτὸ παρεχόντων· τὸ γὰρ πειθαρχεῖν Θεῷ προαιρετικὸν ὥσπερ τὸ πιστεύειν· οἷς μετὰ ἀναλογίαν δίδοται τὸ Πνεῦμα τοῖς τῶν χαρισμάτων αὐτοῦ τυγχάνουσι· συνᾴδει δὲ τούτοις καὶ τὸ “δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. ’^’^ Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτοὺς. ToT ΧΡΥΣοτΥόMοΥ. Ὁρᾶς τούτους πάλιν ἐν ἀπορίᾳ· τούτους ἐν ὀδύνῃ, ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ· οὐχ ἁπλῶς ὠδυνῶντο ἀλλὰ διεπρίοντο· τοῦτο ἄρα ἐστὶ τὸ κακῶς παθεῖν, τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἐστὶν ἰδεῖν· ἐν δεσμοῖς ἦσαν οὗτοι· παρεστήκεσαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἐν κιν-

95
δύνω ἦσαν, ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ· καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγὴν, οὕτω δὴ καὶ οὔτοι.

Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ.

Τοῦ Αὐτοῦ. Οὗτος ὁ Γαμαλιὴλ ὁ Παύλου διδάσκαλος ἦν· καὶ θαυμάσαι ἄξιον, πῶς καὶ κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὣν, οὐδέπω πιστεύει· ἐπεὶ οὐδέπω Παῦλος ἐπίστευσεν· οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύοντα δι’ ὅλου, καὶ δῆλον ἐκ τῶν ῥημά- των αὐτοῦ.

Φαρισαῖος ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ· ἔξω βραχύ τι r τοὺς Ἀποστόλους ἐκέλευσε ποιῆσαι· εἶπέ τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.

Τοῦ Αὐτοῦ. Ὁρᾶ τὴν σύνεσιν τῆς δημηγορίας, πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐνέβαλε· καὶ ὥστε μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ σφοδρότητι κέχρηται, ἀλλ’ ὡς ὑπὸ θυμοῦ μεθύουσιν οὕτω φησὶν, “ ἄνδρες Ἰσραηλῖται,“ καὶ τὰ ἑξῆς, μὴ ἁπλῶς φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθαι s.

Πρὸ γὰρ τούτων ἡμερῶν.

Τοῦ Αὐτοῦ. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς· πρὸ μὲν οὖν τὰ παραδείγματα εἰπεῖν, “προσέχετε ἑαυτοῖς·” ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται, καὶ φησὶν, "ἀπόστητε ἀπὸ τῶν ἀνθρω- πων τούτων.

Ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ προσετέθησαν ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο ὡς οὐδέν.

ἘΞ ἀνεπιγράφου. Περὶ Θευδᾶ μέμνηται Ἰώσηπος ἐν τῷ βιβλίῳ τῆς Ἀρχαιολογίας, ὡς φησὶν Εὐσέβιος ἐν τῷ δευτέρῳ τῆς [*](r βραχύ τι om. Cod. s Corr. r. m. φέρεσθε.)

96
Ἐκκλησιαστικῆς Ἱστορίας, αὐταῖς λέξεσι παρατιθέμενος τὸν Ἰώσηπον λέγοντα· “Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τὶς “ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν ὄχλον ἀναλαβόντα τὰς κτήσεις "ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλε- “γεν εἶναι· καὶ προστάγματι τὸν ποταμὸν σχίσας, δίοδον ἔφη “παρέξειν αὐτοῖς ῥᾳδίαν· καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν· οὐ “μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν “ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ἥτις πολλοὺς ἀνεῖλε καὶ ἐζώγρησεν “αὐτῶν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες, ἀποτέμνουσι τὴν “κεφαλὴν καὶ κομίζουσιν εἰς ‘Ιεροσόλυμα.”

Θευδᾶς αἱρεσιάρχης καὶ Ἰούδας Γαλιλαῖος ἐπὶ τῶν χρόνων τῆς ἀπογραφῆς κατελύθησαν.

Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γ αλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς· καὶ ἀπέστησε λαὸν ἱκανὸν ὁπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν· καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐ- τοὺς.

ΕΞ ἀνεπιγράφου. Εοίκασιν οἱ Γαλιλαῖοι κατὰ τοὺς Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίον· ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι’ εὐσέβειαν εὐτονίας· κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖ τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα· καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον χαλεπωτάτας αἰκίας ὑπέμειναν· οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι, περὶ τῆς σωτηρίας τοῦ Βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους· εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεύσαι παρ’ αὐτοῖς αἷς ἐδόκουν προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι· ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων, καθὰ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ φέρεται.

97

Ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστὶν, οὐ δυνή- σεσθε καταλύσαι αὐτούς.

Τοῦ Χρυσοστόμου. Εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, πραγμάτων ὑμῖν; ἀλλ’ εἰ t θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε· ἄληπτος ὁ λόγος.

Τοῦ Αὐτοῦ. Πόθεν δῆλον, ὅτι ἐὰν ᾖ ἐξ πεῖραν ἔλαβε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ· ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὕπο τούτων, εἰ τοιοῦτος ἐστιν οἶοι κᾳκεινοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζονται, μικρὸν ἀναμείνατε, καὶ ἡ τῶν πραγμάτων ὑμῶν πιστώσεται ἔκβασις· διὰ τοῦ τέλους εἴσεσθε, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὥς φατε, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ’ ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο· ἀνέμειναν, καὶ διὰ τῶν ἔργων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις.

Μήποτε καὶ θεομάχοι εὑρεθῆτε.

Τοῦ Χρυσοστόμου. Τί οὖν κωλύει, φησὶ, καὶ μήποτε γάρ, φησι, καὶ θεομάχοι εὑρεθῆτε· καὶ διὰ τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς· καὶ οὐκ εἶπεν ὅτι ἀπό τινος ἀνῃρέθησαν, ἀλλ’ ὅτι ἐνταῦθα διελύθησαν, καὶ ἐρρύη αὐτῶν τὸ σύστημα. εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγμάτων ὑμῖν ; ἀλλ’ εἰ u θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι· ἄληπτος ὁ λόγος. πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον ; ἐπείσθησαν γὰρ αὐτῷ, φησίν.

Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς Ἀποστόλους, δείραντες, παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· καὶ ἀπέλυσαν αὐτούς.

Τοῦ Αὐτοῦ. Πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν μαστίξαι μόνον; ὅρα μετὰ πόσα μαστίζονται, καὶ πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ ἐν οἰκία καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Καὶ μετ’ ὀλίγα—τινος οὑν ἕνεκεν, φησὶ, μαστίζονται; τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον, ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον, καὶ πάλιν ταύτῃ φοβῆσαι προσεδόκησαν.

[*](t ἀλλὰ Cod. u ἀλλὰ Cod.)
98

Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου.

Τοῦ Χρυσοστόμου. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον; οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἰερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν καὶ τοῖς ἄλλοις· ἀλλ’ ἐνταῦθα καὶ ἀπὸ τούτου καὶ ἀπὸ τῶν σημείων μόνον τὴν δύναμιν ἐνεδείκνυντο τοῦ Θεοῦ· οὐκ εἶπεν ὅτι οὐκ ἤλγουν, ἀλλ’ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον· πόθεν δῆλον ; ἐκ τῆς μετὰ ταῦτα παρρησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύτ- τοντες.

ἈΜΜΩΝÍOY ΠΡΕΣΒΥΤΕΡΟΥ. “‘Υπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·” τῷ καθολικῷ χρησάμενος ἐδήλωσεν, ὅτι Θεὸς ἦν ὁ Ἰησοῦς· ὥσπερ γάρ τις λέγων; αὐτὸς εἶπεν, ὁ ὢν εἰπε, τὸν Θεὸν σημαίνει· οὕτως καὶ ὁ ἀορίστως τὸ ὄνομα μόνον εἰπὼν, ὁμοίως τὴν θείαν τοῦ Ἰησοῦ οὐσίαν ἐσήμανεν.

Οτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

Τοῦ Χρυσοστόμου. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ καὶ τὸ ἀτιμασθῆναι· εἰ γὰρ φίλον τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον ὁ διὰ Χριστόν· μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις τὰς διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἡμῖν ἔστω προτροπή. Καὶ πάλιν—Οὕτω δὴ καὶ ἡ σωτηρία ἡμῶν τότε ἐνεργεῖται μειζόνως· τουτέστι δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ, καὶ γενναίως ἅπαντα φέρῃ· ἄρα ἐνέργεια σωτηρίας οὐ τὸ ποιεῖν κακῶς ἀλλὰ τὸ πάσχειν κακῶς· "οὐκ ἄξια γὰρ τὰ παθή- "μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.”

Περὶ χειροτονίας τῶν ἑπτὰ Διακόνων.

Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους.

99

Τοῦ Χρυσοστόμου. Ἑλληνιστὰς οἶμαι καλεῖν φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο. ἰδοὺ ἄλλος πειρασμός· ὅσα καὶ ἔσωθεν καὶ ἔξωθεν τούτους εὐθέως ἐξ ἀρχῆς. Τοῦ Αὐτοῦ. Ὅτε ταῦτα ἐγένετο, ὅτε μάστιγες, τότε ἐπληθύνοντο οἱ μαθηταί.

Ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῆ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον.

Τοῦ Αὐτοῦ. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις· πῶς οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς ποιοῦντας καὶ τοὺς πάσχοντας διὰ τούτου ἐπαίροντες· τοῦτο οὐ κακία ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥαθυμία· διὰ τοῦτο προὔθη- κεν αὐτὸ εἰς μέσον· οὐ μικρὸν γὰρ τὸ κακὸν ἢν· ὄρα πὼς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν· ὅρας τὰ ἔξω διαδεχόμενα τὰ ἔσω;

Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.

Τοῦ Αὐτοῦ. Πρῶτον τὸ ἄτοπον τίθησιν, ὡς οὐ κενὸν αὐτῆς σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δείκνυσι τοῦ πράγματος, ὅτι ἔλειπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα· καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· οὐ πρότερον ἐποίησαν, ἀλλὰ περιέμενον γενέσθαι τὸν γογγυσμόν· καὶ οὔτε ἠνέσχοντο ἐπιτοπολὺ τοῦτο συμβῆναι· καὶ ὅρα τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι· τοὺς πᾶσιν ἀρέσκοντας, τοὺς ὑπὸ πάντων μαρτυρουμένους, ἐκείνους προβάλλονται· καὶ σφόδρα αὕτη καλὴ κρίσις· ἑπτὰ προβάλλονται, οὐκέτι δώδεκα.

Τοῦ Αὐτοῦ. τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα· ὅρα δὲ πῶς εὐθέως καὶ τούτου πρόνοιαν ἐποιοῦντο, καὶ τοῦ κηρύγ- ματος οὐκ ἠμέλουν.

Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας· οὗς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.

Τοῦ Αὐτοῦ. Καίτοι ἠδύναντο αὐτοὶ ἐκλέξασθαι Πνεύματι κινούμενοι· ἀλλ’ ὅμως καὶ τὴν μαρτυρίαν βούλονται τὴν παρ’

100
αὐτῶν· τὸ μὲν οὖν ὁρίσαι τὸν ἀριθμὸν, καὶ τὸ χειροτονῆσαι καὶ ἐν χρείᾳ τοιαύτῃ αὐτῶν ἦν· τὸ δὲ ἑλέσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι.

Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.

Τοῦ Αὐτοῦ. Πάλιν καὶ ἀρχόμενοι καὶ “ προσκαρτερήσομεν,” φησίν· οὕτω γὰρ ἔδει οὐχ ἅπλως, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν.

Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους.

Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον· πάντες ἐπῄνεσαν τὸ λεχθὲν, οὕτως ἢν συνετόν.

Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Αντιοχέα.

Τοῦ Χρυσοστόμου. Ὄρα καὶ ἐκεῖνοι πλήρεις ἵνα μὴ τὰ αὐτὰ γένηται οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρης.

ΕΞ ἀνεπιγράρου. Δηλοῦται καὶ διὰ τούτου, ὡς ἐκείνη πίστις ἡ μετ’ ἐπιτάσεως ἐστιν, ἡ αἰτία τοῦ χορηγηθῆναι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ οὐχ ἡ ἁπλῶς πίστις.

Διδύμου. τῶν μετεχόντων τὴν ἀρετὴν, οἱ μὲν τελείως, οἱ ἐλλιπῶς αὐτὴν ἔχουσι· Στέφανος γοῦν μαρτυρεῖται τῆς ἐκλογῆς τετυχηκέναι διὰ τὸ πλήρης εἶναι πίστεως καὶ πνεύματος· οὐ παντὸς τοῦ ὁπωσδήποτε πιστεύοντος· πλήρης t ὄντως πίστεως· εἴρηται γὰρ περί τινος ὀφθέντος τῷ Πέτρῳ, πίστιν ἔχοντος οὐ μὴν πλήρους u αὐτῆς ὄντος.

Οὓς ἔστησαν ἐνώπιον τῶν Ἀποστόλων.

Τοῦ Χρυσοστόμου. Ἠφόρησαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν· οὐχ οἱ Ἀπόστολοι ἄγουσιν· ὅρα πῶς οὐκ ἔστι περιττός· οὐ λέγει πῶς, ἀλλὰ τί; ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν· ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρός· τὸ δὲ πᾶν [*](t πληρ ς Cod. u πληρ ς Cod.)

101
ὁ Θεὸς ἐργάζεται, καὶ νῦν ἡ αὐτοῦ χάρις ἐστὶν, ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται.

Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

Ἀμμωνίου. Σημειωτέον ὅτι δι’ εὐχῆς καὶ ἐπιθέσεως τῶν τῶν ἡγουμένων τῷ λόγῳ ἡ χειροτονία· καὶ ἡ ἀξία τῆς διακονίας ἐδόθη ἐξ ἀρχῆς τοῖς διακόνοις, καὶ τοῦτο ἔθος μέχρι καὶ νῦν σώζεται.

Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα.

Τοῦ Χρυσοστόμου. οὑχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ’ ἔδειξεν ὅση τῆς ἐλεημοσύνης ἰσχὺς, καὶ τῆς διατάξεως· καὶ μέλλει λοιπὸν αὔξειν τὸ κατὰ Στέφανον· καὶ τὰς αἰτίας αὐτῶν προτίθησιν.

Πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῆ πίστει.

Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον τοιαῦτα ἀποφηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον· θαυμάσαι δὲ ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν· ὁποῖον δὲ ἀξίωμα εἶχον οὗτοι, καὶ ὁποίαν ἐδέξαντο χειροτονίαν ἀναγκαῖον μαθεῖν· ἄρα τὴν τῶν διακόνων· καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλησίαις οὐκ ἔστιν· ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία. καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ’ οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε διακόνων οὔτε πρεσβυτέρων τὸ ὄνομα εἶναι δῆλον καὶ φανερὸν, ἀλλὰ τέως εἰς τοῦτο χειροτονήθησαν· καὶ οὐχ ἁπλῶς ἐχειροτονήθησαν, ἀλλ’ ἐπηύξαντο αὐτοῖς δυνηθῆναι περιγενέσθαι· ὅρα δέ μοι εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο· τοσαῦτα ἴσως ἐπέρρει χρήματα· τοσούτων χηρῶν πλῆθος ἦν.

Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μέγαλα ἐν τῷ λαῷ.

Τοῦ Αύτοῦ. Ὅρα πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις τὰ πρῶτα εἶχεν· εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ ἦν, ἀλλ’ ὅμως ἐπεσπάσατο χάριν πλείονα· καὶ ὅρα πῶς πρὸ τούτου οὐκ ἐποίει, ἀλλ’ ὅτε δῆλος γέγονεν· ἵνα δειχθῇ ὅτι οὐκ ἀρκεῖ X μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας, ὥστε προσθήκη Πνεύματος ἐγένετο· εἰ γὰρ πλήρεις. Πνεύματος ἦσαν, δηλονότι τοῦ ἀπὸ τοῦ λουτροῦ.

[*](Χ ἀρκῇ Cod. γ πλήρης Cod.)
102

Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῆ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.

Τοῦ αὐτοῦ. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. ἐνταῦθα πολὺ τὸ πλῆθος· καὶ ὅρα ἕτερον τῆς κατηγορίας τὸ σχῆμα· ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν.

Τοῦ αὐτοῦ. λιβερτῖνοι ἦσαν οἱ Ῥωμαίων ἀπελεύθεροι· ὥσπερ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι.

Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι ἀκηκόαμεν αὐτοῦ τοῦ λέγοντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον· ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας.

Τοῦ αὐτοῦ. Διὰ γὰρ τοῦτο συνεζήτουν, ἵν ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν· ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο· καὶ τὴν παῦλαν ἔλεγεν ἴσως τοῦ θείου νόμου, ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑπολοίπων ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων.

Τοῦ αὐτοῦ. Ἐπὶ μὲν τῶν Ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπιρρεῖ· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο· ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο· ὦ τῆς ἀνοίας· τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων· ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν· καὶ ἀεὶ λόγους αὐτοὺς ἐνέβαλλον· ἁρπάσαι γὰρ ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ μετ’ ὀλίγα—ὅρα τοῦ κηρύγματος τὴν δύναμιν, ὅτι οὐ μαστιζομένων μόνον ἀλλὰ καὶ λιθαζομένων κρατεῖ.

Ὁ y ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσ- φημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος.

[*](γ ὅτι ὁ Cod.)
103

Τοῦ Χρυσοστόμου. Ὡς ἔργον αὐτοῦ ποιουμένου, καὶ μετὰ προσθήκης, “ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς,” φησὶν, οὐκέτι ὁ Θεός· ὡς ἐπ’ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγόρουν.

ἈΜΜΩΝÍΟΥ. Σημειωτέον ὅτι αὐτοὶ οἱ ψευδομάρτυρες ἀληθῆ προεφήτευον, καὶ μὴ βουλόμενοι, περὶ τῆς τοῦ ναοῦ ἀπωλείας καὶ τῆς ἐναλλαγῆς τῆς κατὰ τὸν νόμον σαρκικῆς λατρείας.

Ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.

Τοῦ Χρυσοστόμου. Ἰησοῦς,” φησὶν, ὁ Ναζωραῖος,” καὶ ὀνειδιστικῶς· "καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη· τοῦτο περὶ τοῦ Χριστοῦ ἔλεγον, ὁ καταλύων τὸν ναὸν τοῦτον· πολλὴ γὰρ ἦν αὐτοῖς εὐλάβεια περὶ τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις· καὶ περὶ τὸ ὄνομα Μωϋσέως διπλῆ ἡ κατηγορία· εἰ ἀλλάξῃ τὰ ἔθη, καὶ ἕτερα ἀντεισάξει· ὅρα πῶς μικρὰ ἡ κατηγορία, καὶ κινδύνων γέμουσα.

Καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον Ἀγγέλου.

Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντι βαθμῷ λάμπειν· τι γὰρ, εἰπέ μοι, τῶν Ἀποστόλων οὗτος ἔλαττον ἔσχε; οὐχὶ πολλῶν ἐδεήθη· καὶ πολλὴν ἐπεδείξατο παρρησίαν· “ εἶδον τὸ πρόσωπον αὐτοῦ, φησὶν, "ὡς πρόσωπον Ἀγγέλον·” τοῦτο γὰρ ἡ χάρις ἦν· τοῦτο ἡ δόξα Μωϋσέως ἦν· ἐπίχαριν αὐτὸν ἐποίησεν ὁ Θεός.

Τοῦ αὐτοῦ. “Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον Ἀγγέλου· ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν· ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτος ἐπὶ τῆς ψυχῆς περιέφερε· μᾶλλον δὲ καὶ πολλῷ πλέον· τὸ μὲν γὰρ Μωϋσέως αἰσθη- τικωτερον ήν· τοῦτο δὲ ἀσώματον.

Εἰπε δὲ ὁ ἀρχιερεὺς, εἰ ἄρα z ταῦτα οὕτως ἔχει, ὁ δὲ ἔφη.

Τοῦ αὐτοῦ. Μετ’ ἐπιεικείας ἡ ἐρώτησις· ἵνα τι μέγα κακὸν ἐργάσηται· διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καὶ φησίν· “ ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε μου, ” καὶ τὰ ἑξῆς.

Τοῦ αὐτοῦ. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ [*](z ἄρα om. Cod.)

104
καὶ κατασκευάζει, δι’ ὧν φησὶν, ὅτι οὐδέν ἐστιν ὁ ναὸς καὶ οὐδὲν τὰ ἔθη ἀνυπόπτως· καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος· καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς εὐμήχανα κατεσκεύασεν· ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν, καὶ ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν.

Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου.

Κυρίλλου Ἀλεξανδρείασ. Ἑτοιμάζεσθαι Ἑτοιμάζεσθαι κελεύει πρὸς εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λόγων τὴν δύναμιν.

Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν· καὶ εἶπε πρὸς αὐτόν.

Τοῦ Χρυσοστόμου. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραάμ· καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν· καὶ καλῶς ἀρχόμενος “τὸν Θεὸν τῆς δόξης ἐκάλεσεν, ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε, φησὶ, καὶ ἡμᾶς ποιήσει· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν· ἀπὸ τοῦ τόπου τέως· ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν· "ὁ Θεὸς τῆς δόξης” φησὶ πάλιν, ὅτι οὐ δεῖται τῆς παρ’ ἡμῶν δόξης τῆς διὰ τοῦ ναοῦ.

ἘΞ Ἀνεπιγράφου. Ὥσπερ οἱ ἄλλοι Ἀπόστολοι τῶν ἄλλον λεγόντων τὸν Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ Ἰησοῦ, ἑνὰ καὶ τὸν αὐτὸν ἐν τῇ εὐχῇ ἐσπούδαζον δεικνύναι· οὕτω καὶ ἐνταῦθα ὁ Στέφανος τοῦ αὐτοῦ μετασχὼν Πνεύματος τὰ αὐτὰ φησί· πλεῖστα γὰρ εἰπὼν περὶ τοῦ τὸν νόμου δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν, ὡς τῶν οὐρανῶν ἀνεῳγμένων, εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.

Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἢν ἄν σοι δείξω· τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἢν ὑμεῖς νῦν κατοικεῖτε.

[*](X οἰκεῖτε Cod.)
105

Τοῦ Χρυσοστομου. Δείκνυσι Y πῶς οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραὰμ, πῶς ἐκεῖνος πειθήνιος ἦν, καὶ ἐκ τῆς συγγενείας σου φησίν· ἀμφότερα φορτικά· καὶ ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, ὑμεῖς δὲ τοὺς καρποὺς δρέπεσθε· καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχίᾳ.

ΩΡΙΓΕΝΟΥΣ. Αεκτεὸν ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες, καὶ ἔσθ’ ὅτε διὰ τὸν λόγον ἀλλοτριούμενοι τῆς ἑαυτῶν γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς, υἱοὶ εἰσὶν Ἀβραὰμ, τοῦ ταῦτα ἀκούσαντος καὶ ποιήσαντος.

Κυρίλλου. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τὲ καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν.

Παντὶ τῷ ἀναγινώσκοντι φανερόν ἐστιν, ὡς τῷ Σωτήρι’ καὶ δι’ αὐτοῦ τῷ Πατρὶ, ὥσπερ οἱ ἀπόστολοι, καὶ ὁ Στέφανος ἐπανεῖχε· διὸ ἡγητέον λέγοντα αὐτὸν τὸν πατέρα Ἀβραὰμ προσεληλυθέναι τῷ Θεῷ τῆς δόξης, μὴ ἄλλον εἰδέναι Θεὸν, ἢ τὸν ὠφθέντα τῷ Ἀβραάμ· ὅθεν αἱρετικοὺς ὑποληπτέον εἶναι τοὺς διακόπτοντας τὸν κοσμοποιὸν ἀπὸ Πατρὸς Ἰησοῦ· πλεῖστα γὰρ ὁ προκείμενος ἀνὴρ εἰπὼν ἐν τῇ πρὸς Ἰουδαίους ἀπολογίᾳ περὶ τοῦ τὸν νόμον δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν ὡς τῶν οὐρανῶν ἀνεῳγμένων εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.

Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος ἀυτῶ τέκνου.

Τοῦ Χρυσοστόμου. Ὄρα πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει· οὐ γὰρ εἶπε δώσει δηλονότι καὶ οὐδὲν παρ’ αὐτὸν, ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα· διατὶ οὖν οὐκ ἔδωκεν; ἄρα τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτήν· ὅρα ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει· οὐκ ἔδωκε, καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου πάλιν τὸ [*](γ δίκνυσι Cod.)

106
δυνατὸν τοῦ Θεοῦ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν· τὸν ἐν Πέρσιδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. δείκνυσιν ἐνταῦθα τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγε- γεγενημένην πρὸ τῆς περιτόμης πρὸ θυσίας πρὸ του νάου· καὶ οὐκ ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν, οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνον μισθὸς ἦν ἡ γῆ· καὶ οὐδὲ τῆς περιτομῆς δοθείσης ἡ ἐπαγ- γελια πληροῦται καὶ ὅτι τύποι ἤσαν καὶ τὸ τὴν πατρίδα αφει- ναι τοῦ Θεοῦ κελεύοντος, οὐ παρὰ τὸν νόμον· ἐκείνη γὰρ πατρὶς ἔνθα ἂν ἡγεῖται Θεός· καὶ ἐξῆλθε, φησὶν, ἐκ γῆς Χαλδαίων· καὶ ὅτι εἴτις ἀκριβῶς ἐξετάσοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ καὶ χωρὶς σημείων πείθεσθαι χρὴ τῷ Θεῷ λέγοντι, κἂν δεινὰ τινὰ συμβαίνῃ· ἐπεὶ καὶ ὁ Πατριάρχης, καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ· καὶ ὑπέσχετο, φησὶ, δοῦ- ’ναι αὐτὴν αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν· πολλὴ ἐν- ταῦθα τοῦ Κυρίου ἡ φιλανθρωπία δείκνυται, καὶ ἡ τοῦ Ἀβραὰμ πίστις· καίτοι γὰρ οὐκ ὄντος αὐτῷ τέκνου δείκνυσι διὰ τὴν ὑπα- κοὴν καὶ τὴν πίστιν· καίτοιγε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον μετὰ τὸ ἐλθεῖν οὐκ ἔσχε βῆμα ποδός· παῖδα οὐκ ε7χεν· ἅπερ ἐναντία ἦν τῇ πίστει· ταῦτα ἑωρακότες καὶ ἡμεῖς, ἅπερ ἐπαγγέλ- λεται Θεὸς, δεχόμεθα, κἂν ἐναντία ᾖ τὰ γινόμενα. καίτοι γε ἐφ’ ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα· ἔνθα μὲν γὰρ ἀν’ ὦσιν αἰ ὑποσχέσεις, ὅταν τἀναντία γένηται, ἐναντία ἐστιν, οὕτως· ἐφ’ ἡμῖν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν ε7πεν, ἐκεῖ δὲ ἄνεσιν.

Ἐξ Ἀνεπιγράφου. Διὰ τοῦτο οὐκ ἔδωκεν, ἐπειδὴ εἰς κατά- σχέσιν αὐτὴν αὐτῷ δώσειν ἐπηγγείλατο· ὁ δὲ πάροικος καὶ παρ- επίδημος καὶ μετ’ ὀλίγον ἀναλύειν μέλλων, πῶς κατέχειν ἠδύνατο· σώζεται ἄρα ἡ κληρονομία τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ, ὁ ἐστι Χριστός· ὅτε δὲ καὶ συμβασιλεύσωσιν αὐτῷ οἱ ἅγιοι κατὰ τὸ γεγ ραμμένον, “ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ,” πάν- τῶν τῶν ἐθνῶν βασιλεὺς ὤν.

Ἐλάλησε δὲ ὁ Θεὸς οὕτως· ὅτι ἔσται τὸ σπέρμα σου πάροικον ἐν γῆ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. καὶ τὸ ἔθνος, ᾧ ἃν δουλεύ-

107
σῶσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπερ τούτῳ.

Τοῦ Χρυσοστόμου. Ὄρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία, καὶ ὁ τῆς ἐπαγγελίας τρόπος· καὶ οὐδαμοῦ περιτομή· οὐδαμοῦ θυσία· ἐνταῦθα δείκνυσι πῶς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καίτοι οὐδὲν ἔχων αὐτοῖς ἐγκαλεῖν· ἀλλ’ ὅμως οὐκ ἀτιμωρητὶ ταῦτα ἐποιοῦν. Καὶ μετ’ ὀλίγα—Ἵνα γὰρ μὴ τούτων νομίσωσιν εὐσεβεῖς εἶναι· διὰ τὸ λέγειν, “πέποιθεν ἐπὶ Κυρίου, ῥυσάσθω αὐτὸν, ὁ ἐπαγγειλάμενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν· εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλά φησιν, ἐγγυμνάζεσθε πειρασμοῖς· εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἐλευθερία, τι θαυμαστὸν ἐπὶ τῆς βασιλείας; καὶ ὅμως ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος εἰς ψεῦδος ἐμβαλεῖν τὸν λόγον· καὶ οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν· οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων, ἀλλὰ καὶ αὐτοὶ ἐν τιμωρίᾳ ἔσονται, φησὶ, μεγίστῃ· ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει τῆς εὐεργεσίας, ἧς ἔτυχον.

Ευσεβίου. Διατὶ δὲ περισσὰ λέγει ἔτη ὁ Ἀπόστολος λ'; πρὸ τῆς διαθήκης ἣν ἐποιήσατο a τῷ Ἀβραὰμ, καὶ τὴν ἐξ Αἰγύπτου πορείαν ἐν τῇ ἐρήμῳ μέχρι τῆς τοῦ νόμου δόσεως.

Οὐ μάχεται τοῖς ἐνταῦθα τὰ ἐν τῇ Ἐξόδῳ γεγραμμένα· ἐκεῖ γὰρ εἴρηται, "μετὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις “Κυρίου ἐκ γῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ' φησί· ἀλλ’ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐρρήθη, ὡς πληρωθέντων τῶν υ' ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ' ἔτη ὅπερ ἐμφαίνει καὶ τὰ λ'.

Ἀβρααμ ἄπο ο ἔτους ἕως ρ ἔτους, ἔτη κε Ισαακ ἔτη ξ'· Ιακὼβ ἔτη ςθ'· Ἰωσὴφ ἔτη ρι'· ἐν Αἰγύπτῳ ἔτη ρμδ'· ὁμοῦ ἔτη μλ'· φησὶ δὲ, "καὶ κακώσουσιν αὐτὸ ἔτη υ, καὶ μετὰ ταῦτα ἐξε- “ λεύσονται καὶ λατρεύσουσί μον” τοῦ μετὰ ταῦτα ἐν τοῖς λ' ἔτεσι σημαινομένου.

Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῆ ἡμέρᾳ τῆ ὀγδόῃ·

[*](a ὧ Cod.)
108

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοκείασ ἐκ Πρὸσ Εὐπράξιον Κουβικοτλάριον ἀποκρίσεωσ. Καὶ τοῦτο γὰρ ἕνεκεν περιτέμνεσθαι τὴν ἀκροβυστίαν τοῖς πατράσιν ἐνομοθέτητο· καὶ πρόχειρον μὲν τινὲς αἰτίαν ταύτην ἀποδεδώκασι· ἐπειδὴ, φησὶν, ὁ Ἀβραὰμ ἐκ τῆς Χαλδαίων ἀπῆρε· Χαλδαίοις δὲ ἐπετέτραπτο κατὰ τὰ πάτρια σφῶν ἤθη, καθὰ δὴ Μήδοις καὶ Πέρσαις, μητράσι καὶ ἀδελφαῖς ἐπιμίγνυσθαι· ταύτης ἕνεκα τῆς αἰτίας περιτέμνεται τὴν σάρκα τῆς ἀκροβυστίας, τῇ οἰκειότητι τῆς σαρκὸς ἀποταττόμενος, καὶ τοὺς τῆς συγγενείας ἀθεμίτους ἀρνούμενος γάμους. Καὶ μετ’ ὀλίγα—Ἄλλοι δὲ, φησὶ, διὰ τοῦτο προστέταχθαι τῷ Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ τὴν περιτομὴν, ἵνα δῆλον εἴη, ὡς ἐξ αὐτῶν ἔσται ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

Καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Τοῦ Αὐτοῦ. Γινώσκομεν γὰρ ὡς ἡ ἐν σαρκὶ περιτομὴ τυπικῶς γενομένη, τὸ παλαιὸν εἰκόνα ἐπεῖχε τοῦ σωτηρίου βαπτίσματος· διὰ τῆς ἀποβολῆς τῆς ἀκροβυστίας τὴν ἄρνησιν δηλοῦσα τῆς κατὰ σάρκα γεννήσεως, καὶ υἱοὺς ποιοῦσα τοὺς περιτεμνομένους Θεοῦ.

Τοῦ Αὐτοῦ. Ἐν πρώτοις ὁ Ἰσαὰκ τῇ ὀγδόῃ περιτέμνεται ἡμέρᾳ, ὅθεν καὶ οἱ Ἰουδαῖοι· ὁ δὲ Ἰσμαὴλ δεκατριῶν ἐνιαυτῶν ὑπάρχων· διὰ τοῦτο καὶ οἱ ἐξ αὐτοῦ Ἰσμαηλῖται οὕτω περιτέμνονται, ὡς Ἰώσηπος φησί.

Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰσωὴφ ἀπέδοντο εἰς Αἴγυπτον.

Τοῦ Αὐτοῦ. Πάλιν ἐνταῦθα τύπος τοῦ Χριστοῦ· οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλ’ ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν κακῶς διέθηκαν· ὅμως καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ καὶ τέλος λαμβάνει.

Σευηριανοῦ b ἐπισκόπου ΓανάΏωμ. Ἀλλ' ἐπλήρωσε τοῦ Χριστοῦ τὴν εἰκόνα τῆς πράσεως Ἰωσὴφ, ὁ πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὰ ἐνύπνια· ᾧτινι προκατεσκεύασεν ὁ φθόνος· ἡ γὰρ ἐπι- βουλὴ τῶν ἐπιβουλευσάντων ὁδὸς προκοπῆς ἐγένετο τῷ φθονουμένῳ· εἰ μὴ γὰρ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον· οὐκ ἃν τῇ γυναικὶ [*](b Σευήρου Cod.)

109
τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας ἐπεδείξατο· εἰ μὴ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἀνεδέξατο στεφάνους, οὐκ ἂν ᾤκησε τὴν φυλακήν· οὐκ ἃν ἑρμηνευτὴς ἐγένετο ἐνυπνίων· οὐδ’ ἂν ἄρχων Αἰγύπτου ἐχρη- ματισεν.

Καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ·

Ἰωάννου. τοῦτο καὶ ὑπὲρ ἑαυτῶν.

Καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ·

ἸΩΑΝΝΟΥ. Δείκνυσιν ὅτι οὐκ εἰδότες συνέπραττον τῆ προφη- τειᾳ· καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγένοντο, καὶ τὰ κάκα εἰς αὐτοὺς περιετρέπετο·

Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.

Χάριν καὶ σοφίαν ἔδωκεν αὐτῷ ἐπὶ βαρβάρου ἀνδρός· τῷ δούλῳ, τῷ αἰχμαλώτῳ οἱ ἀδελφοὶ ἀπέδοντο· ἐκεῖνος δὲ ἐτίμησεν.

Σευήρου Ἀντιοχείασ ΑΠΟ ΛΟΓΟΥ ΡΘ. Καὶ Αἰγύπτου μὲν ἡγεμονίαν τῆς συνέσεως ἆθλον δεξάμενος, τὸν δὲ ὁμόφυλον αὐτῷ δῆμον τὸν Ἰσραὴλ ὑπερόριον ἐκεῖ μεταστάντα λιμοῦ φυγάδα πλουσίως ἐκθρέψας, καὶ οἷα δὴ πολίτην τὸν ξένον, καὶ πάλιν προαγο- ῥεύσας αὐτῷ τὴν ἔπι τὴν γῆν πατρῴαν ἐπάνοδον.

* Τὰ περὶ τῆς τοῦ λιμοῦ c πυρωνίας καὶ ἀναγνωρισμοῦ υἱῶν Ἰακὼβ, καὶ περὶ γενέσεως Μωϋσέως d καὶ τῆς e πρὸς αὐτὸν θεοφανίας ἐν ὄρη Σινᾶ.

Ἦλθε δὲ λιμὸς ἐφ’ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν, καὶ θλίψις μεγάλη· καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτεία ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὑτοῦ·

ἸΩΑΝΝΟΥ. Κατῆλθον ὠνησόμενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατέστησαν· έστησαν· τι οὑν αὐτὸς οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ φαραὼ ἐγνώρισε καὶ αὐτοὺς κατήγαγε ; Καὶ μετ’ ὀλίγα—Εἶτα πάλιν ἄλλη ἀνελπιστία· πρῶτον λιμὸς, [*](c περὶ τῆς λιμοῦ καὶ Œcum. d Μωϋσέως om. Cod. e γενομένη, πρὸς αὐτ’. Œcum.)

110
ἀλλὰ διεσώθησαν· δεύτερον τὸ εἰς ’χε ἱρὰς ἐμπεσεῖν τοῦ ἐχθροῦ· τρίτον τὸ ἀπολέσθαι ὑπὸ τοῦ βασιλέως· εἰτα τὸ εὐμήχανον τοῦ Θεοῦ.

Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ἑβδομήκοντα πέντε ψυχαῖς.

Ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ· ἐπείπερ ἔγνω ἐξ ἐλευθέρου γένους κατάγεσθαι τὸν Ἰωσήφ· καὶ γὰρ ἦν ἀληθῶς χαρᾶς ἄξιον τὸ γνῶναι ὅτι οὐ δοῦλος αὐτῶν ἐβασίλευσεν, ἀλλ’ εὐγενὴς ἐξ εὐγενῶν.

Καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου, παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ.

Σημειωτέον ὅτι εἰς Συχὲμ ἐτάφησαν οἱ περὶ τὸν Ἀβραὰμ καὶ οἱ πατριάρχαι· ἥτις ἐκαλεῖτο τάχα Σίκιμα· αὐτὴν γὰρ ὠνήσατο παρὰ Ἐμμὼρ ὁ Ἀβραὰμ, ἵνα θάψῃ ἐκεῖ Σάρραν.

Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ Θεὸς τῷ Άβραὰμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον ὃς οὐκ ἤδει τὸν Ἰωσήφ.

Τοῦ Χρυσοστόμου. Ὅρα ὅτι οὐδὲ ἐν τοῖς αὐτοὺς αὔξει, ἀλλ’ ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετρακόσια ἦν ἔτη παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ· τὸ δὲ θαυμαστὸν τοῦτό ἐστιν.

Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὑτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι.

Τοῦ Χρυσοστόμου. Πανουργοῖς γὰρ ἐπινοίαις αὐτῶν περιγενέσθαι ἐβουλεύσατο· σοφισμὸς γάρ ἐστι βεβιασμένη ἐξήγησις· διὸ ὧδε ἡ ἔμφασις λέγει, βιαίως ἐπιθέσθαι αὐτοῖς· ὅθεν καὶ σοφιστὰς καλεῖ τοὺς γόητας, ὡς τὸ ἀληθὲς δι᾿ ἀπάτης καὶ κρύπτοντας.

111

Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

Τοῦ Αὐτοῦ. τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι, οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου ἀλλ’ ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται· καὶ “ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκω τοῦ πα- “τρός·” ἀλλ’ ὅτε τὰ ἀνθρώπινα ἀπηλπίσθη, καὶ ἀπέρριψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ εὐεργεσία ἐδείκνυτο λάμπουσα. Καὶ μετ’ ὀλίγα— Εἰ ἐκεῖνο θαυμαστὸν ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἐνταῦθα πάλιν ἄλλο θαυμασιώτερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαιρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι· ὁρᾶς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν. καίτοι οὐκ ἔστιν ἰσον, αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ μετὰ προαιρέσεως ἀνθρωπίνης γίνεσθαι· ταῦτα γὰρ μετὰ προαιρέσεως ἀνθρωπίνης ἦν, ἡ δὲ ἀνάστασις καθ’ ἑαυτήν.

ΕΥΣΕΒÍΟΥ ἘΜÍΣΗΣ. Ἐγέννησαν οἱ γονεῖς· ἔιδον ὅτι καλὸν, προήνθει γὰρ ἡ χάρις· θεασάμενοι δὲ ὅτι καλὸν, ἐφείδοντο· φοβούμενοι δὲ, τὸ πρόσταγμα ἔκρυψαν· κρύψαντες δὲ, ἐνικήθησαν, καὶ ὥρμησαν ῥίψαι διὰ τὸν φόβον· σοφίζονται δὲ τὸ πρᾶγμα διὰ τὰ σπλάγχνα· καὶ κιβωτὸν ποιησάμενοι πρὸς μίμησιν τῆς γενομένης ἐπὶ Νῶε, καὶ τὸν Θεὸν τοῦ Νῶε ἐπικαλεσάμενοι, ῥίπτουσι τὸν παῖδα ἐν τῷ ποταμῷ διὰ τῆς κιβωτοῦ· ἵνα καὶ δοκῶσι πείθεσθαι τῷ προστάγματι, καὶ ἀσφαλίσωνται τὸν παῖδα. Καὶ οἱ μὲν ῥίπτουσιν· ὁ δὲ παρακελεύεται τῇ ἀγνοούσῃ θυγατρὶ Φαραὼ ἐξελθεῖν ἐπὶ τὸν ποταμόν· ἐξῆλθεν ἀγνοοῦσα· εὗρεν ὃν οὐκ ἐζήτει. Καὶ μετ’ ὀλίγα — Καὶ ἐσώθη Μωϋσῆς διὰ συμβόλων τῆς κοινῆς σωτηρίας τῆς Ἐκκλησίας· ἡ γὰρ κιβωτὸς ἀπὸ ξύλου ἦν· καὶ ξύλον ἀπὸ ὕδατος, καὶ σωτηρία τῷ ἀπαγορευθέντι· καὶ ἡ ἀναλαβοῦσα οὐκ Ἰουδαῖα, ἀλλ’ ἐξ ἐθνῶν καὶ Αἰγυπτία. Καὶ πάλιν—Ἐγένετο δὲ πάντα, ἵνα μηδὲν τῶν κατὰ Μωϋσέα νομισθῇ ἀνθρώπινον· τίνος γὰρ ἦν εἰπεῖν ὅτι αὐτῶν ἦν Μωϋσῆς· οἱ γονεῖς; ἀλλ’ ἔρριψαν c. οἱ Αἰγύπτιοι; ἀλλ’ οὐκ ἐγέννησαν· ἡ μητὴρ ὅτι ἔθρεψεν; ἀλλ’ ἄλλη ἔδωκε μισθούς. οὐκοῦν ἐπειδὴ οὐχ εὑρίσκεται ἀνθρώπων, ἄνθρωπος Θεοῦ· οὕτως γεννηθεὶς καὶ σωθεὶς παιδεύεται τὰ Αἰ- [*](c ἔριψαν Cod.)

112
γυπτίων· σοφὸς γὰρ ἦν ὁ παιδεύων· καὶ γὰρ ἐν τοῖς πολέμοις πέμπονται οἱ κατασκοποῦντες, ἴνα πρῶτον γνωσθῇ τῶν αντικειμένων τὰ ἐνθυμήματα, καὶ οὕτως καταρχὴ γένηται τῆς μάχης· ἐπεὶ οὖν ἤμελλε κατ’ Αἰγυπτίων καθοπλίζεσθαι Μωϋσῆς, εὐσεβῶς ὑπεβλήθη τοῖς Αἰγυπτίοις, ἵνα τὰ Αἰγυπτίων κατασκοπήσῃ, καὶ Θεὸν ἀνθρώπων προτιμήσῃ.

Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραώ·

Τοῦ Χρτσοστόμου. Χρυσοστόμου. Οὐδαμοῦ ναὸς, οἰκονομιῶν γενομένων· καὶ ἀνετράφη ἐν οἰκῶ βαρβαρικῷ.

Καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.

Τοῦ Αὐτοῦ. Καὶ παιδεία καὶ γράμματα· τεσσαράκοντα ἔτη ἦν ἐκεῖ· καὶ οὐκ ἑάλω ἐκ τῆς περιτομῆς· ὅρα πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὐτῶν παρορῶσι· καὶ οὕτως καὶ Ἰωσήφ· ἵν ἑτέρους σώ- σωσιν.

Ἀμμωνίου. Οὔτε Μωϋσῆς οὔτε οἱ περὶ Ἀνανίαν καὶ ἔμαθον ἃν τὴν ξένην παιδείαν, εἰ μὴ ἀνάγκῃ καὶ βίᾳ δεσποτῶν. καὶ γὰρ ἐν οὐδενὶ αὐτῇ κέχρηνται· εἰ μή που εἴποι τις, ὅτι καλὸν μαθεῖν πρὸς τὸ d ἀνατρέψαι τὰς ἐκείνων ἀπάτας.

Διδύτου. Ἐκ τοῦ προκειμένου φανεροῦται, ὡς οὐκ ἀποβλητέα πάντη ἐστὶν ἡ τῶν ἔξωθεν τῆς γραφῆς παίδευσις· τρόπῳ γὰρ ἐγκωμίου εἴρηται, ὡς ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων·” καὶ περὶ Δανιἠλ καὶ τῶν σὺν αὐτῷ Ἑβαραίων, ὡς ὑπερέβαλον πάντας ἐν τῇ Χαλδαίων φιλοσοφίᾳ καὶ ταῖς συγγενέσιν ἐπιστήμαις. ὅρα δὲ τούτων λεγομένων, πῶς δεῖ προσέρχεσθαι τοῖς ἄλλοις λογικοῖς· δεῖ γὰρ ἐπ’ ὀλίγοις αὐτοῖς προσέχειν τῇ θεοπνεύστῳ γραφῇ ἐμμένοντας· τὸ γὰρ μὴ πολὺς ἵστι πρὸς ἀλλοτρίαν, οὐ περὶ γυναικὸς συνοικούσης ἀνδρὶ, ἀλλὰ τοιαύτης σοφίας εἴρηται· ἀλλοτρίᾳ γὰρ γυναικὶ, οὐδὲ κατὰ πόσον προσέρχεσθαι, ἀβλαβές.

Καὶ ἐπαιδεύθη Μωϋσῆς πάση σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. ὡς δὲ ἐπλη- ρουτο αὐτῷ τεσσαρακονταετὴς χρόνος·

Τοῦ ἀφίου Κυρίλλου. τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστὸς, “οὐκ [*](d τῶ Cod.)

113
“ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·” αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες.

ΤΟῦ Αυτοῦ. Ἥ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τὲ γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν· εἶπέρ ἐστιν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν.

Ανέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ, ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.

Σχόλιον. Ἀδελφοὺς καλεῖ αὐτοὺς, οὐ διὰ τὴν σάρκα τοσοῦτον ὅσον διὰ τὴν διάθεσιν εἰς αὐτόν.

Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσι σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ συνῆκαν.

Κλήμεντοσ Στρωματέωσ. Φᾶσί δὲ οἱ μύσται ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον ἐν ταῖς Πράξεσι φέρεται, τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους, λόγῳ ἀποκτεῖναι.

Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών.

Εὐσεβίου ἐπισκόπου ἐμίσησ. Εὖρε δὲ οὐχ ὃ ἐζήτει, ἀδελφὸν πρὸς ἀδελφόν· παρῄει μέσος, οὐκέτι τὸν ζῆλον κινῶν, ἀλλὰ νουθεσίαν προεβάλλετο· μὴ ἀδίκει, φησὶν, ἀδελφός ἐστιν ὃν ἀδικεῖς· προεβάλλετο τὴν προσηγορίαν, ἵνα δυσωπήσῃ τὴν προσ- ηγοριαν.

Ἀνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἱνατί ἀδικεῖτε ἀλλή- λους;

Τοῦ Αὐτοῦ. Ἀνεῖλε Μωϋσῆς, οὐ θυμῶ εἴξας οὐδὲ ὀργῇ νικηθεὶς, ζηλῶ δέ· πᾶν δὲ ὃ ἂν γένηται εἰς λόγον Θεοῦ, εὐσέβεια· κἂν φόνος ῇ διὰ Θεὸν, οὐκ ἔστι φόνος. ὁ γοῦν Φινεὲς δύο ἐν μιᾷ χειρὶ φονεύσας, ἤκουσεν, ἀνέστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ

114
θραῦσις· διάφορος γὰρ ἡ προαίρεσις φονέως καὶ εὐσεβοῦντος· καὶ τὸ πρᾶγμα τὸ γενόμενον διὰ τοῦ Φινεὲς ἱερωσύνη μᾶλλον ἣ φόνος· τοσοῦτον γὰρ ἴσχυσεν ὁ διπλοῦς οὗτος φόνος, ὅτι τοῦ θανάτου ἐπινεμημένου τὸν Ἰσραὴλ δι’ ἀσέβειαν, ὅπερ ἴσχυσε τὸ θυμιατήριον τοῦ πατρὸς Ἀαρὼν, τοσοῦτον ἴσχυσε φόνος, μᾶλλον δὲ ἡ εὐσέβεια. Καὶ μετ’ ὀλίγα —Ἃ δὲ ἐποίει, αἴνιγμα ἦν, ἀγνοουμένων πραγμάτων· τὸ γὰρ γενόμενον τοῦτο σημεῖον ἦν, ὅτι μέλλει ὁ Θεὸς διὰ Μώσεως Αἰγυπτίους ἀποκτενεῖν, τοὺς δὲ λεγομένους Ισραηλίτας σώζειν.

Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν, εἰπὼν, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰ- γυπτιον ;

Τοῦ Χρυσοστόμου. Πάλιν περὶ τὸν εὐεργέτην ἀγνώμονας δείκνυσι· καθάπερ γὰρ τότε ὑπὸ τοῦ κακῶς παθόντος Ἰωσὴφ ἐσώθησαν, οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, Μωϋσέως λέγω· τι γὰρ εἰ μὴ ἀνεῖλεν αὐτὸν τῷ πράγματι ; τῷ λόγῳ ἀνεῖλεν· ὥσπερ κἀκεῖνοι· κἀκεῖνοι μὲν ἐκ τῆς γῆς αὐτῶν εἰς ἀλλοτρίαν ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι· κἀκεῖ μὲν τροφὴν ἀποφέρονται, ἐνταῦθα δὲ συμβουλεύοντα δι’ ὃν ἔζη μετὰ Θεόν. Ὅρα πῶς δείκνυσιν ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον· ὅτι “ἐὰν ᾖ εκ Θεοῦ,οὐ δυνήσεσθε καταλῦσαι αὐτό.” Ὅρα τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους· τὸν λαὸν ἑαυτῷ ἐπιβουλευόντα, καὶ παρὰ τῶν ἄλλων ἐπιβουλενόμενον, καὶ οὕτω σωζόμενον. λιμὸς οὐκ ἀνάλωσεν αὐτοὺς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δι’ ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπόλλυσθαι· πρόσταγμα βασιλικόν· καὶ οὐκ ἀνάλωσεν αὐτοὺς, ἀλλὰ τότε μᾶλλον καὶ ηὔξανε τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς· τὸν Σωτῆρα αὐτὸν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν. Ορᾶς ὅτι δι’ ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν του Θεοῦ, διὰ τούτων ηὔξετο. Καὶ μεθ’ ἑτέρα—Ὅρα τὰ αὐτὰ ῥήματα, ἃ πρὸς τὸν Χριστὸν ἔλεγον. "τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” οὕτως ἔθος Ἰουδαίοις ἀδικεῖν τουμενοις.

115

Κυρίλλου Ἀλεξανδρείασ. Ἐνεκαλεῖτο μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον· καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τούτων ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, ἔφασκον, “ οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν “Βεελζεβοὺλ ἄρχοντα τῶν δαιμόνων.”

Ἔφυγε δὲ Μώσης ἐν τῷ λόγῳ τούτῳ.

Τοῦ Χρυσοστόμου. Ἀλλ' οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονομίαν· ὥσπερ οὖν οὐδὲ ὁ θάνατος.

Εὐσεβίου. Μηδεὶς ἡμῶν ἔστω φίλος τῶν τοῦ Θεοῦ ὅσον γάρ τις ἀγαπᾷ τὸν Θεὸν, τοσοῦτον μισεῖ τοὺς ἀντικειμένους Θεῷ.

Καὶ ἐγένετο πάροικος ἐν γῆ Μαδιὰμ, οὗ ἐγέννησεν υἱοὺς δύο.

Τοῦ ἁγίου Κυρίλλου. Μετακεχώρηκεν τοίνυν ἐκ τῆς εἰς Μαδιὰμ ὁ Μωϋσῆς· ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῆ ἐρήμῳ τοῦ ὄρους Σινᾶ Ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς βάτου· ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυριου πρὸς αὐτὸν·

Τοῦ Χρυσοστόμου. ‘Ορᾶς ὅτι οὐ διακόπτεται χρόνῳ· ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποιήκει c, ὅτε οὐκέτι προσεδόκησεν ὡς καὶ παῖδας ποιῆσαι δύο, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται· τὸν υἱὸν τοῦ Θεοῦ καλεῖ, καθάπερ καὶ ἄνθρωπον, ἐν τῇ ‘ἐρήμῳ, οὐκ ἐν ναῷ· ὅρα πόσα γίνεται θαύματα· καὶ οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· καὶ οὐδὲ ἐν αὐτῇ τῇ ἐρήμῳ ἀλλ’ ἐν βάτω.

Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.

Τοῦ Αὐτοῦ. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη· ἰδοὺ πῶς δείκνυσιν, ὅτι [*](c Sic.)

116
αὐτός ἐστιν “ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.” “ὁ μεγά- “λῆς βουλῆς Ἄγγελος·” ἐνταῦθα δείκνυσι τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεός.

Κυρίλλου. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφανίζει μὲν γὰρ ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ πρόσωπον ὁ Μωϋσῆς· σημεῖον δ' ἃν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Γἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπί- γνωσιν·

Εὐσεβίου ἐπισκόπου Ἐμίσησ. Ἐκ βασιλείων ἐξελθὼν, ποιμὴν ἐν ἐρήμῳ ἐγένετο, καὶ οὐκ ἤχθετο· εἴ τις γὰρ θέλει σῶσαι τὴν ἀγαπῆν καὶ τὸ φίλτρον τὸ περὶ Θεὸν, εἴτε ἐν πενίᾳ σώζεται, εἴτε ἐν πόλεσι διαφυλάττεται, εἴτε ἐν δεσμωτηρίῳ, οὐκ ἀγανακτεῖ· ἔχεις τούτου ἐν τῇ γραφῇ τὰ παραδείγματα.

Ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατα- νοῆσαι.

Διδύμου. Εἰ καὶ μὴ αὐταῖς λέξεσι φέρεται ἐν τῇ Ἐξόδῳ κειμένη φωνὴ, ἀλλ’ οὖν ἰσοδύναμος κεῖται· οὐ πολὺ γὰρ διοίσει τὸ ἔντρομος τὸ “ἔμφοβος δὲ γενόμενος Μωϋσῆς·” λέγεται δὲ ταῦτα περὶ τοῦ κατὰ τὴν βάτον ὁράματος, μενούσης τῆς αὐτῆς διαφορᾶς τοῦ φοβεροῦ καὶ ἐμφόβου, καὶ ἐν τῇ διηγήσει τῇ περὶ τοῦ ὄρους Σινᾶ· τὸ γὰρ ἐν τῇ πρὸς Ἑβραίους λεχθέν· “καὶ οὕτω φοβερὸν ἦν τὸ “φανταζόμενον περὶ τοῦ ὄρους, τοῦτο ἐστίν· ἐπ’ αὐτοῦ γὰρ εἰπε Μωϋσῆς· “ἔμφοβός εἰμι καὶ ἔντρομος·” ἐκ παραλλήλου ταῖς λέξεσι χρησάμενος· “ἀλλ’ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς “καρδίαις αὐτῶν εἰς Αἴγυπτον.

Εἶπε δὲ αὐτῷ ὁ Κύριος, λῦσον τὸ ὑπόδημα τῶν πο- δῶν σου.

Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα σημεῖον· εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατεφθαρμένου· ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγωγικῇ λατρείᾳ· προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον.

Σευήρου. Δεῖ γὰρ ὡς ἀληθῶς πάσης νεκρᾶς καὶ

117
φαντασίας ὥσπερ ὑποδημάτων τινῶν λῦσαι, τὸν ἔπι τι τῶν θείων θεωρημάτων ἀναβῆναι πειρώμενον νοῦν.

Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν.

Τοῦ Χρυσοστόμου. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος καὶ ἐνεργείᾳ τοῦ Χριστοῦ· πολλῷ θαυμασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐπεφάνη οὕτως Θεός· οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς· εἶτα ἡ κηδεμονία πολλὴ “ἰδὼν εἶδον,” καὶ τὰ ἑξῆς.

Ἰδῶν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴ- γυπτον.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς δείκνυσιν ὅτι καὶ δι’ εὐεργεσιῶν, καὶ διὰ κολάσεων, καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν· ὅτι πανταχοῦ πάρεστι ὁ Θεὸς ἐμάνθανον. ταῦτα ἀκούοντες, ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν· “καὶ τοῦ στεναγμοῦ αὐτῶν “ἤκουσα,” φησί· οὐχ ἁπλῶς διὰ τὰς συμφοράς· εἰ δέ τις λέγοι, τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι ἐκεῖ; μάλιστα μὲν οὖν αἱ κακώσεις παντὶ δικαίῳ αἴτιαι μισθῶν γίνονται· εἶτα δὲ τίνος ἕνεκεν αὐτοὺς ἐκάκωσε; τὴν δύναμιν αὐτοῦ δείκνυσιν ὅτι δύναται· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ αὐτοὺς παιδεύσῃ. Ὄρα γοῦν ὅτε ᾤκουν ἐν τῇ ἐρήμῳ, τότε ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀπελάκτησαν· καὶ πανταχοῦ ἡ ἄνεσις αὐτοῖς κακόν· διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν, “ἐν ἱδρῶτι τοῦ προσώπου "σου φαγῇ τὸν ἄρτον σου·” καὶ ἵνα ἐκ τῆς πολλῆς κακώσεως ἐλθόντες εἰς ἀνάπαυσιν, εὐχαριστήσωσι τῷ Θεῷ· μέγα γὰρ ἡ θλίψις ἀγαθόν· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· "ἀγαθόν μοι, “Κύριε, ὅτι ἐταπείνωσας με·” εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι μέγα ἡ θλίψις, πολλῷ μᾶλλον ἡμῖν.

Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο, εἰπόντες, τίς δε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῆ βάτῳ.

Ενταῦθα μὲν δοκεῖ περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων λέγειν· λέγε-

118
τᾶι δὲ περὶ πάσης τῆς φύσεως, ἧς ἕνεκα σάρκα λαβὼν κατέβαινεν· ὅπερ οὐ κατὰ τὸν καιρὸν τοῦ Μωϋσέως, ἀλλ’ ὕστερον ἐνδημήσαντος τοῦ Υἱοῦ γεγένηται.

Ἀπολέσθαι τὸν ὑπ’ αὐτῶν ἐξουθενηθέντα· τοῦτον ὃν παρῃτήσαντο d, τοῦτον ὁ Θεὸς ἐγείρας ἀπέστειλε· καθάπερ καὶ αὐτοὶ ἔλεγον· “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα· δείκνυσιν ἐνταῦθα, καὶ τὰ γενόμενα, διὰ τοῦ Χριστοῦ γενόμενα.

*Περὶ τῆς ἐξόδου καὶ μοσχοποιίας τοῦ ἰσραὴλ ἄχρι χρόνων Σολομῶντος κοὶ τῆς τοῦ ναοῦ κατασκευῆς.

Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν τῆ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῆ ἐρήμῳ ἔτη τεσσαράκοντα· οὗτός ἐστιν ὁ Μωϋσῆς, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραὴλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.

“Ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.” ἐξουθενημένον “ὡς ἐμέ·” ἐβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος· καὶ παίδιον ὣν, ἐπεβουλεύετο· μὴ θαυμάζετε οὖν εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴγε καὶ ἐπὶ Μωυσέως τοῦτο γέγονε· καὶ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλατο, ἀλλὰ καὶ ἐν ἐρήμῳ διάγοντας. ὁρᾶς ὅτι δι’ αὐτοὺς ἐκεῖνα τὰ σημεῖα· ὁ τῷ Θεῷ διαλεχθεὶς, ὁ ἐκ παραδόξων σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνηθεὶς δείκνυσι, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται αὐτῶ.

Προαναφωνεῖ γὰρ πάλαι τὴν τοῦ ἰδίου γεννήματος ἐνανθρώπησιν ὁ Θεὸς καὶ Πατήρ· καὶ ὅτι δεύτερος ἐφ’ ἡμᾶς νομοθέτης ἀναδειχθήσεται· λαλήσας μὲν πάλαι τοῖς ἀρχαιοτέροις αὐτὸς δι’ ἀγγέλων τὸν νόμον· ἐν δὲ τελευταίοις τοῦ αἰῶνος καιροῖς αὐτουργὸς εἰς ἡμᾶς ἀναδεδειγμένος, καὶ καινῆς χρηματίσας διαθήκης ἄγγελος.

Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῆ ἐκκλησίᾳ ἐν τῆ ἐρήμῳ [*](d παραιτήσαντο Cod.)

119
μετὰ τοῦ Ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἤμων.

Τοῦ Χρυσοστόμου. Πἀλιν οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· δείκνυσι δὲ ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν, ὥσπερ ὁ Χριστός· καθάπερ καὶ οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ τότε νομοθετεῖ, οὕτω κἀκεῖνος· καὶ οὗτος ἠπίστατο, κἀκεῖνος· ἀλλ’ οὐκ ἤκουσαν αὐτοῦ. Καὶ μετ’ ὀλίγα — Ὁρᾶς ὅτι ἐκεῖθεν ἡ ῥίζα καὶ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί· “μετὰ τοῦ Ἀγγέλου, φησὶ, “τοῦ λαλοῦντος αὐτῷ· ’ ἰδοὺ πάλιν αὐτὸν φησὶ τὸν νόμον δε- δωκέναι· εἴγε μετ’ αὐτοῦ ἦν “ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ·” καὶ ἐνταῦθα θαύματος ὑπομιμνήσκει μεγάλου, τῶν ἐν τῷ ὄρει γεγενη- γεγενημένων.

Διδύμου. Ἡ προκειμένη λέξις δηλοῖ, ὡς οὐ μόνον τοπικῶς εἶναι συμβαίνει κρείττοσι καὶ χείροσι χωρίοις· ἔξω γὰρ τῆς Αἰ- γύπτου κατὰ τόπον ὄντες, οἱ περὶ ὧν ὁ λόγος, τῇ διαθέσει ἐν αὐτῇ ὑπῆρχον. οὐκ ἀποστήσαντες τὴν γνώμην ἑαυτῶν τῶν Αἴγυπτ’ ιακῶν ἐθῶν, τῆς αὐτῆς νοήσεως ἐστὶ καὶ τὸ ἐν Εὐαγγελίῳ, ’* ὅπου ὁ “θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία· ’ οὐ πάντως τοπικῶς ἐκεῖ ὄντος, ὅπου τις ἔχει τὴν γνώμην· πολλοὶ γοῦν ἔτι ἐπὶ γῆς ὄντες θησαυ- ρίζοντες κατάλληλα τῷ οὐρανῷ, ἐκεῖ τὴν καρδίαν ἔχουσι. ἀλλὰ κἀκεῖ ἔτι τυγχάνοντες, οἱ παραβάντες Ἄγγελοι τὴν διάθεσιν εἶχον ἐν τῇ γῇ· ᾧ ἐξηκολούθησε τὸ ἐξ οὐρανοῦ εἰς γῆν αὐτοὺς ἐρρῖφθαι.

Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν· ᾧ οὐκ ἠθέλη- σαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν.

Τοῦ Χρυσοστόμου. Τί ἐστι λόγια ζῶντα; ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο, ἤτοι τὰς προφητείας λέγει.

Ἄλλ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον.

Τοῦ Αὐτοῦ. Ἔνθα ἔστενον, ἔνθα ἐβόων, ἔνθα τὸν Θεὸν ἐκά- λουν.

Εἰπόντες τῷ Ἀαρὼν, ποίησον ἡμῖν θεοὺς οἱ προπο- ρεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ· καὶ ε’ινλτχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγα-

120
γον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χείρων αυτων.

Ὢ τῆς ἀνοίας, “ποίησον,” φησὶν, ἵνα “προπορεύσωνται ἡμῶν·” ποῦ; εἰς Αἴγυπτον. Ὅρα πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν. τι λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ φεύγεις τὴν εὐεργεσίαν καὶ τὸν εὐεργέτην ἀρνῇ ; καὶ ὅρα πῶς ὑβρίζουσιν· ὁ γὰρ Μωϋσῆς οὗτος,” φησὶν, “ὃς ἐξήγαγεν ἡμᾶς ἐκ “γῆς Αἰγύπτου· οὐδαμοῦ Θεοῦ ὄνομα· ἀλλὰ πάντα Μωϋσεῖ ἐπέγραφον· ἔνθα μὲν ἀχαριστεῖν ἔδει, Μωϋσῆν φέρουσιν εἰς μέσον· ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκέτι Μωϋσῆς ἄγουσι· “ποίησον ἡμῖν “θεοὺς, οὐκ εἶπον Θεόν· καὶ μὴν τοῦτο ἄξιον θαυμάσαι, τὸ μὴ εἰδέναι· τί θαυμαστὸν, ὅτι ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; καὶ οὐκ ἠγνόήσαν μόνον, ἀλλὰ καὶ ἑτέρως ὕβρισαν τῷ εἰδωλοποιῆσαι.

Σευηπιανοῦ. Μόσχον ὁ Ἰσραὴλ ἐχώνευσε, καὶ Θεὸν ἠθέτησε, καὶ ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην· καὶ λέγει τῷ Ἀαρὼν, ποίησόν μοι θεούς διατί ποίησον; εἰ δὲ ποίησον, πῶς θεοὶ τὰ γινόμενα. οὕτως ἡ κακία τυφλώττουσα αὐτὴ ἑαυτὴν ἀφανίζει.

Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῆ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βιβλίῳ τῶν προφητῶν.

Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα· ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτοι ἐποίησαν θυσίας τοῖς εἰδώλοις· διὰ γὰρ τοῦτο ἐπισημαίνεται, “καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ ἤνεγκαν θυσίας τῷ εἰδώλῳ· ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας ὄνομα, ἀλλὰ προστάγματα ζῶντα, καὶ λόγια ζῶντα. καὶ ευφραίνοντο e, φησὶ, διὰ τοῦτο καὶ ἑορταί.

Τὸ “παρέδωκεν” ἐνταῦθα εἴασεν ἐστίν.

ἘΞ ἀνεπιγράφου. Τὸ “παρέδωκεν” ἀντὶ τοῦ εἴασε κεῖται, καὶ ἐν τῷ Ἀποστόλῳ παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ἀντὶ τοῦ εἴασε παραδοθῆναι. λέγει οὖν,ἐπειδὴ τοῦτον εἶχον οἱἸουσαῖοι τὸν πόθον, τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, κωλύσας πολκάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόφασιν, εἶτα ἐμμενόντων ἐκείνων ὡς εἵλοντο· τὸ δὲ ἔστρεψε” ἄλλο δηλοῖ θέλημα τοῦ Θεοῦ· [*](e εὐφραίνοντα Cod.)

121
καὶ ἄλλο γεγενημένον κατὰ συγχώρησιν· ἦν μὲν γὰρ αὐτοῦ θέ- λημα, ὃ καὶ νενομοθέτηκε· “Κύριον τὸν Θεόν σου προσκυνήσεις, “καὶ αὐτῷ μόνῳ λατρεύσεις· ἐμμένοντας δὲ τῇ ἀσεβείᾳ εἴασεν, οὐ γὰρ ἐξ ἀνάγκης ἐφέλκεται ἑαυτῷ λατρεύειν, ἵνα μὴ ὑβρίσῃ τὸ αὐτεξούσιον· ἀλλὰ παραινεῖ μὲν μὴ ἁμαρτάνειν, ἁμαρτανόντων δὲ ἀνεξικακεῖ· ἐνδεικνύμενος τὸ φιλάνθρωπον, ἅμα δὲ καὶ ἐνδιδοὺς τῇ ἐπιστροφῇ τοῦ αὐτεξουσίου, καιρὸν μετανοίας ταμιευόμενος· ἐμμένοντας δὲ κολάζει πικρῶς· τὸ δὲ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, οὐ τοῖς ἀγγέλοις λέγει ἀλλὰ τοῖς ἄστροις, οἷς καὶ τὸ σέβας προσέφερον, ὡς τῷ μόσχῳ εἰς τόπον ὄντι ἑωσφόρου, καὶ τῇ σελήνῃ, ὡς βασιλίσσῃ τοῦ οὐρανοῦ· οὕτω γὰρ ἐν Ἱερεμίᾳ ἐγράφησαν λέ- γοντες.

Διδύμου. Οἱ μὴ ὃν δεῖ τρόπον ἐντυχόντες τῇ παλαιᾷ οἵονται παραδεδόσθαι τοὺς Ἑβραίους ὑπὸ Θεοῦ ”λατρεύειν τῇ στρα- τιᾷ τοῦ οὐρανοῦ,” συναρπαγέντες ἐκ τοῦ, “εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος, καὶ ἐκ τοῦ διατετάχθαι τὸν νόμον δι’ ἀγ- “γέλων ἐν χειρὶ μεσίτου·” πολλῆς δὲ παραμυθίας δεῖ τῷ οὕτως τιθεμένῳ· ἐπιστήσαντες δὲ ἡμεῖς, τὸ ”ἔστρεψεν ὁ Θεὸς” καὶ τοῖς ἑξῆς παρα*δοσι νῦν δηλουμένην, οὕτω γενέσθαι ὑπολαμβάνομεν, ὡς καὶ ἐπὶ τῶν γραφομένων τῷ Ἀποστόλῳ οὕτως ἐχόντων· “διὰ “τοῦτο παρέδωκεν αὐτοὺς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν·” καὶ ἔτι, διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας καὶ “εἰς ἀδόκιμον νοῦν· ὡς γὰρ ἐν τούτοις οἷς ἡμεῖς εἱλάμεθα, παραδίδωσιν ὁ Θεὸς μετὰ τὸ πολλάκις κωλῦσαι· οὕτω πόθον ἔχοντας τοὺς Ἑβραίους θεραπεύειν τὴν κτίσιν παρὰ τὸν κτίσαντα, κωλύσας πολλάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόθεσιν, ἐμμένοντας αὐτοὺς παρέδωκεν ᾧ εἵλοντο· ὅθεν ἀκριβεστέρως ἀκούειν δεῖ τοῦ “ἔστρεψεν ὁ Θεὸς καὶ παρέδωκεν αὐτούς·’ οὐ γὰρ προηγούμενον ἦν θέλημα τῆς νομοθεσίας τοῦτο· εἰ γὰρ ἐν αὐτῇ φέρεται, “Κύριον τὸν “Θεὸν προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, ταύτην τὴν ἕντο- Λὴν τοὺς παραβάντας παρέδωκε λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρα- “νοῦ·” οὐκέτι προηγουμένῃ βουλήσει ποιῶν αὐτοὺς, ἀλλ’ ὡς εἶπε τὸ ῥητὸν, στρέψας ἐξ ἄλλου θελήματος. ἀλλ’ οὐ ζητήσεις που τῆς γραφῆς τῇ στρατιᾷ τοῦ οὐρανοῦ κεῖται· ἐπὶ ἀγγέλων ὡς ἐπίπαν ἣ ὡς ἐπὶ πολὺ κατὰ τῶν φωστήρων καὶ ἀστέρων ἡ λέξις κεῖται.

122

Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;

Τοῦ Χρυσοστόμου. “Σκηνὴ τοῦ μαρτυρίου ἦν, καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ’ ἀνηλίσκοντο· οὔτε πρὸ τούτου δι’ αὐτοῦ τὰ σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι. ἣν καὶ εἰσήγαγον, φησὶ, διαδεξάμενοι οἱ πατέρες ἡμῶν· ὁρᾶς ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, τόπον τόπῳ συγκρίνῃ.

Τοῦ Αὐτοῦ. Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει· οὐκ ἔχετε εἰπεῖν φησὶ, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν, κἀκείνοις ἐθύετε· καὶ ταῦτα “ἐν τῇ ἐρήμῳ, ἔνθα μάλιστα αὐτῶν προειστήκει.

Τοῦ ἀγίου Κυρίλλου ἐκ τοῦ εἰσ Τὸν Προφήτην Ἀμὼσ Τόμου Γ. “Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι,” καὶ τὰ ἑξῆς· τοῦτό φησιν, ὅτι ἐν χρόνῳ τεσσαρακονταετεῖ, καθ’ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξηγεῖτο δὲ οὐδεὶς ἀναγκαίως, ἀλλ’ ἦν εἰς ἀνάκλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἃν εἰσελάσειαν εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταύτῃ τοι φησὶν, “μὴ σφάγια καὶ Θυσίας,” καὶ τὰ ἑξῆς· ἀλλ’ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα· καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν· ”οὐ κεκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἡδύναντό μοι πρόβατα “τῆς ὁλοκαρπώσεως σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,’ αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν ἀλλοπρόσαλλοίτε ἦσαν τὸ τηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ “θεοῦ ὑμῶν d Ῥεφάν·” καὶ τί δὴ τοῦτό ἐστι περιαθρεῖν ἀναγκαῖον. οὐκοῦν ὁ μὲν θεσπέσιος Μωϋσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος τὸν νόμον ὑποδεξόμενος; οἵγε μὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες· “ποίησον ἡμῖν θεούς. μεμοσχοποίηκασι τοίνυν κατὰ τὴν ἔρημον· καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονεί πὼς ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράττοντο· τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας· καὶ διέπλαττεν ἑαυτῶ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λα- [*](d θεοῦ ἡμῶν Cod.)

123
τρείαις· πρὸς γὰρ τῷ μόσχῳ, καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον· σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολόχ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, ἔχον λίθον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις εἰς ἑωσφόρου τύπον· καὶ ἑρμηνεύεται μὲν Μολὸχ βασιλεὺς αὐτῶν, ῥεφὰν δὲ σκοτασμὸς, ἤτοι τύφλωσις· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου γε μὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν· ”ἀνελάβετε” τοίνυν τὴν σκηνὴν “τοῦ Μολὸχ,” τουτέστι τοῦ βασιλέως ὑμῶν· τίς δὲ οὗτος ἦν ὁ βασιλεύς; “τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν e Ῥεφάν·” ἀλλὰ γέγονε, φησὶν, ὑμῖν εἰς τύφλωσιν· ἐσκορπίσθησαν γὰρ αἱ καρδίαι αὐτῶν· προσεκύνουν γε μὴν τὸν ἑωσφόρον, ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥεφὰν, τουτέστι σκοτασμὸς ἤτοι τύφλωσις· καὶ οὐχὶ δὴ πάντως ὡς ἐνεργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν· ἀλλ’ ὅτι σκοτασμοῦ παραίτιον τὸ εἰς τοῦτο γέγονε σέβας.

Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·

Τοῦ ἁγίου Κυρίλλου εἰσ τὸν προφήτην ἀμώσ f. Ἵνα φαίνηται Θεὸς διὰ φιλανθρωπίαν σώσαι αὐτοὺς, καὶ οὐκ ἀντιμισθία θυσιῶν τὸ πρᾶγμα ποιούμενος,φησὶ, “μὴ σφάγια καὶ θυσίας, ἀλλὰ καὶ τούτων γινομένων φησὶ, “ἀνελάβετεö καὶ τότε “τὴν σκηνὴν τοῦ “Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν·” ἀνελθόντος γὰρ εἰς τὸ ὄρος Μωϋσέως, μεμοσχοποιήκασί τε καὶ ταῖς τῶν ἄστρων προσεκλίθησαν λατρείαις· καὶ σκηνοποιησάμενοι ἔστησαν εἴδωλον, ὃ κεκλήκασι Μολόχ· τοῦτο δὲ εἴδωλον Μωαβιτῶν ἦν.

Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

Τοῦ Χρυσοστόμου. Καὶ ἡ αἰχμαλωσία ία κατηγορία τῆς κα- κιας.

Κυρίλλου. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν τῆς γείτονος Δαμάσκου, ταύτῃ τοι οἰχήσεσθαι Δαμάσκου ἐπέκεινα, τουτέστιν εἰς Βαβυλῶνα.

[*](e θ. ἡμῶν Cod. f ἀμμὼς Cod.)
124

Νικολάου Πρεσβυτέρου Εἰσ Ἀμὼσ Ἑρμηνείασ. τοῦ προφήτου Ἀμὼς εἰρηκότος, μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ·” ὁ ἅγιος Στέφανος ἐν ταῖς Πράξεσι τὴν χρῆσιν θεὶς, μετοικιῶ “ὑμᾶς ἐπέκεινα Βαβυλῶνος” εἶπεν, ἀκολουθήσας τῇ Ἑβραίων ἐκθέσει· ἣ καὶ ὅτι τέρμα τῆς Δαμασκηνῶν καὶ Σύρων χώρας ἡ Βαβυλὼν τυγχάνει· οἱ δὲ ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ f εἰρήκασιν.

‘H σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῆ ἐρήμῳ.

Καὶ σκηνῆς οὔσης θυσίαι οὐκ ἦσαν· διὰ τοῦτο ἦν, ἵνα μάρτυρα τὸν Θεὸν ἔχωσι, τοῦτο μόνον ἦν.

Καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐ- τὴν κάτα ’τον τύπον ὂν ἑώρακεν.

Τοῦ Χρυσοστόμου. Ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε, καὶ αὐτὴ δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κειμένη· καὶ μαρτυρίου σκηνὴν καλεῖ· τουτέστι τῶν θαυμάτων, τῶν προσταγμάτων.

ἘΞ ἀνεπιγράρου. Εἰ καὶ Ἄγγελος ἦν ὁ λαλῶν Μωϋσῇ τῷ ὁρεῖ, ἀλλ’ οὖν εἰς Θεοῦ πρόσωπον ἐλάλει αὐτῷ· πολλὰ δὲ ταῦτα ἐν τῇ θείᾳ γραφῇ εὑρίσκεται· εἴρηται γὰρ ἐν τῇ Ἐξόδῳ ὡς “Ἄγγελος Κυρίου εἶπε Μωϋσῇ, μὴ ἐγγίσῃς ὧδε. Καὶ μεθ’ λέγει ὁ Ἄγγελος, “ἐγὼ ὁ Θεὸς τῶν πατέρων ὑμῶν, ὁ Θεὸς Ἀβραάμ·” ὁμοίως δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ Ἀβραὰμ ἐστὶ τὸ τοιοῦτον εὑρεῖν, ὅτε τὸν παῖδα προσέφερεν εἰς ὁλοκάρπωσιν. Καὶ ὁ Ἀπόστολος δὲ περὶ τοῦ νόμου λέγει· εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος.”

Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ, ἐν τῆ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμε- ρῶν Δαβίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ.

Τοῦ Χρυσοτόμου. Καὶ οὐκ ἦν ναὸς, καίτοι καὶ τὰ ἔθνη ἐξέωστο· διὰ τοῦτο γάρ φησι, “ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου “τῶν πατέρων ἡμῶν·” ὧν ἐξῶσε, φησὶ, καὶ οὐδὲ τότε ναός· καὶ τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός· ὥστε εἰναι πρώτη σκηνὴ, [*](f δαμασκηνοῦ Cod.)

125
ἀλλ’ οὐ ναὸς οὐδαμοῦ, ἕως τῶν ἡμέρων,” φησὶ, Δαβίδ·” καὶ οὐδαμοῦ ναός· καὶ “ᾔτησεν εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ.” καὶ “ᾠκοδόμησεν·” οὕτως οὐκ ἦν μέγα τι ὁ ναός.

Τοῦ Αὐτοῦ. Ἠιτήσατο εὑρεῖν χάριν ὁ Δαβὶδ, καὶ οὐκ ᾠκοδόμησεν ὁ θαυμαστὸς, ὁ μέγας, ἀλλ’ ὁ ἐπερριμένος ὁ Σολομών.

Καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.

Κυρίλλου. Οὑδεμιᾶς γάρ,” φησι, ἀναπαύλης μεθέξω, πρὶν “ἃν μάθοιμι τὸν τοῦ Κυρίου τόπον καὶ τὸ σκήνωμα, τουτέστι τὴν σκήνωσιν, “τοῦ Θεοῦ Ἰακώβ·” δῆλον δὲ ὅτι Χριστοῦ.

Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.

Τῷ τετρακοσιοστῷ τεσσαρακοστῷ ἔτει g τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, ἤρξατο ὁ Σολομῶν οἰκοδομεῖν τὸν ναὸν ἐν ‘Ιερουσαλὴμ, ὡς ἡ τετάρτη βίβλος τῶν βασιλειῶν ἡμᾶς διδάσκει· διὰ τοῦτο δὲ μετὰ τοσοῦτον χρόνον τῆς ἀπ’ Αἰγύπτου τοῦ Ἰσραὴλ ὁ ναὸς ᾠκοδομήθη· ἱν ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει, τὸν ἕνα τόπον τὸν ἐν Ἱερουσαλὴμ ἀγαπήσωσιν, ὃν ὁ Θεὸς ἐποίησε τίμιον.

Ἀλλ' οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,

Τοῦ Αὐτοῦ. Ἐδείχθη μὲν τοῦτο διὰ τῶν ἤδη λεχθέντων· δείκνυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· ”ποῖον οἶκον οἰκοδομήσετέ “μοι, Κύριος λέγει;”

Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον, οἶκον οἰκοδομήσετέ μοι λέγει Κύριος; ἣ τίς τόπος τῆς καταπαύσεως μου; οὐχὶ ἣ χείρ μου ἐποίησε ταύτα παντα;

Τοῦ Χρυσοστόμου. Ἀλλ’ οὐδὲ ταῦτα ἄξια Θεοῦ, εἴγε ποιήματά ματά ἐστιν, εἴγε τῆς χειρὸς αὐτοῦ ἔργα· ὅρα πῶς αὐτοὺς κατὰ μικρὸν ἀνάγει· ὅτι οὐδὲ ταῦτα ἔξεστι λέγειν.

Τοῦ ἀγίου Κυρίλλου τοῦ κατὰ τοῦ τοῦ Δυσσεβοῦσ Ἰουλιανοῦ τόμου Β. Εἰ ἕλοιτό τις τὴν τοῦ πράγματος σοφίαν χαλεπὸν οὐδὲν ἀληθεύοντας λέγειν· ἀνεδείματο γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὸν διαβόητον ἐκεῖνον νεῶν ὁ σοφώτατος Σολομῶν· ἐπε- [*](g ἔτη Cod.)

126
γάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων οἱ δῆμοι· ᾤοντό τε ὅτι κατῴκηκεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός· βραδεῖς γὰρ ἀεὶ πὼς εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες, οἵγε καὶ Θεοῦ πόλιν οἰηθέντες εἶναι τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὴ καὶ μόνῃ διεγίνοντο κατοικεῖν αὐτόν· διά τοι τὸ λέγεσθαι διὰ φωνῆς τοῦ Δαβὶδ δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.” σμικρά τοι γὰρ δοξάζοντας ἐλέγχει Θεὸς, καὶ φησὶ, ποῖον οἶκον οἰ- “κοδομήσετε μοι,” θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον δὲ τὴν γῆν· ἔδει γὰρ ἔδει τοῖς συνεστάλθαι καὶ περιωρῆσθαι τόπον τὴν αὐτοῦ φύσιν ὑπειληφόσι, καταδεῖξαι σαφῶς, ὅτι τε εἴη πανταχῆ, καὶ χωρεῖ μὲν αὐτὸν οὐδὲν, ἥκει δὲ μᾶλλον διὰ πάντων αὐτός· καὶ πλήρης μὲν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ ἡ γῆ.

Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὦσιν.

Τοῦ Χρυσοστόμου. Ενταῦθα λοιπὸν καταφορικῶς τῷ λόγῳ κέχρηται· πολλὴ ἦν παρρησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καἰ τοῦτο οἶμαι αὐτὸν εἰδέναι.

Τοῦ Αὐτοῦ. Ὅρα τὸν ἄνδρα οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ ἀνέμνησεν αὐτοὺς λόγου· ὅτι γὰρ οὐκ ἦν θυμὸς, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν ηὔχετο λέγων· “μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλ’ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος ταῦτα ἐφθέγγετο.

Τοῦ αὐτοῦ. Προλαβὼν Ἱερεμίας ὁ προφήτης ταῦτα λέγει.

Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πάτερες ὑμῶν, καὶ ὑμεῖς.

Σημειωτέον ὅτι ἡ περιτομὴ πνευματικὸν τι ἐστι, καὶ οὐκ ἐν τῇ τῆς ἀκροβυστίας ἀποβολῇ θεωρουμένη.

Τοῦ Χρυσοστόμου. ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑμεῖς ἐθύετε· ὅτε οὐ βούλεται πάλιν, θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑμῖν παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε· πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε· καὶ οὐκ εἶπε, τῷ Θεῷ “ἀντι- “πίπτετε,” ἀλλὰ τῷ Πνεύματι,” οὕτως οὐδεμίαν οἶδε διαφοράν.

127

Σευήρου ἐκ τῆσ πρὸσ τοὺσ ἐν τῆι μόνηι τοῦ Ἰσαάκου Ἐπιστολῆσ. Ὁ τῶν Ἰουδαίων παράνομος δῆμος τῷ Πνεύματι τῷ Ἁγίῳ διηνεκῶς ἀντιπίπτοντες, καὶ τὴν ἐναντίαν ἀεὶ τοῖς τοῦ Θεοῦ νόμοις φερόμενοι πρὸς τὸ εὐτελὲς καὶ τὸ δι’ ἡμᾶς ταπεινὸν, τῆς τοῦ Θεοῦ Λόγου καὶ Σωτῆρος ἐνανθρωπήσεως τυφλώττοντες, ὡς ἐν σκότῳ περιπατοῦντες προσέπταιον· καὶ γέγονεν αὐτοῖς ὁ “λίθος ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς καὶ ἔντιμος πέτρα σκανδάλου “λίθος προσκόμματος·” καὶ οὐδαμῶς ἐνενόουν αὐτοῦ τὴν προαιώνιον ὕπαρξιν, καὶ τὴν ἐκ Πατρὸς ἀσώματον γέννησιν, καὶ τὸ πρὸς τὸν γεγεννηκότα ἴσον, καὶ κατὰ πᾶν ὁτιοῦν ἀπαράλλακτον.

Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν;

Ὠριγένουσ. Ἀληθεύειν μὲν τὸν Στέφανον πᾶς ὅστις οὖν τῶν προσιεμένων τὰς Πραξεῖς τῶν Ἀποστόλων ὁμολογήσει· ἀποδεῖξαι δὲ ἀπὸ τῆς παλαιᾶς διαθήκης πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν· οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς καινῆς διαθήκης.

Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου,

Ἰωάννου. Ἔτι τοῦ δικαίου” λέγει, βουλόμενος αὐτοὺς κατα- στεῖλαι.

Οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε·

Ἐξ ανεπιγραφου. Τουτέστιν, οἷς ὁ νόμος δέδοται, διατάξεις ἔχων, αἵτινες ἰσάγγελον ἐποίουν πολιτείαν ἔχειν τοὺς τελοῦντας αὐτὸν.

Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

Τοῦ Χρυσοστόμου. τινὲς φασὶ τὸν ὑπὸ ἀγγέλων διαταχθέντα ἣ ἐγχειρισθέντα αὐτῷ, δι’ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῷ βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν· οὐδὲν θαυμαστόν, φησι, τὸν ἐκεῖνα ποιήσαντα, καὶ ταῦτα ποιῆσαι· τοὺς καταγγείλαντας ἀνείλατε, πολλῷ μᾶλλον αὐτόν· καὶ Θεῷ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας· καθὼς καὶ ἑτέρωθι φησὶν ἡ γραφή· Κύριε, τοὺς προφήτας σου

128
“ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέστρεψαν·” τοῦτο παρ- ρησια ἀνδρὸς ’τον σταυρὸν ἔχοντος.

Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν.

Διδύμου. Υπόγυον ἐσαφηνίσθη τοῦτο, ὅτε ἐλαμβάνομεν τὸ “εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος· ὁ δι’ ἀγγέλων νόμος ἀνθρώποις ὑπὸ Θεοῦ ἀγγέλων δίδοται· εἰ μὴ ἄρα καὶ οὕτως δέξηται, ὅτι ὁ νόμος οὕτω διετάγη τοῖς ἀνθρώποις, ἵνα ἀγγέλων πολιτείαν ἔχωσι· καὶ γὰρ οὗτοι ὑπὸ Θεοῦ τεταγμένοι εἰσιν· εἴρηται γοῦν περὶ αὐτῶν· “εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι “αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.” δοκεῖ βίαιος εἶναι ἡ δευτέρα ἀπόδοσις.

Τοῦ Χρυσοστόμου. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ μὴ ἀνελεῖν αὐτόν· ὅρα πάλιν τοὺς ἀδικοῦντας ἐν κακοῖς· καθάπερ Ἰουδαῖοι ἀποροῦσι λέγοντες· “τί ποιήσωμεν τοῖς ἀνθρώ- “ποις τούτοις;” οὕτω καὶ οὗτοι διαπρίονται· οἱ συκοφάνται μᾶλλον ἀνῃροῦντο· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι τὸ ποιεῖν κακῶς, τοῦτο πάσχειν ἐστὶ κακῶς.

Στέφανος δὲ ὑπάρχων πλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν, ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ.

Τοῦ ΧρυσοστόμουΕΚ Χρυσοστόμου ἐκ τοῦ εἰσ τὴν ἀνάληψιν λόγου Υἱὸς ἀνθρώπου ἐστὶν ὁ ἐκ δεξιῶν τοῦ Θεοῦ· καὶ εἰ νομίζεις ὑπερβολὴν ἔχειν τὸ εἰρημένον, ὁ Πνεύματος πεπληρωμένος καὶ τὰ τοιαῦτα μάλιστα ἀξιωθεὶς ὁρᾶν Στέφανος, ἀποκρίνεταί σοι· ὅτι εἶδε “τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ” μετὰ πολλῆς τῆς δόξης· τι οὖν ἑστῶτα καὶ οὐχὶ καθήμενον; ἵνα δείξῃ τὴν ἀντίληψιν τὴν εἰς τὸν μάρτυρα· καὶ γὰρ περὶ τοῦ Πατρὸς λέγεται· “ἀνάστα ὁ Θεός·” καὶ πάλιν, “νῦν ἀναστήσομαι λέγει “Κύριος· θήσομαι ἐν σωτηρίῳ· ἵνα οὖν πολλὴν τῷ ἀθλητῇ τὴν προθυμίαν παράσχῃ, καὶ πείσῃ τοὺς μαινομένους ἐκείνους καθυφεῖναι τῆς κατ’ αὐτοῦ λύττης, τὸ τοῦ βοηθοῦντος ἐπιδείκνυται

129
σχῆμα· ὅτι γὰρ οὐχ ἕστηκεν, ἄκουσον Παύλου λέγοντος, “συν- “ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν δεξιᾷ αὐτοῦ, ὑπερ- “άνω h πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος.

Τοῦ ἁγίου Βασιλείου. Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ καθίδρυσιν τὸ πάγιον τῆς φύσεως καὶ πάντῃ στάσιμον ὑποφαίνειν· καθὸ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ ἐξαγωγῆς ἐνδεικνύμενος ἔφη, “τὸ σὺ καθήμενος τὸν αἰῶνα, καὶ “ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.” τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον.

Ἀμμωνίου. Θεὸν ἰδεῖν ἀδύνατον· διὸ εἶπε ”δόξαν Θεοῦ·” ταὐτὴν τὴν δόξαν καλεῖ Θεὸν καταχρηστικῶς· διὸ σημειωτέον ὅτι οἱ λεγόμενοι ἑωρακέναι Θεὸν, δόξαν ἑώρουν θείαν· ἢ ἐν πυρὶ, ἢ ἐν στύλῳ νεφέλης, ἣ ἐν σαπφειροειδεῖ ὁράματι ἢ ἠλεκτροειδεῖ.

Κράξαντες δὲ φωνῇ μεγάλη, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν·

Ἡσυχίου πρεσβυτέρου ὅτι παρέστη ἐκ δεξιᾶσ πένητοσ. Εν γὰρ τοῖς Ἰουδαίοις αὐτὸν διὰ τὴν ἐκείνων ἀπιστίαν πενόμενον, πλουτεῖν πεποίηκεν ἐν τοῖς ἔθνεσιν, ἐκ δεξιῶν αὐτοῦ παριστὰς, ὅπερ σὺ μὲν δοκεῖς εἶναι ταπεινὸν, ἐστὶ δὲ σφόδρα ὑψηλόν· καὶ περὶ μόνον Γἱοῦ ὡς Θεοῦ καὶ ὁμοουσίου δυναμένου λέγεσθαι· ὥσπερ γὰρ ὁ ïὸς οὐ μόνον ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, ἀλλὰ καὶ ἐκ δεξιῶν ἵσταται, φησὶν γὰρ ὁ Στέφανος, εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμέ- “νοῦς, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τῆς δυνάμεως·” οὕτω καὶ ὁ Πατὴρ ἵστασθαι ἐκ δεξιῶν λέγεται τοῦ Υἱοῦ, ἵνα μίαν ἡμεῖς ἀξίαν Υἱοῦ καὶ Πατρὸς μάθωμεν.

Τοῦ Χρυσοστόμου. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίησαν, τοῦτο καὶ ἐνταῦθα· καθάπερ γὰρ ἐκεῖνος εἶπεν· “ὄψεσθε ἐκ δεξιῶν ”τοῦ Θεοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον,” καὶ βλασφημίαν τὸ πρᾶγμα καλέσαντες ὥρμησαν ἐπ’ αὐτὸν, οὕτω δὴ καὶ ἐνταῦθα· ἐκεῖ διέρρηξαν τὰ ἱμάτια· ὧδε τὰ ὦτα συνέσχον. Καὶ μετ’ ὀλίγα—Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι· ἀλλ’ ἐβούλετο αὐτοὺς ἐπάγεσθαι· ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ θανάτου, καὶ περὶ ἀναστάσεως οὐδὲν διελέχθη· καὶ τοῦτο ἠθέλησε προσθεῖναι τὸ δόγμα, καὶ οὕτως αὐτῷ ἐφάνη· ἵνα κἂν οὕτω δέξωνται [*](h Cod. ὑπὲρ ἄνω.)

130
Ἰουδαῖοι. ἐπειδὴ γὰρ τὸ καθίσαι φορτικὸν ἦν αὐτοῖς, τέως τὸν περὶ ἀναστάσεως κινεῖ λόγον· διὰ τοῦτο καὶ τὸ πρόσωπον αὐτοῦ δεδόξαστο· ὁ γὰρ Θεὸς φιλάνθρωπος ὣν, δι’ ὧν ἐπεβούλευον, διὰ τούτων ἐβούλετο αὐτοὺς ἀνακαλέσασθαι· καὶ ὅρα ὅσα σημεῖα γίνεται.

Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν.

Τοῦ Χρυσοστόμου. Πάλιν ἔξω τῆς πόλεως, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ· καὶ ἐν αὐτῷ τῷ θανάτῳ ὁμολογία καὶ τὸ κήρυγμα.

Ἀρσενίου. “Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, πύργον ᾠκοδόμουν παραπέμποντα αὐτὸν εἰς ’τον οὐρανὸν.

Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.

Ὅρα πῶς ἀκριβῶς περὶ Παύλου διηγεῖται, ἵνα σοι δόξῃ i θείαν τὴν ἐνέργειαν. μετὰ δὲ ταῦτα πάντα οὐ μόνον οὐκ ἐπίστευσεν ἐκεῖνος, ἀλλὰ καὶ μυρίαις αὐτὸν ἔβαλε χερσί· διὰ γὰρ τοῦτο φησὶν, “Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Συμπαρὼν τῇ ἀναιρέσει Στεφάνου τοῦ Ἀποστόλου καὶ Μάρτυρος, κοινωνός τε ἦν τοῦ φόνου, τὰ πάντων ἱμάτια τῶν λιθοβολούντων αὐτὸν καταδεξάμενος φυλάσσειν· ἵνα τὰς πάντων χεῖρας χρήσηται πρὸς τὸν φόνον.

Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μά μου.

Ἀθανασίου. ταῖς πολλαῖς ὡς εἰπεῖν χερσὶν, ὧν αὐτὸς τὰ ἱμάτια, τὸν Στέφανον λιθάζων.

Δεικνύντος ἦν τοῦτο, ὅτι οὐκ ἀπόλλυται, καὶ διδάσκοντος αὐ- τοὺς.

Σημειωτέον ὅτι τὴν ψυχὴν τὸ πνεῦμα καλεῖ.

Τοῦ ἁγίου Κυρίλλου Εἰσ τὸ “Πατὲρ εἰσ χεῖράσ εου Παρατίθημι Τὸ πνεῦμά μου.” Μέγα πάλιν καὶ ἐξαίρετον ταῖς ἡμετέραις ψυχαῖς, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα· καὶ κεκαινοτόμηκεν ἡμῖν, τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν [*](i Leg. δείξη,.)

131
σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος, Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά μου. Καὶ ὁ μακάριος δὲ γράφει Πέτρος· ὥστε καὶ πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς.

Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῆ ἀναιρέσει αὐ- του.

Τοῦ αὐτοῦ. Ὥσπερ γὰρ ἀπολογούμενος ὅτι οὐδὲ τὰ πρότερα ἢν θυμοῦ, φησὶ, “Κύριε·” καὶ βουλόμενος αὐτοὺς ταύτῃ τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον.

Τοῦ αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς θεὶς τὰ γόνατα· ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ δεσπότης.

Ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστοματίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχεῖς τὰ Ἰουδαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελιθοβολεῖτο.

Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ χριστοῦ ταῦτα πάσχων, οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει αὐτοῖς τὸν ἔρωτα.

Τοῦ αὐτοῦ. ΑΥΤΟΥ. Τί οὖν οὐκ ἔστησεν αὐτοῖς τὸ ἁμάρτημα, ἀλλ’ ἀφήθη φησίν; εἰ μετενόησαν ἀφήθη· καὶ γὰρ ὁ μυρίαις βάλλων αὐτὸν χερσὶ, καὶ διώξας τὴν ἐκκλησίαν Παῦλος, τῆς ἐκκλησίας προστάτης ἐγένετο.

132

i Περὶ διωγμοῦ τῆς Ἐκκλησίας καὶ ταφῆς Στεφάνου.

Ἐγένετο δὲ ἐν ἐκείνη τῆ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις.

Τοῦ Χρυσοστόμου. Ὄρα πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι· ὅρα καὶ παρατήρει ὅπως οἰκονομεῖται τὰ πράγματα· ἐθαυμάσθησαν διὰ τὰ σημεῖα· μαστιχθέντες οὐδὲν ἔπαθον· κατέστησαν ἐπὶ τῶν χειρῶν, ἠύξανε ὁ λόγος· πάλιν συγχωρεῖ κώλυμα μέγα γενέσθαι καὶ διωγμὸς οὐχ ὁ τυχών. ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους· καὶ ἅμα δείκνυται ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι, οἱ φεύγοντες· ἵνα μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνῃ κατώρθουν, καὶ ἐδιώκοντο, καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι.

Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν Ἀποστόλων.

Τοῦ αὐτοῦ. τοῦτο οἰκονομία ἦν. ὡς μηκέτι λοιπὸν ἐν Ἱεροσολύμοις πάντας καθῆσθαι, ἀδεῶς δὲ ἐπεμίγνυντο τῇ Σαμαρείᾳ λοιπὸν οἱ ἀκούοντες “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε πλὴν τῶν φησὶ, καὶ ταύτῃ προσάγεσθαι βουλόμενοι τοὺς Ἰουδαίους, ἀλλὰ μὴ καταλείψειν τὴν πόλιν, καὶ ἑτέροις γενέσθαι θράσους αἴτιοι.

Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς,

Τοῦ αὐτοῦ. ΑΥΤΟΥ. Εἰ εὐλαβεῖς ἦσαν, διατί κοπετὸν ἐποίησαν; οὔπω ἦσαν τέλειοι· ἐπίχαρις ἦν ὁ ἄνθρωπος, καὶ τοῦτο δείκνυσιν ἀνθρώπους ὄντας, οὐχὶ ὁ φόβος μόνον ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός· τίς οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον καὶ ἀρνειὸν λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν; ἱκανὸν αὐτοῦ ἐπιτάφιον εἶπεν ὁ Εὐαγγελιστὴς τὴν φωνὴν ταύτην, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.”

Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ.

Διδύμου. Ὥσπερ οὐ πᾶν κέρδος ἀποδέχεσθαι δεῖ, ἣ μόνον τὸ πρὸς τὴν κυρίως ὠφέλειαν συντελοῦν· οὕτως οὐκ ἐπὶ πάσῃ ζημίᾳ ἢ συμφορᾷ δυσχεραίνειν χρὴ, ἀλλ’ ἐπὶ μόνων τῶν βλαπτόντων [*](i Notandum est neque in nostro Codice neque in Coislin. apparere tit. Cap. H. quod Œcum. orditur ab Ἰουδαίων ἐπανάστασις καὶ συκοφαντία περὶ Στεφάνου.)

133
ψυχήν· ἐπεὶ τοίνυν καὶ ὁ Στέφανος σὺν ἀνθρώποις πρὸς θεοσέβειαν τοῖς ποθοῦσιν αὐτὴ πολὺ συνεβάλετο· ἀκόλουθον ἦν ἐπὶ τῇ ἀναιρέσει αὐτοῦ, ἀνιαρῶς φέρειν στερηθέντας ἀνδρὸς τοιούτου, οὐ μὴν δὲ ὅτι τούτῳ κοπετὸς μέγας γέγονε τῶν ὑστερηθέντων αὐτοῦ, ἀναγκαῖον ἐστὶ καὶ ἐπὶ θανάτῳ τῶν τυχόντων, κἂν ἄλλως φιλτάτοις ὦσιν, ὀλοφύρεσθαι, λυπουμένους πέρα τοῦ μέτρου· τύπον γὰρ καὶ περὶ τούτων δίδωσιν ὁ Σωτῆρ’, μέχρι τοῦ δακρύσαι ἐπὶ τῷ ἀγαπωμένῳ Λαζάρῳ τεθνηκότι ἔφθασεν.

Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἵκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν· οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον,

Τοῦ ΧΡΥΣΟΣΤÓMΟΥ. Πολλὴ ἡ μανία τὸ καινὸν αὐτὸν εἶναι, καὶ εἰς τοὺς οἴκους εἰσιέναι· τὴν γὰρ ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόμου· “συρὼν k,” φησὶν, “ἄνδρας καὶ γυναῖκας.” ὅρα καὶ τὴν παρρησίαν καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν· τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς· ἀπὸ γὰρ τῆς σφαγῆς ταύτης θρασύτερος γέγονεν.

Τοῦ Αὐτοῦ. Ἐνίσχυσε, φησὶν, ὁ διωγμός· ἀλλὰ τότε μάλιστα προκατεχομένους ἐξείλετο· ἐπετείχισε γὰρ αὐτοῖς τὰ σημεῖα· οὐδὲ ὁ θάνατος Στεφάνου ἔσβεσεν αὐτῶν τὸν θυμὸν, ἀλλ’ ἐπέτεινε μᾶλλον· ἐσκόρπισε τοὺς διδασκάλους, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν· καὶ χαρὰ ἦν· καίτοι κοπετὸς ἦν μέγας· ἀλλ’ ὅρα πάλιν τὰ χρηστά. ἱκανοῦ χρόνου τὸ νόσημα ἦν, ἀλλ’ οὗτος αὐτοὺς ἐξείλατο. πῶς δὲ καὶ τὸν Σίμωνα ἐβάπτισεν; ὥσπερ καὶ τὸν Ἰούδαν ὁ Χριστὸς ἐξελέξατο.

* Περὶ Φιλίππου τοῦ Ἀποστόλου πολλοὺς ἰασαμένου ἐπὶ τῇ Σαμαρεῖᾳ.

Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.

Ἰσιδώρου ἐξ ἐπιστολῆσ υμζ. Οὐχ ὁ Φίλιππος [*](k Cod. εὑρὼν.)

134
ὁ ἐν τοῖς δώδεκα καταλεγόμενος, ἀλλ’ εἷς τῶν ἑπτὰ τῶν μετὰ τοῦ ἀριστέως καὶ ἀρχιστρατήγου τῶν καλλινίκων μαρτύρων Στεφάνου ἐπιλεγεὶς πρὸς τὴν τῶν χηρῶν οἰκονομίαν· οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ τὸν Σίμωνα κατηχήσας.

Τοῦ Αὐτοῦ. ἐξ ἐπιστολῆσ ΥΜΗ. ᾿Επειδὴ καὶ μαρτυρίαν ζητεῖς τοῦ πράγματος γραφικὴν, ἄκουε τοῦ παναρίστου Λουκᾶ ἐν ταῖς Πράξεσι γεγραφότος· ἀναιρεθέντος Στεφάνου διωγμὸς ἐγένετο μέγας ἐπὶ τὴν ἐκκλησίαν· “πάντες δὲ διεσπάρησαν κατὰ τῆς χώρας τῆς ᾿Ιουδαίας καὶ τῆς Σαμαρείας, πλὴν τῶν Αποστόλων·” ὡς δῆλον εἶναι ὅτι ὁ Ἀπόστολος Φίλιππος σὺν τοῖς ἄλλοις ᾿Αποστόλοις ἐπὶ Ἰεροσολύμων κατέμεινεν.

Τοῦ Αὐτοῦ. ἐξ ἐπιστοκῆσ ΥΜΗ. Τῶν Ἀποστόλων μόνων ἐν Ἰεροσολύμοις περιλειφθέντων, καὶ πάντων τῶν λοιπῶν μαθητῶν, ἄλλου ἀλλαχοῦ ἐνδιασπαρέντος, ἐν τοῖς διασπαρεῖσιν ἦν καὶ οὗτος ὁ Φίλιππος, ὁ καὶ τὸν Σίμωνα κατηχήσας ἐν Σαμαρείᾳ, καὶ τὸν εὐνοῦχον κατὰ θεῖον χρησμὸν βαπτίσας· ὑπὸ τοῦ Πνεύματος Κυρίου εἰς Ἄζωτον μὲν εὑρέθη· πρὸς δὲ Καισάρειαν ὥρμησε τὴν αὐτὸν ἐνεγκοῦσαν· τῆς γὰρ ἐπὶ Στεφάνου λύπης πειρασθεὶς, καὶ ἴσως δείσας μὴ τῶν ὁμοίων μετάσχῃ, ἐπαλινόστησεν οἴκαδε.

ΕΞ ἐπιστολῆσ ΥΝ. Ἐπειδὴ πολλῶν ἀποδείξεων ἐρᾶς, ἰδοὺ καὶ ἑτέρα. Φίλιππος μὲν ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ μαθητευθέντας· Πέτρος καὶ Ἰωάννης οἱ Ἀπόστολοι καταβάντες ἀπὸ ῾Ιεροσολύμων πρὸς αὐτοὺς, τὴν τοῦ Πνεύματος χάριν παρέσχοντο· εἰ δὲ ὁ βαπτίσας εἷς τῶν ᾿Αποστόλων ἐτύγχανεν, εἶχεν τὴν αὐθεντείαν τῆς τοῦ Πνεύματος δόσεως· βαπτίζει δὲ μόνον ὡς μαθητὴς· τελειοῦσι δὲ τὴν χάριν οἱ Ἀπόστολοι, οἷς ἡ τῆς τοιαύτης δόσεως αὐθεντεία ἐδέδοτο.

Πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλη ἐξήρχοντο.

Τοῦ Χρυσοστόμου. τοῦτο γὰρ σημεῖον φανερὸν, ὅτι οὐχ ὡς οἱ μάγοι ἐποίουν· ἴσως γὰρ ἐκεῖνος ἐδέσμει.

Πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.

Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι.

135

Περὶ Σίμωνος τοῦ Μάγου πιστεύσαντος καὶ βαπτισθέντος m σὺν ἑτέροις πλείοσιν.

Ἀνὴρ δέ τις ὀνόματι Σίμων, προὐπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν.

Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας ἀνῃρέθη εἰς ἑτέρων σωφρονισμὸν, καὶ οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν, οὕτω καὶ νῦν. Τοῦ Αὐτοῦ. Ὅρα καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος “λέγων εἶναι τινα ἑαυτὸν.

Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἐκ Τοῦ Β΄ Λό- του τοῦ Παναρίου. Ὁ Σίμων οὗτος ὑπεκορίσατο τοὺς καὶ αὐτὸς δὲ τοῖς ἄλλοις ὁμοίως ὑπὸ Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν· οἱ δὲ πάντες χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν μεγάλων Ἀποστόλων παρουσίαν, καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον Πνεῦμα Ἅγιον· ἐπειδήπερ ὁ ᾿Απόστολος] Φίλιππος Διάκονος ὢν, οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας, τοῦ δι’ αὐτῆς διδόναι Πνεῦμα Ἅγιον.

Ὦι προσεῖχον ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.

Τοῦ Χρυσοστόμου. Καὶ ἐπληροῦτο τὸ παρὰ τοῦ εἰρημένον· ὅτι ἐλεύσονται ψευδόχριστοι καὶ ψευδαπόστολοι ἐπὶ τῳ ὀνόματι μου.

Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. ὅτε δὲ ἐπίστευσαν τῶ Φιλίππω εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τὲ καὶ γυναῖκες.

Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ δεῖ μὲν πλησιάζειν μάγοις· πλὴν εἰ ἀπατηθείς τις ἐποίησεν, ἀφιστάσθω ταχέως· ἡ γὰρ ἐπιμονὴ ἡ ἐν τοῖς κακοῖς εἰς ἔκστασιν ἄγει φρενῶν, ὥστε μὴ συνιέναι τὰ γινόμενα διακρῖναι.

[*](m Ita Cod. Coisl, et Œcum. ἀνελθόντος Cod. Ν. C.)
136

Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπ’ ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας, ἐξίστατο. ἀκούσαντες δὲ οἱ ἐν Ἰεροσολύμοις Ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην.

Τοῦ Χρυσοστόμου. Οὐ πίστεως ἕνεκεν, ἀλλ’ ὥστε γενέσθαι τοιοῦτος.

Οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον, οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. τότε ἐπιτίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.

Τοῦ Χρυσοστόμου. Σημείων μεγάλων γινομένων, πῶς Πνεῦμα οὐκ ἔλαβον; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὐκ ἔλαβον. Καὶ μετ’ ὀλίγα—Ὅτι γὰρ τοῦτο ἦν, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα πῶς ἰδὼν ὁ Σίμων προσῆλθε τοῦτο αἰτῶν. Καὶ μετ’ ὀλίγα—Διατί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα Ἅγιον; ἤτοι τοῦ Φιλίππου τιμῶντος τοὺς Ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον· ἤτοι τῶν ἑπτὰ ἢν, ὅπερ μᾶλλόν ἐστιν εἰπεῖν· ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἰναι ὁ Στεφάνου δεύτερος, ὁ δὲ τοῦ εὐνούχου τῶν Ἀποστόλων εἶναι· ὅρα δὲ ἐκεῖνοι οὐκ ἐξήεσαν. ᾠκονομήθη τούτους ἐξελθεῖν· καὶ ἐκείνους ἑτέρως διὰ τὸ Πνεῦμα τὸ Ἅγιον. δυνάμεις γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὴ καὶ Πνεῦμα διδόναι ἑτέροις· τοῦτο ἦν τὸ τῶν Ἀποστόλων ἐξαίρετον· καὶ ὅρα τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς ἀλλὰ Πέτρον.

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Ἰωάννην Στρατιώτην ἔπιστολῆσ. Καὶ ὁ τελείαν δοὺς τῷ εὐνούχῳ Φίλιππος διὰ τοῦ ἁγίου βαπτίσματος, τούτοις ἔδοξε μὴ τελείαν διδόναι, λόγοις ἀρρήτοις τισὶ τοῦ Θεοῦ τὰ τοιαῦτα προοικονομοῦντος· ἵνα καὶ τὰ μετὰ ταῦτα ἀναφύεσθαι μέλλοντα διά τινας αἰτίας ἀτελῆ βαπτίσματα, πρὸς τέλειον ἀποκαθίστασθαι δόξῃ, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος δόσεως, ἣν τὸ χάρισμα χαρίζεται.

137

Ἀμμωνίου Πρεσβυτέρου. ᾿Εζήτησε τίς τοῦτο· διατὶ ὁ Φίλιππος οὐκ ἐποίησε τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας μετασχεῖν Πνεύματος Ἁγίου; πρὸς ὃν δεῖ ἀπολογήσασθαι Θεοῦ χάριτι· ὅτι εἰ καὶ τὴν ἀρχὴν ὅτε ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ ὁ Φίλιππος, οὐδεὶς ἔλαβε Πνεῦμα Ἅγιον· ἀλλ’ οὖν ὕστερον μετὰ τὸ εὔξασθαι Ἰωάννην καὶ Πέτρον, δέδωκε διὰ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως τὸ Ἅγιον Πνεῦμα τοῖς βαπτισθεῖσι· κοινῷ γὰρ ὀνόματι καὶ ἀορίστῳ εἶπεν ἡ γραφὴ, ὅτι διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐπιτιθεμένων ἐπὶ τοῖς πιστοῖς, ἐπέλαμψεν ἡ τοῦ Πνεύματος χάρις· οὐκ εἶπεν ὅτι διὰ μόνου Πέτρου καὶ Ἰωάννου, ἀλλ’ ἀπροσδιορίστως εἰπὼν συμπεριέλαβε καὶ τὸν Φίλιππον· ἔπειτα δὲ οὐχ ὡς εὐτελὴς ἣ ἀνάξιος ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα ἐπὶ τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας, ὁπότε καὶ αὐτὸς ἀνεγράφη σημεῖα πεποιηκὼς ἐν ἰάσεσι νόσων καὶ ἐκβολαῖς δαιμόνων· ἀλλ’ ὅτι οὐκ ηὔξατο τοῦτο αὐτοῖς ὑπάρξαι, οὕτω πολλάκις λογισάμενος εἶναι τέως αὐτοῖς συμφέρον, ὡς ἀκμὴν μὴ οὖσιν ἐπιτηδείοις πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν.

Ὡς ὁρᾶς γὰρ ὁ Σίμων ὁ βαπτισθεὶς ὑπ’ αὐτοῦ, ἀκμὴν τὰ τῆς σαρκὸς φρονῶν ᾔτει τὸν Πέτρον διὰ χρημάτων δόσεως λαβεῖν ἐξουσίαν, ᾧ ἃν θέλῃ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως δοῦναι Πνεῦμα Ἅγιον· ὃν ἀπεσείσατο Πέτρος, ἐπιτρέψας αὐτῷ μετανοῆσαι, εἴπως ἄρα συγχωρηθείη αὐτῷ· διὰ δὲ τοῦτο εἶπεν “εἰ ἄρα “ἀφεθήσεταί σοι·” ἵνα διὰ τοῦ ἀμφιβόλου καταστήσῃ αὐτὸν ἐν φόβῳ, καὶ μετὰ δακρύων καὶ σπουδῆς ἐπιζητήσῃ τὸν Θεόν· πλὴν ὅμως κἀκεῖνο ἔστι στοχάσασθαι, ὅτι διὰ τοῦτο εἶπεν ὁ Πέτρος τοῦτο, ἐπειδὴ ἐδόκει ὁ Σίμων ἀσύγγνωστα ἡμαρτηκέναι ὡς εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσας, διότι δώροις ἐνόμισε τὸν Θεὸν πείθειν· ἣ ὅτι ἐνόμισε τοὺς Ἀποστόλους τοὺς πλήρεις Πνεύματος χρημάτων ἡττᾶσθαι, καὶ ἐνυβρίζειν δι’ αὐτῶν τὸ Πνεῦμα, εἴγε ἐν τοιούτοις ἀνθρώποις ἐνοικεῖ τὸ θεῖον Πνεῦμα τοῖς χρήμασι καταδουλουμένοις. ἔπειτα δὲ κἀκεῖνο πάλιν εἰπεῖν δεῖ, ὅτι τὰ πολλὰ ὁ Φίλιππος ἔπραττε νυττόμενος ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδὲν ἐποίει ἀφ’ ἑαυτοῦ· μὴ προτρεπομένου αὐτὸν τοῦ Πνεύματος ἣ ἀγγέλου, ὡς ἐν τοῖς ἑξῆς εὑρήσεις λέγουσαν τὴν γραφήν· “ἄγγελος “δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων, ἀνάστηθι·” καὶ πάλιν· “εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε·” εἶκος οὖν ὅτι μὴ

138
νυχθεὶς ὑπὸ τοῦ Πνεύματος εὔξασθαι καὶ ἐπιθεῖναι αὐτοῖς τὰς χεῖρας, οὐκ ἐπεχείρησεν ἀφ’ ἑαυτοῦ τοῦτο ποιῆσαι· ἀλλ’ ἀνέμεινε τὴν ἄνωθεν κρίσιν· ὁ δὲ Πέτρος καὶ Ἰωάννης θερμότεροι ὄντες καὶ παρρησιαστικώτεροι ἠνύξαντο Πνεύματος μετασχεῖν τοὺς αμετόχους· οἱ δὲ δύο πλείω τοῦ ἑνὸς ἐνεργοῦσιν εἰς εὐχήν· ἐν μέσῳ γὰρ δύο ἣ πλειόνων συναχθέντων ἐπὶ τῷ ὀνόματι τοῦ Θεοῦ Ἰησοῦ, εὑρεθήσεται ταχύτερον. Ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα· ὅτι Διάκονος ἦν μόνον, παρὰ τῶν περὶ Στέφανον προβληθεὶς, οὐ μὴν καὶ Πρεσβυτέρου εἶχεν ἀξίαν ἣ Ἐπισκόπου, ὡς οἱ μαθηταὶ τοῦ Κυρίου· ὅτι δὲ Διάκονος ἦν μαρτυρεῖ ὁ Παῦλος ἐν τοῖς Κανόσιν οὐ μόνον περὶ αὐτοῦ ἀλλὰ καὶ περὶ Ἀνανίου, ὃς ἐβάπτισεν αὐτὸν τὸν Παῦλον, οὐκ ἰδίᾳ αὐθεντίᾳ, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ προτραπέντος τοῦτο ποιῆσαι· καὶ πῶς φησὶ, Διάκονος ὢν ἐβάπτισε; πρῶτον μὲν διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ· ὥσπερ τὸ πλεῖστον γὰρ μόνος ἦν, διὰ τὸν γεγονότα διωγμὸν διασπαρέντων πάντων· ἔξεστι δὲ ἐν ἀνάγκῃ καὶ τῷ Διακόνῳ βαπτίζειν, ἀπορίᾳ Πρεσβυτέρου, καθὼς αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε· προτρεψαμένου αὐτὸν ἐπὶ τῷ πλησιάσαι τῷ εὐνούχῳ, καὶ πάλιν καὶ ἐξ αὐτοῦ τοῦ εὐνούχου προτραπείς· εἰ δὲ μὴ ἦν θέλημα Θεοῦ ποιῆσαι, οὐκ ἂν μετὰ τὸ βάπτισμα τῇ τῶν χειρῶν ἐπιθέσει ἐπιφοιτᾶ δι’ εὐχῆς ἐπὶ τοὺς βαπτιζομένους εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τὸ Ἅγιον Πνεῦμα· διὸ καὶ μέχρι νῦν οὕτως ἡ τάξις φυλάττεται.

οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλ’ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ Ἁγίου Πνεύματος δίδοται.

᾿Ιδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ᾿Αποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἃν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον.

Τοῦ Χρυσοστόμου. Οὐκ ἃν εἶδεν εἰ μή τι αἰσθητὸν ὥσπερ καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. ὅρα τὴν μιαρίαν τοῦ Σίμωνος· χρήματα διατί προσήνεγκε; καίτοι οὐκ

139
εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· καὶ οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν· διὰ τοῦτό φησι “οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῶ,” καὶ τὰ ἑξῆς.

* Περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος.

Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγω τούτῳ.

Τοῦ Αὐτοῦ. Ἐπειδὴ οὐκ εἰς δέον αὐτῷ κέχρησαι· οὐκ ἔστι ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἃν εἴποι, εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα.

Φεοφίλου ἐπισκόπου Ἀλεξανδρείασ. Τὰς ἐκκλησιαστικὰς χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ ῾Ιεροβοὰμ κακὰ, ἵνα μὴ μελέτη καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν.

Ἡ γὰρ καρδία σου οὐκ ἐστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ.

Τοῦ Χρυσοστὀμου. Πάλιν τὰ ἐγκάρδια εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζεν· ὁρᾶς ἀπὸ τῆς κακίας πάντα πράττοντα.

Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.

Εξ ἀνεπιγράφου. Δείκνυται δὲ ὡς ἡ μετάνοια ἱκανὴ ἁμαρτίαν νικῆσαι διὰ τὸν χαίροντα ἐπὶ τῇ μετανοίᾳ Θεόν· τὸ δὲ ἄρα προσκείμενον διδάσκει, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα γίνεται τῆς μετανοίας τοῖς εἰς αὐτὸ τὸ θεῖον ἐξαμαρτάνουσιν· εἰς ὃ καὶ Σίμων ἥμαρτεν, ἀργυρίου ὑπακούειν εἰς τὰς ἐνεργείας τὸ Πνεῦμα τὸ Ἅγιον ἡγησάμενος.

Διδύμου. Προαιρετικὴ τροπὴ ἣ πίπτει εἰς μόνον τὸν δεκτικὸν ἀρετῆς καὶ κακίας· ὁ δὲ κατὰ τοὺς μύθους τῶν αἱρετικῶν φύσει κακὸς ὢν ἄνθρωπος, οὐκ ἔστι δεκτικὸς τῆς κατὰ βούλησιν μετα-

140
βολῆς· ὅθεν παρέλκει τὸ “μετανόησον” λεγόμενον τῷ Σίμωνι ἐκ κατασκευῆς ὄντι κακῷ κατὰ τοὺς ἐκείνων μύθους· ἀλλ’ οὐ ματαίως εἴρηται τὸ “μετανόησον οὖν·” αὐτεξούσιος ἄρα καὶ αὐτός· τούτου δὲ μὴ ὄντος φύσει κακοῦ, ἣ ἐπιτεταμένην κακίαν ἔχοντος· οὐδ’ ἄλλος τις εὑρεθείη τοιοῦτος.

Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.

Τοῦ Χρυσοστόμου. Πολλοῦ θυμοῦ τὰ ῥήματα· ἄλλως δὲ οὐκ ἐκόλασεν αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ῄ· ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ· ἵνα μὴ καὶ τὰ τῆς μετανοίας εἰσαγάγῃ, ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “δεήθητε ὑμεῖς “ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ Τοῦ Πρὸσ Τοὺσ Λεγομένουσ Καθαροὺσ Λόγου Γ. Πρὸς οὖν τὴν προυποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας “διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ “λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ “Θεοῦ·” καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκῳ· θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ “τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεται σοι “ἡ ἐπίνοια τῆς καρδίας σου·” μέγα γάρ σοι καὶ τοῦτο· καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, “μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια “τῆς καρδίας σου· σου·” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι τὰ δυσίατα πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τὸ “μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “τοῦ Κυρίου·” ἀλλ᾿ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “εἰ ἄρα ἀφεθήσεται σοι ἡ ἐπί-

141
“νοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον “ἀδικίας ὁρῶ σε ὄντα· καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Ἀποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· “δεήθητε ὑμεῖς ὑπὲρ “ἐμοῦ πρὸς τὸν Κύριον·” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ὅπως “μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε· οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος ᾿Απόστολος, οὔτ’ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ υποθέμενος καὶ εἰπών; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον.

᾿Αποκριθεὶς δὲ ὁ Σίμων εἶπε, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν n ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρή- κατε.

Τοῦ Χρυσοστὀμου. Καὶ τοῦτο ἀφωσιωμένως ἐποίει· δέον κλαῦσαι καὶ πενθῆσαι “εἰ ἄρα ἀφεθήσεται σοι· οὐχ ὡς συγχωρηθέντος ἃν αὐτῷ εἰ ἔκλαυσεν, ἀλλ’ ἔθος καὶ τοῖς προφήταις τοῦτο ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσης, συγχωρηθήσεταί σοι· ἀλλ’ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερὰ ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε- γομενος.

Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόλον τοῦ Κυρίου.

Τοῦ Χρυσοστομου. Ἴσως διὰ τὸν Σίμωνα, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἀσφαλεῖς ὦσιν.

[*](n μὴ Cod.)
142

῾Υπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.

Τοῦ Αὐτοῦ. Διατί πάλιν ἄπεισιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβά- νοῦσιν.

Ὅτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν ο, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως.

Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη.

Τοῦ Αὐτοῦ. Ἐμοὶ δοκεῖ τῶν ἑπτὰ οὗτος εἶναι, οὐ γὰρ ἃν ἀπὸ Ἰεροσολύμων πρὸς μεσημβρίαν ἀπῄει ἀλλὰ πρὸς ἄρκτοι ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατὶ; ἀλλ’ “ἀναστὰς ἐπορεύθη·” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπάνιον ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ’ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλοφύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον.

Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱεροtκταλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν ῾Ησαΐαν τὸν προφήτην.

Τοῦ Αὐτοῦ. Μεγάλα ἐγκώμια τούτου, εἴγε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὣν, ἤρχετο προσκυνήσων εἰς ᾿Ιεροσόλυμα· καὶ πολλὴ ἡ σπουδὴ, ὅτι γε καθήμενος ἐπὶ τοῦ ὀχήματος [*](ο εὐοδοῖ τὴν σωτηρίαν ὁ Θεὸς Œcum.)

143
ἀνεγίνωσκε· καὶ ὅρα ἐν ποιῷ καίρῳ· ἐν τῷ χαλεπωτάτῳ καύ- ματι.

᾿ΕΞ Ἀνεπιγράφου. Ἐνταῦθα πεπλήρωται ἡ προφητεία ἡ “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν· οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν Ρ· “Αἰθίοπες τοὺς βασιλέων πα- “τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ’ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν· “ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην.

Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν τὸν προφήτην·

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Καὶ τοῦτο αὐτοῦ τῆς φιλοσοφίας· τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν, τῶν ἄλλων ὄντα ὑψηλότερον· οὐχ ἁπλῶς ὡς ἔτυχεν αὐτῷ διηγεῖται ἀλλ’ ἡμέρως.

Σευήρου. Ἐν χερσὶ μὲν ἱστόρηται φέρειν ᾿Ησαΐου τοῦ προφήτου βιβλίον· καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατὴς, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν Φίλιππον αὐτῶ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγωγίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγεκεκρυμμένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι’ ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτότοκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται.

Καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ

144
εἶπεν, πῶς γὰρ ἃν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πάλιν εὐλάβειαν, ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν· εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει.

Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἢν ἀνεγίνωσκεν, ἦν αὕτη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

Εἰρηναίου. τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν “Χριστόν·” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αἰθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ “ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πὼς οἰκονομεῖται· πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν μαρτυρίαν· ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις, καὶ ἡ δωρεά. Καὶ μετ’ ὀλίγα— Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ’ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν ὅτι καὶ οἲδε ταῦτα, καὶ βούλεται διδάξαι.

ΚΥΡÍΛΛΟΥ. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. ἀποφέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπρᾶχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “τὴν γενεὰν αὐτοῦ τίς “διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ

145
ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὑπάρξις τοῦ μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὔπω κἀς ἡμᾶς γενόμενος.

Φεοδώρου ἩΡΑΚΛΕÍΑΣ. Τὸ ἑκούσιον τοῦ Σωτῆρος ἐν πειρᾷ τῶν οἰκονομουμένων σημαίνεται· ὡς γὰρ πρόβατον ἀγόμενον εἰς θυσίαν ἣ ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν, ἀνάγκῃ τε δαμαζόμενα οὐδὲ βληχᾶσθαι τὸ ἐνδόσιμον ἔχει, οὕτως αὐτὸς ἑκὼν ἐν τῷ πάσχειν ἀπεσιώπα.

Ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

Τοῦ Αὐτοῦ. τὴν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτῷ γενομένην δηλοῖ τῆς ἀληθείας κρυβείσης.

Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;

Τοῦ Αὐτοῦ. τὴν μετὰ τὴν ἀνάστασιν γενομένην δόξαν, καὶ τὴν ἐν γένει αὐτοῦ ἀξίαν, ἣν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, τίς ἔσται ἱκανὸς λόγῳ φράσαι; αὐτοῦ μὲν θανάτῳ ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν χάριτι αὐτοῦ ζωοποιουμένων καὶ πίστει λυτρουμένων.

Εὐσεβίου ΚΑΙΣΑΡΕÍΑΣ. Διελθὼν αὐτοῦ τὰ πάθη τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν, ἐπιλέγων “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ, τίς ὣν καὶ ποῖος, καὶ ἐκ Θεοῦ γεγενημένος μονογενὴς Υἱὸς ταῦτα πάντα ὑπέστη.

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἀπὸ ΛÓΓΟΥ Μϛ. Ἦν γὰρ ὁ αὐτὸς καὶ ἀγενεαλόγητος ὡς Θεὸς, καὶ κατὰ σάρκα γένος ἐπιγραφόμενος.

Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

Τοῦ Αυτοῦ ἐκ τοῦ ΠΡÒΣ ᾿ΙΟΥΛΙΑΝÒΝ ΣΥΝΤÁΓΑΜΑΤΟΣ. Τοῦ γὰρ εἰς θάνατον ἑκουσίως καταβεβηκότος ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωή· καὶ μετεωρίσθη καὶ διήλασε καὶ ὑπερανέβη τοὺς οὐρανοὺς, ὅτι βασιλεὺς ὑπῆρχε τῆς δόξης, καὶ ἡ αὐτοκαταφύσιν ο ζωὴ, καὶ κύριος τῶν δυνάμεων, καὶ θρόνον ἔχων τὸν ἀνωτάτω· καθὰ καὶ αἱ δυνάμεις αἱ ἐν οὐρανοῖς ἐπέγνωσάν τε καὶ ὡμολόγησαν· ἣ καὶ διὰ τὴν περὶ ἡμᾶς οἰκονομίαν, καὶ τὴν ἑκούσιον κένωσιν τῆς κατὰ τὸ [*](ο Sic.)

146
πάθος ἐπὶ γῆς ἀτιμίας καὶ ἀδοξίας ἠνέσχετο· τοῦτο διδούσης εὐλόγως αὐτῷ τῆς καθ’ ὑπόστασιν αὐτῷ καὶ ἀδιαιρέτως ἡνωμένης σαρκός· περὶ ἣν τὸ πάθος καὶ ἡ ἐντεῦθεν ἀτιμία συνέβαινε· κατὰ Θεοῦ μὲν τολμωμένη τοῦ σεσαρκωμένου, ψαῦσαι δὲ μηδὲ δυναμένη τοῦ ἀπαθοῦς, ὅπερ ἀδύνατον.

Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Τὸ ὅλως εἰδέναι ὅτι ἄλλως καὶ περὶ ἄλλων λέγουσιν οἱ προφῆται, ἣ ὅτι περὶ ἑαυτῶν ἑτέρῳ προσώπῳ διαλέγονται, σφόδρα περιεσκεμμένη ἐστὶν ἡ ἐρώτησις.

Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτι- σθῆναι;

Διδύμου. Ἐπιστατέον ὡς πολλὴ σπουδὴ ὑπῆρχε τοῖς χριστιανίζουσι περὶ τὸ αἰσθητὸν βάπτισμα· διττοῦ γὰρ ὄντος τούτου διδομένου ὅτε μὲν δι’ ὕδατος, ὅτε δὲ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· οὐ διὰ τὴν ὑπεροχὴν τοῦ ἐν Πνεύματι βαπτίσματος κατεφρόνουν τοῦ σωματικωτέρου· συμβάλλεται γὰρ καὶ τοῦτο εἰς σωτηρίαν, κατὰ τὴν ἀνάστασιν τοῦ σώματος. ἔστι δὲ διὰ τῆς προκειμένης βίβλου τῶν Πραξέων τῶν Ἀποστόλων πολλὰ θηρεῦσαι παραστατικὰ τοῦ χρησίμου τοῦ ἐξ ὕδατος βαπτίσματος.

Εἶπε δὲ αὐτῷ, εἰ πιστεύεις ἐξ ὅλης καρδίας σου ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν Χριστόν· καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν· ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Ἅγιον ἐπέπεσεν ἐπὶ ’τον εὐνοῦχον.

Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὁρᾶς ὅτι τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης τὸ πᾶν εἶχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν

147
ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· εἰ δὲ πολλὴν τὴν ἐπιθυμίαν δείκνυσιν, μὴ θαυμάσῃς· αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε.

Ἄγγελος δὲ Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν οδὸν αὐτοῦ χαίρων.

Τοῦ Αὐτοῦ Ὅρα προθυμίαν, ὅρα ἀκρίβειαν.

Τοῦ Αὐτοῦ Διατί ἥρπασεν αὐτόν; τὸ γενόμενον θαυμασιώτερον ἐδείκνυτο· καὶ τότε οὐκ ἤδει· ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο· “ἐπορεύετο γάρ,” φησι, “χαίρων.”

Τοῦ Αὐτοῦ Ἵνα θεῖον δειχθῇ τὸ γινόμενον· ἵνα μὴ νομίσῃ ὅτι ἄνθρωπος ἐστὶν ἁπλῶς.

Διδύμου. Ἡ προκειμένη ἁρπαγὴ ἰσοδυναμοῖ τῇ Ηλιοῦ· καὶ ἐπεὶ ἁρπαγεὶς ὁ Φίλιππος ἐκ τόπου εἰς τόπον μετηνέχθη, ἀκόλουθον καὶ τὸν Ἡλίαν ἀναληφθέντα ἐκ τοῦ περὶ γῆν τόπου, εἰς ἕτερον χῶρον μετενεχθῆναι· κἂν ὅπου μὲν σημαίνηται τὰ ὀνόματα τῶν τόπων εἰς ἃ μετενέχθησαν, ὅπου δὲ μὴ σημαίνηται. οἱ ἁρπαγέντες καὶ ἀναληφθέντες, Φίλιππος μετὰ τὴν ἀρπαγὴν εὑρέθη εἰς Ἄζωτον· Παῦλος εἰς τρίτον οὐρανὸν καὶ ἕως τοῦ Παραδείσου μετατεθεὶς, ἤκουσεν ἀρρήτων ῥημάτων. Εἰς τοῦτο λήψῃ καὶ τὸν Ἀμβακούμ· καὶ αὐτὸς γὰρ μετεωρίσθη ὑπὸ ἀγγέλου ἐκ τῆς ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα· ᾿Ηλίας δὲ ἀνελήφθη μετενεχθεὶς οὐκ ἐν ὡρισμένῳ τόπῳ· εἴρηται γὰρ ἀναληφθῆναι αὐτὸν ὡς εἰς τὸν οὐρανόν· αὕτη δὲ ἡ λέξις δηλοῖ ὅτι οὐκ εἰς τὸν οὐρανόν· οὐ μὴν ποῦ γέγονεν ὁρίζει. συμφώνως τοῖς εἰρημένοις καὶ Ἑνὼχ μετατεθεὶς ἐκ τόπου εἰς τόπον γέγονε· σαφῶς γὰρ τοῦτο παρίσταται ἐκ τοῦ μετατεθεῖσθαι αὐτόν. Ἐπειδὴ δὲ οὐκ εἴρηται ποῦ ἐν ταῖς δεδημοσιευμέναις βίβλοις, ἐν ἀποκρύφοις λέγεται ὅτι ἐν τῷ Παραδείσῳ. Ἐὰν οὕτως ἔχῃ, συνεπίσκεψαι καὶ περὶ τοῦ Ἡλιοῦ, μὴ ἄρα τὸ ὡς εἰς τὸν οὐρανὸν ταὐτόν ἐστι τοῦ ἐν τῷ Παραδείσῳ· ἀναμφιβόλως δὲ περὶ τοῦ Σωτῆρος εἴρηται, ὡς μετὰ τὴν ἀνάστασιν εἰς τὸν οὐρανὸν ἀνελήφθη· πολλαὶ γὰρ μαρτυριαι εἰσι πέρι τουτου.

148

Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος, εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

Τοῦ Χρυσοστόμου. Οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ· συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος, καὶ ἐλύπησεν ἂν ἐκεῖνος ἀνανεύσας καὶ ἀρνησάμενος, οὔπω τοῦ καιροῦ ὄντος·

Τοῦ Χρυσοστóμου. Μέγα καὶ ὁ Φίλιππος ἐκέρδανεν· ἤκουε περὶ τῶν προφητῶν, περὶ ᾿Εζεκιὴλ, Ἀμβακοὺμ, καὶ τῶν ἄλλων, εἶδεν ἐπ’ αὐτοῦ γενόμενον· ἐντεῦθεν δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴγε ἐν Ἀζώτῳ εὑρέθη· ἐκεῖ αὐτὸν ἔστησεν, ἔνθα λοιπὸν καὶ εὐαγγελίζεσθαι ἔδει.

Περὶ τῆς οὐρανόθεν θείας κλήσεως Παύλου εἰς ἀποστολὴν o Χρίστου.

Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ Ἀρχιερεῖ, ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν, πρὸς τὰς συναγωγὰς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τὲ καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ῾Ιερου- σαλήμ.

Τοῦ Αὐτοῦ Ἀξίως εἶπε τὸν Παύλου ζῆλον, καὶ δείκνυσιν ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται, καὶ οὐδέπω κορεσθεὶς τῷ φόνῳ Στεφάνου· οὐκ ἐνεπλήσθη τῷ φόνῳ τῆς ἐκκλησίας καὶ τῆ διασπορᾷ. ἰδοὺ τοῦτο ἐπλήρου τὸ παρὰ τῷ Χριστῷ εἰρημένον· ὅτι “οἱ ἀπο- “κτένοντες ὑμᾶς δοξοῦσι λατρείαν προσφέρειν τῷ Θεῷ·” οὗτος δὴ οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι, μὴ γένοιτο· ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι· ἐκεῖνοι δὲ οὐκ ἂν οὔτε τῶν ἐν Ἰεροσολύμοις ἐφρόντισαν· ἑνὸς γὰρ ἦσαν μόνου τοῦ τιμῆς ἀπολαύειν· διατί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; μέγ’ ἄλη ἡ πόλις ἦν· βασιλικὴ ἦν· ἐφοβεῖτο μὴ ἐκείνη προκαταλήφθη· καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα· οὐ προσέρχεται τῷ ἄρχοντι ἀλλὰ τῷ ἱερεῖ.

[*](ο ἀποστολὴν Cod. Coisl. Ct Œcum. ἀπόστολον Cod. Ν. C.)
149

Τοῦ Αὐτοῦ ῾Υποκείσθω τοίνυν ὡς ἐν πίνακι ἡ ψυχὴ Παύλου· οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμον· οὐδὲν γὰρ βλασφημίας χεῖρον· ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζεν, καὶ εἶδεν οὐ παρὰ ῥαθυμίαν καὶ βλακίαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας· ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπίγνωσιν τὸν ζῆλον εἶχε· δίδωσιν αὐτὸ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν τὴν εἰκόνα ἀπέδειξε. λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε τὸν χρόνον, ἀλλ’ εὐθέως ἐφάνη τεχνίτης ἄριστος· καὶ πρῶτον δεικνύει τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λεῖπον σῶμα τῆς πολιτείας τῆς ἀκριβοῦς. Οἱ μὲν οὑν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς μετὰ πολλῆς τῆς ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβουμένων, ταραττόντων, οὗτος εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο· διὸ καὶ ἔλεγε· “θέατρον ἐγενήθημεν τῷ “κόσμῳ·” ἐν μέσῳ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου, τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Καὶ μεθ’ ἕτερα—Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον ἐὰν βουλώμεθα· οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν· διάτοι τοῦτο καὶ τὰ πρότερα ἀναγράφει τὰ ἐναντία τούτοις· ἵνα μαθὼν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον οὖν ὅτι Παῦλος βλάσφημος ἦν, καὶ διώκτης καὶ ὑβρίστης, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς· καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας μεθ’ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς ἐκκλησίας. Καὶ μετ’ ὀλίγα—Καὶ ἡνίκα εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας καὶ γυναῖκας, θορύβου καὶ ταραχῆς πάντα πληρῶν· ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, υἷος γέγονε· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προ-

150
αἱρέσεως ἐλευθερίᾳ ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλῦον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν η πονηρία.

Ἐκ τοῦ προτασσομένου προλόγου τῆσ βίβλου τοῦ Ἀποστόλου Παύλου P. Πρῶτος μετὰ τῶν στασιαζόντων ἑωρᾶτο· παν- ταχῆ σπουδάζων καθαιρεῖν τοὺς τῆς εὐσεβείας λογάδας· πολλάτε ἢν καὶ μεγάλα τὰ παρ’ αὐτοῦ κατὰ τῆς ἐκκλησίας γινόμενα, καὶ οὐδὲν εἰς ὑπερβολὴν μανίας ὑπέλιπεν Ψ ἐν τούτῳ γὰρ εὐσεβεῖν καὶ τὰ μέγιστα κατορθοῦν ἐνόμιζε· καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ’ ὀλίγα — Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβροςr περι- κλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω- λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφα- νεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέωνs τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ- σεῖν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγα- πητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραυτίκα τὸ σύνταγμα τῆς μα- νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ὡμολόγει.

Τοῦ Χρυσοστόμου. Οὕτω γὰρ ἐκαλοῦντο οἱ πιστεύσαντες· ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανοὺς φέρουσαν.

Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τὲ αὐτὸν περιήστραψε φῶς ἐκ τοῦ 4οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν ἀυτῷ.

τοῦ Αὐτοῦ. Διατὶ μὴ ἐν Ἱεροσολύμοις ; διατὶ μὴ ἐν Δα- [*](P Hunc prologum, vulgo Euthalio Diacono attributuni, eodem quo hic titulo, invenimus in Cod. Harl. 5588. ssec. xiii. f. 57. q ἐνέλει- πεν Harl. r λαῦρὁ Cpd. s τῆς ὄψεως Harl. t τῆς Cod. τοῦ Harl.)

151
μασκῷ, ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτῷ διηγεῖσθαι; ἀλλ’ οὗτος ἀξιόπιστος ἦν διηγούμενος, ὁ διὰ τοῦτο ἀπιών. τοῦτο γοῦν λέγει καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος· ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί· λέγεται δὲ καὶ φωνῆς ἡ ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλήγας· ἀλλὰ τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα.

᾿Αμμωνíου Πρεσβυτéρου. Ἑωρακὼς τὸν Ἰησοῦν, καὶ μὴ φέρων τὸ πολὺ τοῦ φωτὸς, ἀπελιθώθη τὸ διορατικὸν τῆς ψυχῆς καὶ τὸ ζωτικόν· διὸ καὶ δοκῶν ἔχειν ὀφθαλμοὺς οὐχ ἑώρα, καὶ ἔχων στόμα οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ ᾿Ανανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβαπτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχὼν, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τελείους βαπτίζοντες.

Σαοὺλ, Σαοὺλ, τί με διώκεις; εἶπε δὲ, τίς εἶ Κύριε; ὁ δὲ, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις.

Τοῦ Αὐτοῦ Καὶ οὐδὲν αὐτῷ λέγει οὐ λέγει πίστευσον, οὐδὲ ὅλως τοιοῦτον οὐδὲν, ἀλλ’ ἐγκαλεῖν μονονουχὶ λέγων, τι παρ’ ἐμοῦ μέγα ἣ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ’ ὀλίγα—Μὴ νομίσης πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἐθαύμαζον.

Ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ “κλητὸν” ἑαυτὸν ἐκάλεσεν· οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ· ἀλλὰ διώκων καὶ πορθῶν τὴν ἐκκλησίαν ἐκλήθην· ἐνταῦθα τοῦ μὲν καλοῦντος τὸ πᾶν, τοῦ δὲ κληθέντος οὐδὲν ὡς εἰπεῖν γίνεται, ἣ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ.

Τοῦ Αὐτοῦ Τέως ὁμολόγησεν ἑαυτὸν δοῦλον.

Τοῦ Αὐτοῦ ἐκ Τοῦ Εἰσ Τὴν NB ὁμιλίαν. Ὦ φιλανθρωπία δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, τί με διώκεις; τὸν

152
πατέρα τὸν ἑαυτοῦ μιμεῖται· καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραικῷ λέγει· “λαός μου τι ἐποίησά σοι; ἣ τί ἐλύπησά σε; “ἣ τί παρηνόχλησά σοι; ἀποκρίθητι μοι.” οὕτω καὶ ὁ υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· “Σαῦλε τί με διώκεις;” τι οὖν ἐκεῖνος; “τίς “εἶ Κύριε;” εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν· εἶδες ψυχὴν εὐγνώμονα· “τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ὢ σοφία δεσπότου· διατὶ μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίησας· ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεννηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ’ “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ἠγνόει αὐτὸν ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ’ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ’ αὐτοῦ συναναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χωριου, λέγει, “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις ὃν οἰδας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο.

Ἀλλ’ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, ὅτι σε δεῖ ποιεῖν.

Τοῦ Αὐτοῦ Ὅρα πῶς οὐκ εὐθέως πάντα ἐπηγγείλατο, ἀλλὰ προμαλάττει αὐτοῦ τὴν διάνοιαν· οὕτω καὶ τοὺς μαθητὰς ἐκάλεσεν· ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀνα- βλέψει.

Διδύμου. Ἐπεὶ ὁ εἰπὼν τῶ Παύλῳ Ἰησοῦς· “Σαοὺλ, τί με διώκεις;“αἴτιος αὐτῷ γέγονε τοῦ μὴ ὁρᾶν, κατηγορούντων

153
τῶν αἱρετικῶν τοῦ εἰπόντος “τίς ἐποίησε βλέποντα καὶ τυφλόν· οὐκ “ἐγὼ Κύριος ὁ Θεός;” εἰς ἀπορίαν γὰρ αὐτοὺς τὰ τοιαῦτα περιίστησι, διαφόρους θεοὺς λέγοντας· καὶ τοῦ μὲν κατηγοροῦντος ὡς τοῦ μὴ βλέπειν αἰτίου· τὸν δὲ ἕτερον ἀποδεχομένους ἐπὶ τῷ τὸ βλέπειν παρέχειν. ἡμᾶς δὲ τὸν αὐτὸν ὁμολογοῦντας Θεὸν, οὐ θλίψει ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς Ρ τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαι φησιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγορευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες “βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὐ γὰρ περὶ αἰσθητῆς ὄψεως ἣ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν πρὸς τοὺς εἰπόντας, “μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν;“τὸ “εἰ “τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.”

Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοὶ, ἀκούοντες μὶν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.

Διδύμου. Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμμένων ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ’ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ’ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ’ αὐτὸν ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμήνενυσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “τίς εἶ Κύριε;“οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τε- θεᾶσθαι.

[*](P ἀπογεννητῆς Cod.)
154

Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε.

Εὐσεβίου. Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτῃ μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι φαντασία τις γέγονε· καὶ τάχα παρήκουσα τὴν φωνήν· καὶ πῶς ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἱν οὖν μὴ τὰ τοιαῦτα μερίζηται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι.

Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.

Τοῦ Χρυσοστóμου. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη καθάπερ πόλεως τινὸς μητροπόλεως ληφθείσης· καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων.

Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

Τοῦ Αὐτοῦ Τοφλὀς ἦν· τι τούτου ἴσον γένοιτο; τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις, ἡ Παύλου προσαγωγὴ γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατὶ δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατὶ οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγγενέσθι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ’ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας εἶδε q, τότε ἀποκρίνεται, ἵνα μή τις εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατὶ δὲ οὐκ [*](q εἶδε suppl. rec. m. in marg.)

155
ἔνδον ἐν τῇ πόλει κατηυγάσθη τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; οὐκ ἃν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν· ὅπου γε κἀκεῖ ἀκούοντες ἔλεγον, ὅτι βροντῆς ἐστιν ἄνωθεν ἐνεχθείσης φωνή· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ· καὶ δεδεμένος εἰσήγετο· οὐ περικειμένων αὐτῷ δεσμῶν· καὶ εἷλκον αὐτὸν, τὸν προσδοκήσαντα αὐτοὺς ἕλξειν· καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν· κατεγίνωσκε γὰρ ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξομολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν· εἰ δὲ λέγοι τις ἀνάγκης εἶναι τὸ πρᾶγμα· καὶ ὁ Ἐλύμας τὰ αὐτὰ ἔπαθε· πῶς οὖν οὐ μετέστη; τί δὲ ἀναγκαστικωτερον του σεισμοῦ του ἔπι τῆς ἀναστάσεως; τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων; τῶν σημείων τῶν ἄλλων; τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; ἀλλ’ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά· οἱ Ἰουδαῖοι διατί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; ὅτι ἠλήθευε δῆλον ἦν· οὐ γὰρ ἃν μετέθετο μὴ γενομένου τούτου· ὥστε πάντα πιστεῦσαι ἔδει· τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐκ ἦν οὗτος ἥττων, καὶ ἀξιοπιστότερος ἀθρόον μεταβεβλημένος· οὐ συνεγένετο τινὶ τῶν πιστῶν· ἀλλ’ ἐν Δαμασκῷ μετεβάλετο· μᾶλλον δὲ πρὸ τῆς Δαμάσκου τοῦτο ἔπαθεν.

Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι ᾿Ανανίας· καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος, ᾿Ανανία· ὁ δὲ εἶπεν, ἰδοῦ, ἐγὼ, Κύριε· ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν· καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, τῷ γένει Ταρσέα.

᾿ΑΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤÉΡΟΥ. Ὅτι καὶ Ἀνανίας Διάκονος ἦν· ὡς καὶ αὐτὸς Παῦλος μαρτυρεῖ ἐν τοῖς Κανόσι· διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ διὰ τὸν γεγονότα διωγμόν.

Τοῦ ΧΡΥΣΟΣΤÓMOY. Τί δήποτε οὐδένα τῶν ἀξιοπίστων μεγάλων οὔτε εἵλκυσεν, οὐδὲ μετέστησε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; ὅτι οὐκ ἔμελλε δι’ ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ ἐπεὶ καὶ οὕτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον· ἅμα γὰρ φωτισθεὶς ἔμελλεν ἐπίστασθαι πολλὴν τοῦ Πνεύματος χάριν, ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς· ὅτι γὰρ οὐ τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον.

156

᾿Ιδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.

Τοῦ Αὐτοῦ Οὐκ εἶπε πρὸς αὐτὸν, διαλέχθητι καὶ κατήχησον αὐτόν· εἰ γὰρ εἰπὼν ὅτι εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε, πολλῷ μᾶλλον εἰ τοῦτο εἶπε, ὥστε, φησὶν, οὐ διαπιστήσει σοι.

᾿ΑΜΜΩΝÍΟΥ. Σημειωτέον ὅτι ἐκεῖνα τὰ ῥήματα r λέγεται, ἅπερ κοινωφελῆ ἐστι, καὶ συμβάλλεται εἰς θεοσέβειαν· ὅσα ἔχει τοῦ Κυρίου τὴν παράστασιν ἣ ἀγγέλου· καθ’ ὃν ἃν δέ ἐστιν ἰδικὰ, οὐκ ὀφείλει λαλεῖσθαι· πλὴν εἶ’ καὶ ἰδικὴ τοῦ Σαύλου ἦν ἡ ὠφέλεια· ἀλλ’ οὖν ἴασις παράδοξος συμβᾶσα πάλιν εἰς θεοσέβειαν τὸν ἄνθρωπον προσκαλεῖται.

᾿Απεκρίθη δὲ ᾿Ανανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίνσεν ἐν Ἰερουσαλήμ·

Τοῦ Αὐτοῦ Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; οὔπω καλῶς ᾔδεισαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα— Εἰ πρὸς αὐτὸν ἀντεῖπε, πολλῷ μᾶλλον εἰ ἄγγελον ἔπεμψε· διὰ τοῦτο οὐδὲ πρὸ τούτου ὁ Φίλιππος ἀκούει τὸ γινόμενον, ἀλλ’ ὁρᾶ τὸν ἄγγελον· καὶ τότε τὸ Πνεῦμα προστάττει αὐτῷ κολληθῆναι τῷ ἅρματι· ὅρα δὲ ἐνταῦθα πῶς αὐτοῦ τὸν φόβον ὑποτέμνεται· πηρός ἐστι, φησὶ, καὶ εὔχεται, καὶ σὺ δέδοικας; οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου ἦν καὶ ἀναβαλλομένου, οὐκ ἀπιστοῦντος.

Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.

Τοῦ Αὐτοῦ Πόθεν τοῦτο δῆλον; εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι· οὐχ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλὰ τούτων ὄντων, πῶς δύναταί, φησι, ταῦτα γενέσθαι; ἐπεὶ καὶ ἐκεῖνοι λέγουσι, “τίς δύναται σωθῆναι;“τοῦτο γεγένηται ἵνα πιστεύση τῷ ἐρχομένῳ· ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ· προσεύχεται, φησὶν, μὴ φοβοῦ. Καὶ μετ’ ὀλίγα—“Εἶδε,” φησὶν, [*](r In marg. ὀνείρατα.)

157
“ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν·” διὰ τοῦτο γὰρ ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἢ; καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητὴν, οὕτως ἐφοβεῖτο· ὅρα δὲ, Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι οὕτως ἐποίησε.

Τοῦ Αὐτοῦ Ὅρα, φησὶ, τίνι με παραδίδως· φοβοῦμαι μή ποτέ με εἰς ῾Ιεροσόλυμα ἀπαγάγῃ· τι με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν τὴν ἀρετὴν πάντοθεν τοῦ ἀνδρός· τὸ μὲν γὰρ παρὰ ᾿Ιουδαίων ταῦτα λέγεσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ τούτους οὕτω φοβεῖσθαι μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται· καὶ φόβος δείκνυται, καὶ ὑπακοὴ μείζων μετὰ τὸν φόβον· ὄντως γὰρ ἰσχύος χρεία.

Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε ᾿Ισραήλ.

Τοῦ Αὐτοῦ Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκὰλος, καὶ πολλῇ χρήσεται τῇ παρρησίᾳ.

Τοῦ Αὐτοῦ ᾿Εκ περιουσίας τὸν φόβον ἔλυσεν, εἴγε μέλλοι οὕτω προθύμως τὰ ἡμέτερα φρονεῖν, ὡς καὶ πολλὰ πάσχειν· “σκεῦος δὲ καλεῖται δικαίως, δεικνύντος τοῦ λόγου ὡς οὐκ ἔστι φυσικὴ ἡ κακία· “σκεῦος,” φησὶν, “ἐκλογῆς·” τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. μὴ δὲ νομίσῃ τις ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν, οὐδὲ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς λεγομένοις, ἀκούσας τὸ ὄνομα Παύλου.

Τοῦ Αὐτοῦ Ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀποδείκνυται.

Διδύμου. Οἱ τὰς φύσεις δογματίζοντες, φασὶ Παῦλον ὄντα ἀνεπίδεκτον εἶναι κακίας· κρατύνουσι δὲ τοῦτο αὐτῶν τῶν τὸ φρόνημα καὶ ἐκ τῆς προκειμένης λέξεως, εἰπόντος τοῦ Θεοῦ περὶ αὐτοῦ, “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος·” οὐ γὰρ “ἔσται” γέγραπται, φησὶν ἐκεῖνοι· ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἡ μαρτυρία αὕτη γέγονεν, ὅτε ἐξ οἰκείας προαιρέσεως πεισθεὶς ὁ ἀνὴρ τῷ χρησμῷ ἀπῆλθεν ἐπὶ τῷ συντυχεῖν τῷ ᾿Ανανίᾳ· διὸ καὶ ἀκόλουθον τυγχάνει, τὸν τοσαύτην ἐνδειξάμενον μετάνοιαν ἐν ῥοπῇ καιροῦ ὑπάρξαι τοῦ εἶναι ἐκλογῆς σκεῦος· πρὸς τούτοις καὶ μηδὲ φαγεῖν

158
ἐφ’ ὅλας τρεῖς ἡμέρας, δεῖγμα ἦν τῆς σφοδρᾶς μετανοίας καὶ νηστείας· δυνατὸν δὲ εἰπεῖν, ὅτι ὁ Θεὸς ὁ τὰ μέλλοντα γινώσκων ἀκριβῶς ὡς τὰ παρόντα, ἐμαρτύρησε διὰ τὴν μέλλουσαν αὐτοῦ ὑπηρεσίαν, ὡς ἤδη “σκεῦος ἐκλογῆς” ὑπῆρχεν· ἄλλος δὲ λέξει, ὅτι θεοσεβὴς ὣν, ζήλῳ τῷ μετὰ ἀγνοίας ἐδίωκε τοὺς πιστεύοντας τῷ Σωτήρι’, ὡς ἀποστάτας τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ. καὶ ἐπεὶ θεικῇ πὼς προθέσει τοῦτο ἔπραττεν, εἰ καὶ πεπλανημένως, εἰς τὴν πρόθεσιν αὐτοῦ σκοπήσας ὁ χρηματίσας εἶπε, “τί με διώκεις; εὐθέως γὰρ ἐπήκουσε τῷ καλοῦντι, καὶ κατάλληλα τῇ κλήσει ἔπραξεν· ἐπαύσαντο δὲ ἃν τῆς ἀπάτης οἱ τὰς φύσεις φρονοῦντες, εἰ ἐπιστήσαντες ἤσαν τοῦ ἐκλογῆς εἶναι αὐτὸν σκεῦος· τοῦ ἐκλεγομένου οὐ φύσιν ἀλλὰ βίον σκοποῦντος.

Tαῦτα, οὔπω τῆς χάριτος παρούσης, ἐμαρτύρησεν ὁ ταῖς καρδίις ἐμβατεύων ἡμῶν· μὴ οὖν σφάλλωμεν ἑαυτοὺς, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλον τινά· τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτο ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον.

Οὕτως ἐπιδώσει ἡ διδασκαλία· ὥσπερ ἐξέπληττε τούτῳ, οὕτω κἀκείνω.

Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.

Ἄμα καὶ ἐντρεπτικῶς· εἰ ἐκεῖνος πάντα πείσεται ὁ οὕτω μεμηνὼς, σὺ δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλεις; καλῶς ἔχει, φησὶν, ἄφες αὐτὸν πεπληρῶσθαι· διὰ τοῦτο ταῦτα λέγει, τυφλός ἐστιν ὅλος· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα πάλιν δήσῃ; μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ’ ὑμῶν χρήσεται· πρὸς τὸ ἵνα ἀναβλέψῃ ταῦτα εἴρηται· οὐ γὰρ μόνον, φησὶν, οὐδὲν ἐργάσεται εἰς ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά· τὸ δὴ θαυμαστὸν, ὅτι τὸ πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους.

Ἀπῆλθε δὲ Ἀνανίας, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς εἰς αὐτὸν τὰς χεῖρας, εἶπε, Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ

159
ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.

Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι· “᾿Ιησοῦς,” φησιν, “ὁ ὀφθείς “σοι ἐν τῇ ὁδῷ·” καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ Πνεύματος ἔμαθεν· ἵνα ἀναβλέψῃς, φησί. Καὶ μετ’ ὀλίγα—Ταῦτα λέγων τὰς χεῖρας ἐτίθει· ἀνέβλεψε δὲ παραχρῆμα· τινὲς φασὶ, πηρώσεως εἶναι σημεῖον τοῦτο· διατί μὴ ἐπήρωσεν αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο παραδοξότερον ἦν, ὅτι ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ.

᾿ΑΜΜΩΝÍΟΥ. Καὶ ἡ ἴασις διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως γίνεται, ὡς κατάγοντος θείαν δύναμιν ἰατικὴν τοῦ σχήματος ἐπὶ τῆς χειρρτονίας, καὶ τῆς ἐπὶ τῶν βαπτισθέντων χειροθεσίας.

Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὐκ εἶπεν ὁ πηρώσας, ἀλλ’ “ὁ ὀφθείς σοι·” ὅρα καὶ τοῦτον οὐκ ἀλαζονικόν· ἀλλ’ ὥσπερ ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· “τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐλαβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν οὕτω καὶ οὕτος, Ἰησοὺς ὁ “ὀφθείς σοι·” τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο· διπλῆ πήρωσις λύεται.

Τοῦ Αὐτοῦ Καὶ μὴν οὐκ ὤφθη· ἀλλὰ διὰ πραγμάτων ὤφθη· καὶ εὐθέως ἐπήγαγε, θέλων συσκιάσαι τὴν κατηγορίαν· “ὅπως ἀνα- “βλέψῃς, καὶ πλησθῇς Πνεύματος Ἁγίου.” οὐχὶ ἐλέγξαι ἦλθον τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεάν· ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον, τούτων λεγομένων τῶν ῥημάτων, τοῦ Πνεύματος μετασχεῖν.

Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

Τοῦ Αὐτοῦ Ὅρα καὶ ἐξησθενηκὼς ἦν ἀπὸ τῆς ὁδοιπορίας, ἀπὸ τοῦ φόβου, καὶ τοῦ λιμοῦ, καὶ τῆς ἀθυμίας· βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, ἐτύφλωσε τὸν ἄνθρωπον, πρὶν ἣ ἐλθεῖν τοῦτον· καὶ ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες· οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία.

160

Τοῦ Αὐτοῦ Ἰδῶν δὲ ὁ τῆς ἀληθείας ἐξεταστὴς Θεὸς σωφρονισθέντα τὸν ἄνδρα, καὶ βελτίω ἐκ τῶν κακῶν γεγονότα· οὐχ ἐτέρως αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος ἔφη.

Τοῦ Αὐτοῦ Διατί λαβὼν τροφὴν ἐνισχύθη; ὅτι οἱ τοιοῦτοι παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ὁ ὀφθείς σοι·” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι ᾿Ιησοῦς ὁ σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν.

* Περὶ ἰάσεως κοὶ βαπτίσματος Παύλου διὰ Ἀνανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς ᾿Απο- στόλους.

Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

Ὅρα εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς· οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδέδοικε ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε.

Τοῦ ἁγίου Εἰρηναίου Ἐπισκόπου Λὂυγδούνων. Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας “τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός· τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν.

Τοῦ Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Οὐχ ὅτι ἀνέστη, οὐ τοῦτο· οὔτε

161
ἀλλὰ τί; εὐθέως ἀκριβῶς τὸ δόγμα ἐξέθετο· “ὅτι οὗτός ἐστιν “ὁ Υἱὸς τοῦ Θεοῦ.”

Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;

Τοῦ Χρυσοστóμου. Καὶ τόδε θαυμαστότερον· “ὅτι καὶ “εἰς τοῦτο ἐλήλυθεν· οὐκ ἔχομεν εἰπεῖν, ὅτι τοῖς Ἀποστόλοις πρότερον συνεγενετο.

Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ,

Τοῦ Αὐτοῦ Ἄτε νομομαθὴς ὣν ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι· ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον.

Συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.

Τοῦ Αὐτοῦ Τουτέστιν ὅτι μετ’ ἐπιεικείας διδάσκων. Καὶ ὅρα οὐκ ἔλεγον, ὅτι σὺ εῖ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον· εἶπε γὰρ ἂν πρὸς αὐτοὺς, ὅτι τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει· ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται.

Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν.

Τοῦ Αὐτοῦ Ἐπὶ τὸν ἰσχυρότερον λογισμὸν ἔρχονται πάλιν οἱ Ιουδαῖοι· οὐκέτι συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικαστήριον καθίζουσιν.

Ἐγνώσθη δὲ τῷ ΣαύΛῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι.

Τοῦ Χρυσοστóμου. Τοῦτο γὰρ ἁπάντων ἀφορητότερον ἦν τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν

162
τετρακισχιλίων, πάντων ἁπλῶς· καὶ ὅρα αὐτὸν οὐ χάριτι σωζόμενον, ἀλλ’ ἀνθρωπίνῃ σοφίᾳ· οὐ καθάπερ ἐκεῖνοι, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, χωρὶς σημείου λάμποντος.

Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν αὐτὸν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.

Τοῦ Αὐτοῦ Ἵνα ἀνύποπτον ἢ τὸ πρᾶγμα. ὅτι οὖν τοιοῦτον κίνδυνον διαφυγὼν, ἄρα φεύγει; οὐδαμῶς· ἀλλ’ ἀπέρχεται ἔνθα μειζόνως αὐτοὺς ἐξῆψεν· ἐπειδὴ ἀκριβῶς ἐπίστευσε· καὶ γὰρ ἄπιστον ἦν· διὰ τοῦτο μεθ’ ἡμέρας ἱκανὰς τοῦτο γίνεται· τί ποτε τοῦτό ἐστιν; εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ’ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἰεροσολύμοις· αὐτοὶ μὲν οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορίσσθαι· αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλλον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν.

Τοῦ Αὐτοῦ ἐκ Τοῦ ΠΡÒΣ ΚΟΡΙΝΘÍΟΥΣ B ἐπιστολῆσ ὑπομνήματοσ. Εἰ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ’ ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἐρᾷ σωτηρίας· διὸ καὶ πολλάκις τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῃτεῖτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός.

Σευήρου ἀρχιεπισκόπου ᾿Αντιοχεíας. Διὰ τοῦτο τείχους ἐχαλᾶτο καὶ διεσώζετο, καὶ φυγὰς ἦν, ὁ μετὰ ταῦτα μυρίων θαυμάτων ἐργάτης, τεράτων τε καὶ δυνάμεων, ὡς αὐτός που γράφων φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τύπτεσθαι ταῖς πρώταις προσβολαῖς, ἱν ἐφ’ ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προηγορευκότος Χριστοῦ· “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν ᾿Ισ- “ραὴλ,” καὶ τὰ ἑξῆς.

Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἰερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής.

163

Τοῦ Χρυσοστóμου. Ἄξιον ἐνταῦθα διαπορῆσαι πῶς ἐν μὲν πρὸς Γαλάτας φησὶν, ὅτι οὐκ ἀπῆλθον πρὸς Ἰεροσόλυμα, ἀλλ’ εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ μετὰ τρία ἔτη εἰς Ἰεροσόλυμα· καὶ ὅτι ἱστορῆσαι Πέτρον· ἐνταῦθα δὲ τοὐναντίον φησί. καὶ “οὐδένα “τῶν Ἀποστόλων εἶδον·” νυνὶ δὲ φησὶν, ἤγαγεν αὐτὸν πρὸς τοὺς ᾿Αποστόλους· ἣ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τι γὰρ λέγει; “οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς ῾Ιεροσόλυμα· ἣ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε· ἣ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ᾿Αποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὣν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ’ αὐτῶν ἔμαθον· ἣ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ’ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς ῾Ιεροσόλυμα, εἶτα εἰς Συρίαν· ἣ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καρσαρείαν· καὶ τὸ διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα· ἣ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πὼς οὔκ ἐστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ’ “ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οἱ δὲ “ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ’ ἀπὸ τῶν ἐν ῾Ιεροσολύμοις· οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ.

Τοῦ Αὐτου. “᾿Επειρᾶτο,” φησὶ, “κολλᾶσθι τοῖς μαθηταῖς·” ἀναισχύντως προσῆλθεν, ἀλλ’ ὑπεσταλμένως· μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. ὅρα πῶς ἐφοβοῦντο τοὺς κινδύνους· πῶς ἔτι τὸ δέος αὐτοῖς ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐ ἃν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ.

Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν q ἤγαγε πρὸς τοὺς [*](q ἐπιλεγόμενος αὐτοῦ Cod.)

164
Ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῆ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.

Τοῦ Αὐτοῦ Βαρνάβας ἐπιεικὴς ἄνθρωπος ἦν· καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς Ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιόπιστος εἶναι. Καὶ μετ’ ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέγεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί· χρηστὸς σφόδρα ἦν· καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ ᾿Ιωάννην δῆλον γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη· γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ’ αὐτόν.

Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ῾Ιερουσαλὴμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλλη- νιστας·

Τοῦ Χρυσοστóμου. Οἱ μὲν οὖν μαθηταὶ ἐφοβοῦντο αὐτὸν, δὲ ᾿Απόστολοι οὐκ ἐπίστευον αὐτῶ· διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος· “ἐλάλει,” φησὶ, “καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς·” τοὺς Ἑλληνιστὶ, φησὶ, φθεγγομένους· καὶ τοῦτο σφόδρα σοφῶς· ἐκεῖνοι γὰρ οἱ ἄλλοι, οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι.

Οἱ δὲ ἐπετήρουν ἀνελεῖν αὐτόν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

Τοῦ Αὐτοῦ τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τεκμήριον τοῦτο· καὶ τῷ σφόδρα λυπεῖσθαι τῷ γεγονότι· φοβηθέντες λοιπὸν μὴ ταὐτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ r πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπίνως· εἰ γὰρ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ’ αὐτῶν, ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ.

[*](r οἰκία Cod.)
165

Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου,

Τοῦ Αὐτοῦ Τουτέστιν ηὔξησε καὶ τὴν εἰρήνην πρὸς ἑαυτήν· ταύτην τὴν ὄντως εἰρήνην· οὐ γὰρ ἂν αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν.

Καὶ τῇ παρακλήσει τοῦ Ἁγίου νεύματος ἐπλη- θύνετο.

Τοῦ Αὐτοῦ Παρεκάλει δὲ αὐτοὺς τὸ Πνεῦμα, καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων καὶ καθ’ ἑαυτον ἕκαστος.

Περὶ Αἰνέα s παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου.

Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κετελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.

Τοῦ Αὐτοῦ Καθάπερ γάρ τις στρατηγὸς περιῄει τὰς τάξεις, ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος· ποῖον ἐν κόσμῳ· ποῖον τῆς αὐτοῦ δεῖται παρουσίας· ὄρα πανταχοῦ αὐτὸν επιτρεχοντα· πρῶτον ὅτε ἑλέσθαι δεῖ τὸν Ἀπόστολον οὗτος πρῶτος· ὅτε θεραπεῦσαι τὸν χωλόν· ὅτε δημηγορῆσαι, αὐτὸς πρὸ τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἢν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ καὶ ταλαιπωρεῖ.

Εὖρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν t ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα u, ἰᾶταί σε ὁ Κύριος Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς Κύριον.

[*](s ἐνέα Cod. t ἐνέαν Cod. u ἐνέα Cod.)
166

Τοῦ Χρυσοστόμου. Διατί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα· ἄκουε οὖν τὸ κέρδος ὅσον· “καὶ εἶδον αὐτόν,” φησι, “πάντες οἱ κατοικοῦντες Λύδδαν, καὶ τὰ ἑξῆς. ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· καλῶς ἔλεγχον δίδωσι τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως ὥστε οὐκ εἰκότως ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν· καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι· ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο· “ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐνταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως.

Διδύμου. Πόλλην διαφορὰν ἔχει τὸ πραχθὲν ὑπὸ εἰς τὸν ἐπὶ ὅλα ὀκτὼ ἔτη διὰ νόσον χαλεπὴν κατακείμενον, πρὸς τὸ ὑπὸ Ἰησοῦ γενόμενον, εἰς τὸν ὅλα τριάκοντα καὶ ὀκτὼ ἔτη ἐπὶ σκίμποδος μείναντα διὰ πάρεσιν ἀνίατον. ὁ μὲν γὰρ Πέτρος εἰπὼν, “Αἰνέᾳ ἰᾶται σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ, τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ἔγειρε, ἆρον τὸν κρά- “βάττον σου καὶ περιπάτει, οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν γὰρ ἐλέχθη, “ἀνάστα, καὶ ἆρον τὸν κράβαττον καὶ περιπάτει·” ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγεγονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ἀνάστας “οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ἀνάστα, “στρῶσον σεαυτῷ.” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνηθέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον αἴροντος καὶ περιπατοῦντος s. ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ’ οὐ συγκρίνοντες τὸν ᾿Ιησοῦν Πέτρῳ· ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, “ἰᾶται “σε ᾿Ιησοῦς Χριστός·” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα.

[*](s περιπατοῦντας Cod.)
167

Ἐν ᾿Ιοππῇ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά· ἡ διερμηνευομένη λέγεται Δορκάς.

Τοῦ Χρυσοστóμου. Δείκνυσιν ὅτι φερώνυμος ἦν· οὕτως καὶ νήφουσα ὥσπερ δορκάς· πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν.

Διδύμου. Σημειωτέον ὅτι καὶ μέχρι γυναικῶν φθάνει τὸ μαθητριῶν ὄνομα καὶ ἡ ἀξία τῆς ἐπωνυμίας· ἀπέστειλαν δὲ δύο ἄνδρας πρὸς αὐτόν· μᾶλλον ἡ πίστις τῶν πασχόντων τὰς ἰάσεις ἐργάζεται· ἰδοὺ γὰρ καὶ ὧδε οἱ πιστεύσαντες, ὅτι διὰ τῆς τοῦ Πέτρου παρουσίας δύναται ἀναστῆναι νεκρὸς, ἐπέτυχον τοῦ σκόπου· πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ’ ἡ εἰς τοὺς ὄντας ἁγίους.

Αὕτη πλήρης ἦν ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

Τοῦ Χρυσοστομου. Οὐχὶ ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ ἀγαθῶν ἔργων, ὅσα ἐποίει. μετ’ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπεινοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν· καὶ ἐποίει καὶ εἰργάζετο.

Διδύμου. Ἐπεὶ τινὲς ὀκνηρῶς ἔχοντες περὶ τελείας ἀνάληψιν, φασὶ μὴ δυνατὸν κατορθοῦσθαι ἀνθρώπῳ βίον ἄληπτον· ἐλεγκτέον αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς “πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὣν ἐποίει, ὑπῆρχε· ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλίδωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θηρεύσῃ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν.

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν τῷ ὑπερῴῳ.

Ὅρα πανταχοῦ τὰ σημεῖα γινόμενα· ἡμεῖς δὲ αὐτοῖς οὕτω πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ’ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα· εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ

168
μετ’ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαίρεται τὰ πράγματα· “λούσαντες,” φησὶν, “ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι τὰ ἔπι νεκρῷ πάντα ἐποίησαν.

Διδύμου. Διατὶ περιέμειναν ἀποθανεῖν; διατί μὴ Πέτρος καὶ πρὸ τούτου; ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες, ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν·

* Τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἢν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ἰόππῃ.

Ἐγγὺς δὲ οὔσης Λύδδης τῆ ᾿Ιόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορ- κἀς.

Τοῦ Χρυσοστóμου. Οὐ παρακαλοῦσιν, ἀλλ’ ἐπιτρέπουσιν, τὴν σωτηρίαν αὐτῇ χαρίσηται· ὅρα ἐλεημοσύνης πόση γίνεται προτροπὴ.

Τοῦ Αὐτοῦ ἐκ Τοῦ ὑπομνήματοσ τῆσ Τῆσ Πρὸσ Ῥωμαίουσ Ἀπιόντας ἡμᾶς τῶν ἐντεῦθεν, οὐκ ἔνι λαθεῖν τὸν πλοῦτον· πολλάκις δὲ, οὐδ’ ἐνταῦθα μένοντας, κατασχεῖν· παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους· ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἃν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρος, άπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις κἂν θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ’ ἀπελεύσῃ κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοῖχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες,

169
ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους u οὐκ ἐᾶς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ, θεραπεύων, διορθούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ’ ἃν ἶσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον.

ΕΞ ἀνεπιγράφου· Ἐντεῦθεν δείκνυται ὅσον ἐλεημοσύνη μετὰ πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν.

Ἐκβάλλων δὲ ἔξω πάντας ὁ Πέτρος.

Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Τί δήποτε πάντας ἐκβάλλει; ὥστε συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ ταραχθῆναι.

Καὶ θεὶς τὰ γόνατα, προσηύξατο.

Τοῦ Αὐτοῦ Οὐ πάντα μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐποίουν· τοῦτο δὲ αὐτοὺς ὠφέλει· οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζεν ὁ Θεὸς σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν· ὁ γὰρ τῇ σκιᾷ τοσούτους θεραπεύων, πῶς τοσαῦτα νῦν ποιεῖ; ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν.

Τοῦ Αὐτοῦ Ὅρα τὴν ἐπιτεταμένην εὐχήν.

Καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν ἀυτὴν.

Τοῦ Αὐτοῦ Ὅρα κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην· τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός· ὅρα πῶς αὐτὴν καθάπερ ἐξ ὕπνου ἐγείρει· πρῶτον ἤνοιξε τοὺς ὀφθαλμούς· εἶτα ἀπὸ τῆς ὄψεως ἀνεκάθισεν· εἶτα ἀπὸ τῆς χειρὸς τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού- μενος.

[*](u γενομένας Cod.)
170

Φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.

Τοῦ Αὐτοῦ ῖς μὲν εἰς παράκλησιν, ὅτι παρέλαβον τὴν ἀδελφὴν, ἣ ὅτι θαῦμα είδον· ταῖς δὲ, εἰς u προστασίαν.

Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευον ἐπὶ τὸν Κύριον.

Τοῦ Αὐτοῦ Σημειωτέον ὅτι οὐ μόνοις τοῖς ἀπίστοις ἀλλὰ καὶ τοῖς ἁγίοις ἐγίνετο σημεῖα οἰκονομικῶς· ἵνα ἄλλοι πάλιν πιστεύσωσιν· ἰδοὺ γὰρ μετὰ τὸ σημεῖον τοῦτο πάλιν πολλοὶ ἐπίστευσαν· ὡς εἶναι πάλιν τὰ σημεῖα τοῖς ἀπίστοις, οἳ οὐκ ἄλλως ἐπίστευσαν, εἰ μὴ πάλιν εἶδον σημεῖα· τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμελητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο;

Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου· ὅρα τὸ ἐπιεικές· πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ἐδέοντο γὰρ αὐτοῦ τῆς διδασκαλίας οἱ διὰ τὰ σημεῖα πιστεύσαντες.

Περὶ Κορνηλίου ὅσα πρὸς αὐτὸν ὁ ἄγγελος εἶπε, καὶ ὅσα πόλιν Πέτρῳ οὐρανόθεν περὶ κλήσεως ἐθνῶν ἐρρέθη.

Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς.

Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ τῶν τὸν νόμον, ἀλλ’ ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν· ὅρα δύο πιστεύοντας· ὡς τὸν εὐνοῦχον τὸν ἐπὶ τῆς Γάζης, καὶ τοῦτον· ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους· καὶ ὅρα πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. ἀλλὰ μὴ νομίσῃς ὅτι διὰ τὰ ἀξιώματα τίθησιν, ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ· θαυμαστότερον γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ἦ· τοῦτό τε ἐκείνου ἐγκώμιον, τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ μηδὲ καιροῦ καλοῦντος· [*](u εἰς om. Cod. x τινάς Cod.)

171
καὶ τὸ ἐν ὁδῷ ἀναγινώσκειν, καὶ ἐπὶ ὀχήματος φερόμενον, καὶ τὸ τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα.

Πρῶτος οὗτος ἐξ ἀπίστων ἐθνῶν μετετέθη.

Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.

Τοῦ Αὐτοῦ Ἵνα μὴ νομίσῃς ὅτι διὰ τὸ ἀξίωμα ταῦτα γίνεται, ὅτε Παῦλον ἔδει προσαχθῆναι, οὐδαμοῦ ἄγγελος ἀλλ’ αὐτὸς ὁ Κύριος· καὶ οὐ πέμπει αὐτὸν πρὸς μέγαν τινὰ, ἀλλὰ πρὸς εὐτελῆ· ἐνταῦθα δὲ τοὐναντίον τὸν κορυφαῖον ἄγει, καὶ οὐκ αὐτοὺς πέμπει, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ εἰδὼς πῶς κεχρῆσθαι δεῖ τοῖς τοιούτοις. “ἀνὴρ,” φησὶν, “εὐσεβὴς καὶ φοβούμενος “τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ·” ἀκούσωμεν ὅσοι τῶν οἰκείων ἀμελοῦμεν· οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο.

Σευήρου ἐπισκόπου ἀντιοχείασ ἐκ Τοῦ Πρὸσ ἐκ Τοῦ ΠΡÒΣ ΚΩΝΣΤÁΝΤΙΟΝ ἀπούπατον y ἐπιστολῆσ. Θεοσεβῶς μὲν βιοῦς, τὴν δὲ τῆς θεοσεβείας θύραν ἀγνοῶν Ἰησοῦν τὸν μέγαν Θεὸν, τὸν ἐν εὐαγγελίοις μεγαλοφώνως βοήσαντα· “ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν “τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ “νομὴν εὑρήσει·” καὶ δὴ καὶ ἀπέστελλεν αὐτῷ τῶν οἰκείων λειτουργῶν ἄγγελον ἕνα, πρὸς τὸ τῆς ἀληθείας φῶς ποδηγήσαντα, καὶ ὑποσημανοῦντα τὴν τῆς σωτηρίας ὁδόν.

Ἰσιδώρου Πηλουσιώτου. Οὐδὲν ὀνίνησι νηστεία τοὺς ὑγιέσι μὴ προσέχοντας ὅροις· ὅσῳ γὰρ τοῦ σώματος ἡ ψυχὴ προτερεύει, τοσοῦτον πολιτείας δόγματα προκρίνεται εὐσεβείας. Ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διαπαντός.

Τοῦ Χρυσοστóμου. Μέγα καὶ τοῦτο τὸ ἐλεημοσύνας καὶ εὐχὰς, καὶ δίκαιον εἶναι ἐν ἀρχῇ τοιαύτῃ· διὰ τοῦτο τὸν ἄνδρα ποιεῖ γνώριμον καὶ δῆλον, ἵνα μήτις εἴπῃ ὅτι ψεύδεται τῶν γραφῶν ἡ ἱστορία· “ἐκ σπείρης,” φησὶ, “τῆς καλουμένης ᾿Ιταλικῆς·” σπεῖρα δέ ἐστιν ὃ καλοῦμεν νυνὶ νούμερον.

Εἶδεν ἐν ὁράματι φανερῷ, ὡς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.

[*](y ἀπὸ ὕπατον Cod.)
172

Διατί βλέπει τὸν ἄγγελον; καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρωι ἐνάτη ὥρα, ὅτε φροντίδων ἠφίετο καὶ ἐν ἡσυχίᾳ ἦν· ὅτε ἐν εὐχαῖς ἦν καὶ κατανύξει.

Τοῦ Χρυσοστóμου. Καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διόρ- θωτο.

Τοῦ Αὐτοῦ Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα ἃ λέγει, ἀλλὰ πρότερον αἴροντα αὐτοῦ τὴν διανοίαν καὶ μετεωρίζοντα. ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο, ἀλλὰ φόβος σύμμετρος, ὅσον ἐπιστρέψαι μόνον· εἶτα καὶ τὰ ῥήματα τὸν φόβον ἔλυσεν· ὁ φόβος διήγειρεν· ὁ ἔπαινος τοῦ φόβου τὸ τραχὺ κατεμάλαξεν.

῾Ο δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ.

Τοῦ Αὐτοῦ Ὅρα μέχρι ποῦ προβαίνει ἡ ἐλεημοσύνη· τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ μετ’ ὀλίγα—Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἀψῖδας· καὶ σὺ μὲν σιγᾶς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ’ ἑαυτῆς εἰσφερούσης· φιλανθρωπίας γὰρ πάσης τοιαύτη θυσία εὐδοκιμώτερα.

Σευηριανοῦ ΓΑΒÁΛΩΝ. Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστι, πίστιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας στεφανῶσαι τῇ πίστει, ὡς φησὶν ὁ ἄγγελος· “Κορνήλιε, αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου “ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; ἀλλὰ πέμψον εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύσσει Πέτρος σώζεται, οὐκ εἶχεν

173
οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένους ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως λέγει, “ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπο- “λήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ “ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. οὐκ εἶπεν, ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ “δεκτός ἐστι·” τουτέστι ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω τῇ ἀκαρπίᾳ· μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ.

᾿Αμμωνíου. Σημειωτέον ὅτι ἐκτενῶς καὶ καθαρῶς συνειδότι, δεόμενος τοῦ Θεοῦ καὶ ποιῶν ἐλεημοσύνας, οὐ μένει οὕτως, ἀλλ’ ὁ Θεὸς, δι’ ὀπτασίας ἀγγέλου ἢ ἀνθρώπου θεοσεβοῦς, δείκνυσι τὴν ἀληθῆ πίστιν, δι’ ἧς τις σώζεται· ὥστε οὖν ἐν ᾧ τις ἀγνοεῖ τόδε ἣ τόδε τὸ πρᾶγμα, εἰ Θεῷ ἀρέσκον ἐστὶν ἢ οὐ, ὀφείλει ἐκτενῶς δεηθῆναι τοῦ Θεοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ τὸ ἀληθές· μάλιστα δὲ εἰ περὶ τὴν πίστιν ἀπορεῖ, τὸ πῶς δεῖ φρονεῖν ἢ τίνι πιστεῦσαι· διότι πολλαὶ εἰσὶν αἱρέσεις ἐν τοῖς δοκοῦσιν εἶναι Χριστιανοῖς. οὕτως λέγουσι καὶ τὸν ἐν ἁγίοις πατέρα καὶ ἐπίσκοπον Γρηγόριον, δι’ ὀπτασίας νύκτωρ κατηχηθῆναι τὸ μυστήριον τῆς τριάδος ὅπως δεῖ φρονεῖν.

Ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἳ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ’ ἄν· τοιοῦτον ἐλεημοσύνη· τοιοῦτον εὐχή· μᾶλλον δὲ καὶ αὐτὴ παρ’ ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται· “αἱ εὐχαὶ γάρ σου,” φησὶν, “καὶ “αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ·” οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐνταῦθα τὰ νεῦρα ἔχει· κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος· καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον· καὶ τι λέγω νηστείαν; κἂν σωφρονῇς καὶ παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσυνην οὐκ ἔχων.

Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται

174
παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν ἡ οἰκία παρὰ θάλασσαν. οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.

Τοῦ Χρυσοστόμου. Ἵνα μὴ ἐπ’ ἄλλον ἔλθωσι· οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἄλλα καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα.

Τοῦ Αὐτοῦ. Ἴδετε πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδιώκων οἱ Ἀπόστολοι ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας. τι οὖν εἰ συνέβη καὶ ἄλλον εἶναι; ἴδου ἔστι ἄλλο σημεῖον τὸ παρὰ θάλσσαν οἰκεῖν· οὐκ εἶπε διατί· ἵνα μὴ ἐκλύσῃ αὐτὸν ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι.

Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,

Τοῦ Αὐτοῦ. Ὁρᾶς οὐχ ἁπλῶς ταῦτα φησὶν, ὅτι οἱ προσκαρτερουντες αὐτῷ τοιοῦτοι ἤσαν. Καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.

᾿Αμμωνíoy. Σημειωτέον ὅτι οὐκ ἐμποδίζει ἡ στρατεία πρὸς θεοσέβειαν· κἀκεῖνο δὲ, ὅτι οὐκ ἀτάκτους οὐδὲ ἀσεβεῖς, ἀλλὰ Θεοσεβεῖς ἔπεμψε πρὸς τὸν Πέτρον ὁ Κορνήλιος· καὶ ὅτι καὶ τοῦτο δεῖγμα ἦν τῆς αὐτοῦ ὁσιότητος, τὸ συγκολλᾶσθαι καὶ ἔχειν ἐγγὺς ἑαυτοῦ θεοσεβεῖς ἄνδρας, διὰ τὸ “μετα ὁσίου ὅσιος ἔσῃ, καὶ τὰ εζης.

Τοῦ Αὐτοῦ. Ὅρα τὸ ἄτυφον· οὐ γὰρ εἶπε, καλέσατέ μοι Πέτρον, ἀλλ’ ὥστε καὶ πεῖσαι ἐξηγήσατο ἅπαντα· τοῦτο οἰκονομικῶς· οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι· διὰ τοῦτο ἐξηγήσατο· οὕτω μέτριος ἦν ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἢν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων αὐτῶν καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἐνάτην.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα· οὔτε θᾶττον οὔτε βραδύτερον τοῦτο ποιεῖ γενέσθαι.

Τουτέστι κατ’ ἰδίαν καὶ ἐν ἡσυχίᾳ, ὡς ἐν ὑπερῴῳ.

175

Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρα- σκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις,

Τί ἔστιν ἔκστασις ; μᾶλλον πνευματική τις ὡσανεὶ θεωρία γέγονεν αὐτῷ τοῦ σώματος· ὡσανεὶ εἴποι τις, ἐξέστη ἡ ψυχή.

ἘΞ iκΕu1ΓΡΛ́ΦΩΥ. Ἡ ἔκστασις δηλοῖ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν, καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ἐπὶ τὰ πνευματικὰ ποδηγούμενον. ἀμέλει ἐκστὰς Πέτρος ἀπήγγειλεν ἃ ε7δε καὶ ἤκουσε. καὶ προσέτι τίνος ἦσαν σύμβολα· οὐκ ἄρα κατὰ τοὺς Φρύγας οἱ προφῆται ὑπὸ τοῦ Πνεύματος κατεχόμενοι ἐν παρα- φροσύνῃ εἰσὶν, ἀγνοοῦντες τί μὲν φθέγγονται, τι δὲ πράττουσι· δείκνυται δὲ τῷ κορυφαίῳ τῶν Ἀποστόλων διὰ τῆς ὀθόνης τὸ καθαρὸν τῆς Ἐκκλησίας διὰ τῶν τεσσάρων ἀρχῶν· τῶν εὐαγγελίων τὸ σωτήριον κήρυγμα, τὸ συνέχον τὴν Ἐκκλησίαν εἰς μίαν ἑνό- ἦτα πίστεως· διὰ δὲ τῶν θεωρηθέντων, τὸ ἐκ παντὸς ἔθνους διὰ τοῦ βαπτίσματος πεπληρῶσθαι τὴν Ἐκκλησίαν ἁγίων ἅμα καὶ ἁμαρτωλῶν.

Διδύμο. Οἱ τὰς φύσεις εἰσάγοντες ἑτερολκτοι, φασὶν ἀν- επιδέκτους ε7ναι σωτηρίας τοὺς ἀνθρώπους ἐκείνους τοὺς διὰ φαυ- λότητα ἤθους, κύνας καὶ χοίρους καλουμένους· οἷς τὸ ἅγιον δι- δόναι καὶ τοὺς μαργαρίτας τοὺς θείους ἀπεῖπεν ὁ σωτήρ· πρὸς τούτοις τοὺς φύσει κακοὺς λέγουσι τοὺς εἰρημένους λύκους ἅρπα- γας καὶ ἀλώπεκας, καὶ πάντας ἁπαξαπλῶς τοὺς ὀνόμασιν ἀλόγων ζώων δηλουμένους· ἐλεγκτέον οὖν αὐτοὺς ὡς οὐδεὶς ἐκείνων κατὰ φύσιν, ἀλλὰ κατὰ πρόθεσίν ἐστι κακὸς, ἐκ τῆς ἐγκειμένης ὀπτα- σίας. τὸν γὰρ Πέτρον διδάξαι βουλόμενος ὁ Θεὸς μηδένα ἄνθρω- πον παραιτεῖσθαι ὡς κοινὸν ἣ ἀκάθαρτον ὄντα, σκεῦος ἐμφερές τι ὀθόνης ἐκ τοῦ οὐρανοῦ τέσσαρσιν ἀρχαῖς καθῆκεν ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ γένη τῶν ἀλόγων ζώων· ἀφ’ ὧν θύσας φαγεῖν ὁ Πέτρος προσετάττετο· ὁ δὲ ἀκμὴν ἐμμένων ἐν τῇ Ἰουδαϊκῇ συνηθείᾳ, αἰσθητὰ νομίσας τὰ ὁρώμενα, παρῃτήσατο εἰπὼν, ἣ ἀκάθαρτον μηδέποτε βεβρωκέναι· ταῦτα αὐτοῦ εἰρηκότος, ὁ χρησμὸς πρὸς αὐτόν ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ἀφ’ οὐ καὶ γνῶσιν λαβὼν, ὡς περὶ ἠθῶν ἀνθρώπων τούτων εἰρημένων, δεδειχέναι αὐτῷ τὸν Θεὸν, ὡς οὐδεὶς κατὰ φύσιν ἀκάθαρτος ἀνθρώ- πων· διὸ καὶ ἀναντιρρήτως ἀπαντῆσαι πρὸς τὸν Κορνήλιον, ὠφελη-

176
θῆναι θέλοντα σὺν παντὶ τῷ οἴκῳ τὴν εὐαγγελικὴν διδασκαλίαν· ὅθεν ἐπιδέδεικται τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ ἀναφορὰν ἔχοντα εἰς τὰς ἀνθρώπων καταστάσεις ὑπὸ Θεοῦ χαρισθέντα· οὐ διὰ φύσιν ἀντιπράττουσαν, τὸ ἅγιον ἣ τοὺς μαργαρίτας κεκώλυται κυσὶν ἣ χοίροις διδόναι· ἀλλὰ διὰ προαίρεσιν χειρίστην ἣν καταλεῖψαι δυνατὸν, μηκέτι κύνα ἣ χοῖρον ὄντα. ἡ Συροφοινίκισσα γοῦν γυνὴ διὰ πίστιν ἐκ κυνὸς ἄνθρωπος γέγονεν· ὅθεν καὶ τὸν ἄρτον τῶν τέκνων παρέσχεν αὐτῇ ὁ Ἰησοῦς.

“Ἐγένετο δὲ ἐπ’ αὐτόν,” φησιν, “ἔκστασις, καὶ θεωρεῖ τὸν οὐ- “ρανὸν ἀνεῳγμένον.” Οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἰναι μαθηταὶ, οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας, φασὶ τοὺς προφήτας κατεχομένους ὑπὸ τοῦ Ἁγίου Πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας ἐκ τῆς προκειμένης γραφῆς λεγούσης ἐξεστακέναι τὸν Πέτρον· ἀλλ’ ἴστωσαν οἱ ἠλίθιοι, οἱ ἀληθῶς παραπαίοντες, ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν· καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ποδηγούμενον ἐπὶ τὰ πνευματικά· καὶ τὸ παρακόπτειν· ὅπερ οὐ λεκτέον οὔτε ἐπὶ Πέτρου, οὔτε τῶν προφητῶν· ἀλλὰ τὰ ἄλλα ἐκ τῆς λέξεως σημαινόμενα· ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει, ὡς ἀπαγγέλλειν ἃ εἶδε καὶ ἤκουσε, καὶ τίνος σύμβολα τὰ δειχθέντα ἦν. Ταῦτα καὶ περὶ τῶν προφητῶν πάντων ἐρεῖς παρακολουθούντων οἷς ἔλεγον τὰ θεωρούμενα· σοφοὶ γὰρ ἦσαν νοοῦντες ἀπὸ τοῦ ἰδίου στόματος ἃ προέφερον· τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη z. ἣ πῶς οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι ἀκούσαντες τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντο πρὸς τὸν Πέτρον· πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν Ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν· οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτοῦ καὶ ἀποκαψύψεως ἐφανέρωσε τὸ μυστήριον· διά τε τοῦ κατὰ τὴν σινδόνα [*](z In marg. sec. m. πῶς ἐδεῖτο ὁ Πέτρος τὸ κυ9 τοῦ Κορνηλίου ἀποκαλύψεως τὰ ἔθνη.)

177
παραδείγματος πείσας, διά τε τῆς ἴσως τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ῾Αγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες Ἀπόστολοι διεκρίνοντο πρὸς αὐτὸν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν εἰσαγωγὴν, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης καταγνώμην u ὑπῆρχε διδαχῇ, καὶ ἄλλης ἀρχὴ θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις· καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρηζον ἐφ’ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν· εἰ δέ τῳ x μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς δεῖται πάντως τοῦ ἐπ’ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως· οὐ γάρ ἐστι τὸ παράπαν τὸ διαγινῶσκον τόν τινος λόγου τρόπον χωρὶς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν· ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον, τοῦ λόγου τὸν τρόπον.

Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην,

Τοῦ Χρυσοστóμου. Σύμβολον τῆς οἰκουμένης ἁπάσης ὁ ἀκρόβυστος ἦν· οὐδὲ γὰρ κοινὸν εἶχε πρὸς Ἰουδαίους· ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου· τοῦτο πάνυ αὐτοῖς προσίστατο· ὅρα οὑν τι οἰκονομεῖται, ἱν ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὁ τι καὶ ἀντεῖπε· πάνυ γὰρ αὐτοὺς ἔδει τὸν νόμον φυλάττειν. εἰς ἔθνη ἐπέμπετο· ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορήσωσιν, ὅρα πόσα οἰκονομεῖται· ἵνα γὰρ μὴ δόξῃ φαντασιά τις εἶναι, εἶπον y, φησὶ, “μηδαμῶς Κύριε.

Εὐαγρίου. Αἱ τέσσαρες ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα καὶ τὸ φανὲν σκεῦος τὸν παχύτερον κόσμον σημαίνει· καὶ τὰ διάφορα ζῷα τῆς τῶν ἀνθρώπων ἐστὶ καταστάσεως σύμβολα.

Τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα· καὶ τὰ θηρία, [*](u Sic. x εἰδέτω Cod. γ Sic.)

178
καὶ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐ- ρανου.

Τέσσαρσιν εὐαγγελίοις δεδεμένην τὴν Ἐκκλησίαν, ἐν ᾗ πάντα τὰ ἔθνη.

Καὶ ἐγένετο φωνὴ πρὸς αὐτὸν, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.

Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δοκεῖ καὶ κήρυγμα τοῦτο ὅτι θεῖον ἦν τὸ γενόμενον· τό τε ἄνωθεν ἰδεῖν, τὸ τε ἐν ἐκστάσει γενέσθαι, καὶ τὸ φωνὴν ἐκεῖθεν ἥκειν, καὶ τὸ τρὶς ὁμολογῆσαι ὅτι ἀκάθαρτα ἦν, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀνασπασθῆναι μέγα δεῖγμα καθαρότητος. διατί δὲ καὶ τοῦτο γίνεται; διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤκουσεν, ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· εἰ γὰρ καὶ περιτομῆς ἐδεήθη καὶ θυσίας ὁ Παῦλος, πολλῷ μᾶλλον τότε, ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν.

Του ἁγίου ἐπιφανίου ἐπισκόπου Κύπρου ἐκ τοῦ Α βιβαίου τῆν Παναρίων κατὰ ᾿Εβιωναίων. Εὑρεθήσεται ἐκ τῆς ἀληθείας ἡ σύστασις· εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι λόγον τὸν ἅγιον Πέτρον, καὶ λέγειν ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας καὶ αἶγας, καὶ πρόβατα καὶ ὄρνις κοινὰ λέγεσθαι παρ’ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς· μετὰ γὰρ τὸ γῆμαι, καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτήρι’ ἐξ ᾿Ιουδαίων ὁρμώμενος· Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεωφαγία παρ’ αὐτοῖς οὐκ ἔστι βδελυκτὴ, οὐδὲ ἀπηγόρευται· ἄρα οὖν αὐτοῦ βεβρωκότος ἀπ’ ἀρχῆς, εἰ καὶ εὐθέως τοῦ συναντῆσαι τῷ Σωτήρι’ εἴποιμεν, δειχθήσεται ὅτι οὐδὲν ἡγήσατο κοινὸν τῶν οὐ κοινῶν λεγομένων· καὶ γὰρ οὐ κατὰ πάντων ἀπεφήνατο τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων· πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων κρεῶν ἔλεγεν ὡς κοινῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδοὺς, ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ αὐτῷ ἐστι καθαρὰ

179
μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα· ἀλλ’ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἣ ἀκαθάρτους, ὅμως ὁ λόγος τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ἔμφασιν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντὶ σαφὲς ἃν εἴη.

Ἀμμωνίου. Μαλλὸν ἣ πάντα ἀκάθαρτα ἦν ἐν τῷ σκεύει ὀθονοειδεῖ, ἣ δεικτικῶς ἡ φωνὴ αὐτῷ ἐσήμανεν ἐκ τῶν ἀκαθάρτων φαγεῖν· ἢ καὶ κοινῷ ὀνόματι ἀορίστως εἰποῦσα ἡ φωνὴ, ἀναστὰς, φάγε ὃ δοκεῖ σοι ἐκ τῶν φαινομένων, ἐποίησε τὸν Πέτρον εἰπεῖν, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινόν·” “τοῦτο δὲ “ἐγένετο ἐπὶ τρίς.”

Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτὸν,

Τοῦ ἁγίου Κυρίλλου ἐκ Τοῦ Δευτέρου Τεύχουσ τῶν Κατὰ Ἰουλιανοῦ. Τοῦ θεσπεσίου Πέτρου ἐπὶ τοῖς Ἰουδαίοις ἐμφιλοχωρεῖν ἐθέλοντος, καὶ οἷον ὀκνοῦντος ἰέναι πρὸς τὰ βελτίω, διὰ τὸ ἡττῆσθαι y δεινῶς τῇ περὶ τοὺς τύπους αἰδοῖ, καθίησι τὴν ὀθόνην ἐξ οὐρανοῦ Θεὸς, ἐγγεγραμμένων αὐτῇ τῶν ζώων, ἃ ταῖς τοῦ νόμου ψήφοις αἰνιγματωδῶς μὲν, ὡς ἔφην, πλὴν ὡς βέβηλα κατεκρίνετο· καὶ δὴ καὶ σφάττειν ἐκέλευε, καὶ εἴπερ ἕλοιτο ποιεῖσθαι τροφήν· ἀλύοντος δὲ καὶ οὕτω τοῦ μαθητοῦ, καὶ δὴ καὶ λέγοντος ᾿Ιουδαϊκῶς, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν “κοινὸν καὶ ἀκάθαρτον·” οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον· φωνὴ κατεδόθη, μονονουχὶ καὶ ἐπιπλήττοντος αὐτῷ τοῦ Θεοῦ, λέγοντός τε σαφῶς, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· εἰτα συνῆκεν εὐθὺς, ὡς ἐνειστήκει καιρὸς τοῦ μεταπλάττεσθαι δεῖν πρὸς ἀλήθειαν τὰς σκιάς. ἡ δέ γε τῶν τύπων εἰς ἀλήθειαν μεταφοίτησις, ἀποπεραίνει μᾶλλον αὐτοὺς, καὶ οὐ καθάπερ οἴονταί τινες εἰκῆ τεθειμένους ἀποφήνειεν ἄν· οὐκοῦν οὐ ποτὲ μὲν ὁ νομοθέτης καθαρὸν οἶδε τὸν σῦν, ἤγουν τὰ ἕτερα, ποτὲ δὲ οὐχί· ἀλλ’ οἶδεν εὖ γεγονότα· οὐκοῦν εἰ καὶ μὴ πρόσεστιν ὑσὶ τὸ μαρυκᾶσθαι τυχὸν, ἀλλ’ οὖν οὐκ ἀκάθαρτον· ἐδώδιμον δὲ μᾶλλον ἐστὶ τὸ ζῶον κατὰ μίαν· εἰ δέ τινας κατ’ οὐδένα τρόπον, τόγε ἧκον εἰς ἰδίαν φύσιν· τύποι γὰρ, ὡς ἔφην, ὁ νόμος, καὶ σκιαὶ μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι.

[*](γ διάτο τὸηττῆσθαι Cod.)
180

Τοῦ Χρυσοστóμου. Δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι ἡ τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται· εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι· ἡ οὖν γῆ τουτέστιν ἡ σινδὼν, τὰ δὲ ἐν αὐτῇ θηρία οἱ ἐξ ἐθνῶν· τὸ δὲ “θῦσον καὶ φάγε,” ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι τὸ βάπτισμα.

Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.

Εἰρηναίου. τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος, ἐν ᾗ οὐράνιος εἶπεν αὐτῷ φωνὴ, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· τοῦθ’ ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας ὁ Θεὸς, οὗτος κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο.

Τοῦ Χρυσοστóμου. Πολλὴ ἡ τόλμα· διατὶ ἀντεῖπε; ἵνα μή τις εἴπῃ ὅτι ἐπείραζεν ὁ Θεὸς ὥσπερ ἐπὶ τοῦ Ἀβραάμ· διὰ τοῦτο φησὶν, οὐχὶ ἀντιλέγων· ὥσπερ οὖν καὶ πρὸς τὸν Φίλιππον ἔλεγε “πόσους ἄρτους ἔχετε οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν· καὶ μὴν αὐτός ἐστιν ὁ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλεχθεὶς ἀνθρώπῳ· ἀλλὰ καὶ ἐκεῖ τετράποδα ἦν, καὶ οὐδὲ οὕτως ᾔδει.

Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

Ἀμμωνίου. Τὸ τῆς τριάδος δείκνυσιν αὐτῷ τὸ ἀληθὲς τῆς ὀπτασίας· ὥσπερ καὶ ἡ εἰς Τριάδα πίστις τὴν ἀληθῆ θεοσέβειαν παρίστησιν.

Ὡς δὲ ἐν αὐτῷ διηπόρει ὁ Πέτρος, τί ἃν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου,

Τοῦ Κρυσοστóμου. Εὐκαίρως ἔρχονται οἱ ἄνδρες τὴν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι ὁ Χριστὸς, καὶ τότε τὸν ἄγγελον πέμπει· εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη· οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν καθ’ ὃν ἠρώτησαν εἰ ἐκεῖ ἐξενίζετο.

Διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα·

Τοῦ Αὐτοῦ Ἅτε ὡς εὐτελῆ οἰκίαν κάτωθεν ἐπυνθάνοντο, τοὺς γείτονας ἠρώτων.

181

Καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ὁράματος, εἶπε τὸ Πνεῦμα αὐτῷ,

Τοῦ Αὐτοῦ Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν ὅτι καὶ διεκρίθη καὶ ἐπαιδεύθη μὴ διακρί- νεσθαι.

Ἀμμωνἰου. Σημειωτέον ὅτι οὐ δεῖ τινὰ ἑαυτῷ αὐθεντεῖν καινοτομίας εἰσάγειν ἐν τῇ πίστει· ὅπου μετὰ ὀπτασίαν ὁ Πέτρος τοσοῦτον διηπόρει, ὥστε καὶ Πνεῦμα αὐτὸν προτρέψασθαι· δεῖ οὖν καὶ θείας προτροπῆς ἐν τοῖς δοκοῦσι παρὰ κανόνα γίνεσθαι, ὡς καὶ ἄνω ἐπὶ τοῦ βαπτίσματος Φιλίππου σεσημείωται· ὃν εἶπον διάκονον ὄντα μὴ δύνασθαι δίχα ἀνάγκης βαπτίζειν.

Ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσί σε· ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.

Τοῦ Αὐτοῦ Πολλὴ τοῦ Πνεύματος ἡ ἐξουσία· ὃ γὰρ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν· ὁ μὲν γὰρ αγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἶπεν, “αἱ εὐχαί σου καὶ ἐλεημο- “σύναι σου·” ἵνα δείξῃ ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα οὐχ οὕτως· ἀλλ’ ὅτι “αὐτοὺς ἐγὼ ἀπέσταλκα.”

Τοῦ Αὐτοῦ. Καὶ οὐκ εἶπε, διὰ γὰρ τοῦτο ὅραμά σοι ὤφθη· ἀλλ’ “ἐγὼ αὐτοὺς ἀπέσταλκα· οὕτω δεῖ τῷ Πνεύματι πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα· ἀρκεῖ πρὸς πᾶσαν πληροφορίαν τὸ ακοῦσαι παρ’ αὐτοῦ· τόδε ποιῆσον· τόδε πίστευσον· μηδὲν πλέον.

Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτὸν, εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία, δι’ ἢν πάρεστε;

Τοῦ Αὐτοῦ Εἶδε στρατιώτην· εἶδεν ἄνθρωπον· οὐκ ἐφοβήθη λοιπὸν, ἀλλὰ πρότερον ὁμολόγησας αὐτὸς εἶναι καὶ ζητήσας, τότε τὴν αἰτίαν πυνθάνεται· ἵνα μὴ νομισθῇ διὰ τοῦτο τὴν αἰτίαν πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι· ἵνα ἃν μὲν εὐθέως κατεπείγει, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ εἰς τὸν οἶκον αὐτοὺς.

Οἳ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος

182
καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων.

Toῦ αὐτοῦ. Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ· ὅρα πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν· ἀπὸ ἀνδρὸς εὐσε- βοῦς ἀξίου φανέντος ἀπὸ τῶν ἔργων· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὁμ́ως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν· τί οὐκ ἃν ἐγένετο ; ὅρα πόση ἀσφάλεια, ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινόν.

Ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.

Toῦ αὐτοῦ. Μῆ καταφρονήσῃς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ’ ἐκελεύσθη οὕτως.

  1. * ὅτι μετασταλεὶς ὁ Πέτρος ἦλθε πρὸς Κορνήλιον.

Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.

Toῦ Αὐτοῦ. Μετὰ παρρησίας λοιπὸν καὶ συνδιαιτᾶται, καὶ ἦλθον σὺν αὐτῷ ἄλλοι.

Tῇ ἐπαύριον ἀναστὰς ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· καὶ τῆ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν.

Toῦ Χρυσοστόμωυ. Καλῶς πρότερον φιλοφρονεῖται τοὺς ἄν- δρας, ἄτε ἄπο καμάτου ὄντας, καὶ οἰκεῖοι ἑαυτῷ καὶ τινες ἔρχον- τᾶι μετ’ αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε ε-ι’ναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογει-σθαι δέῃ Πέτρον.

Tοῦ αὐτοῦ. Ἐπίσημος ἦν ὁ ἀνὴρ, καὶ ἐν ἐπισήμῳ πόλει τυγ- χάνων· διὰ τοῦτο πάντα γίνεται· καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαμβάνει τὸ πρᾶγμα· οὐχὶ ἐν ὕπνῳ ὤφθη, ἀλλ’ ἐγρηγορότι· ἐν ἡμέρᾳ, περὶ ὥραν ἐνάτην οὕτως αὐτῷ προσεῖχεν.

Ὀ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκελεσά- μένος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φί- λους.

Τοῦ αὐτοῦ. τοῦ φίλου τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγα-5o θοῖς πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους· εἰκότως οἷς ἐθάρρει ἀεὶ περὶ τοιούτων ὄντος αὐτῷ τοῦ ἀγῶνος· φοβούμενος τοῖς ἄλλοις ἐγχειρίσαι. ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ’ αὐ-

183
τοῦ δοκοῦσιν εὐωχεῖσθαι· ὅρα πῶς ἐπίστευσεν ὅτι πάντως ἥξει ὁ Πέτρος.

Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνη- σεν.

Τοῦ Αὐτοῦ τοῦτο καὶ τοὺς ἄλλους παιδεύων, καὶ τῶ Θεῶ εἰχαριστῶν, χαριστῶν, καὶ τὸ ταπεινὸν αὐτοῦ ἐνδεικνύμενος.

Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι· καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλούς.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, μηδὲν μέγα περὶ αὐτὸν φαντάζεσθαι.

Ἀμμωνιου. Εἰ ὁ Πέτρος ὁ τοσοῦτος οὐκ ἠνέσχετο τοῦ αὐτῷ, ἶσον ἑαυτὸν ποιῶν τῷ Κορνηλίῳ, καὶ ταῦτα ἔτι ὄντι ἐθνικῷ, τί δεῖ εἰπεῖν περὶ τῶν λοιπῶν ἀνθρώπων;

Ἔφη τε πρὸς αὐτοὺς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσεύχεσθαι ἀλλο- φύλῳ.

Τοῦ Χρυσοστὀμου. Ὄρα εὐθέως περὶ τῆς τοῦ Θεοῦ διαλέγεται· καὶ δείκνυσιν ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ὁ Θεός· καὶ ὅρα πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει· οὐ γὰρ εἶπεν, ἄνθρωποι, μηδενὶ καταξιοῦντες κολλᾶσθαι ἤλθομεν πρὸς ὑμᾶς, ἀλλάγε, ὑμεῖς ἐπίστασθε, ὁ Θεὸς τοῦτο ἐκέλευσε παρά. νόμον εἰναι κολλᾶσθαι ἣ προσεύχεσθαι ἀλλοφύλῳ.

Καί μοι ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.

Εἰρηναίου. Διὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν πορεύετο πρὸς αὐτοὺς, εἰ μὴ κεκέλευστο· ἴσως γὰρ οὐδὲ τὸ βάπτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ Ἁγίου ἐπαναπαύοντος Ζ αὐτοῖς, προφητεύοντας αὐτοὺς ἀκηκόει· καὶ διὰ τοῦτο ἔλεγε· μή τις τὸ ὕδωρ κωλύσαι δύναται τού- [*](z Incertæ scripturæ est vox, et fors. ἐπαναγέντος scripsit librarius.)

184
“τοὺς, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;“πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων, ὅτι εἰ μὴ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ἐπαναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος.

Τοῦ Χρυσοστὀμου. Ἵνα μηδεὶς οὕτω τὴν χάριν ἔχῃ, ταῦτά φησιν· ἵνα μὴ δόξη κολακεύειν αὐτόν.

Ἀμμωνιου. Σημειωτέον ὅτι αὐτὸς ὁ Θεὸς ἐπέτρεψε τῷ Χριστιανῷ λαῷ, μηδένα ἄνθρωπον κοινὸν ἢ ἀκάθαρτον λέγειν, ἀλλὰ συνεῖναι αὐτοῖς· ἅτε ἐλπίδα ἔχοντες τοῦ πιστεύειν μάλιστα εἰς τὸν Χριστόν.

Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς.

Ἵνα μὴ νομίσωσιν ὅτι παρανομία ἦν τὸ πρᾶγμα, μὴ δὲ νομίσῃ ἐπειδὴ ἄρχων ἦν διὰ τοῦτο ὑπήκουσεν· ἀλλὰ τὸ πᾶν τῶ Θεῶ λογίσωνται. οὐ μόνον κολλᾶσθαι ἀλλ’ οὐδὲ προσέρχεσθαι ἑξῆν.

Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.

Τοῦ Αὐτοῦ Ἤδη τὸ πᾶν ὁ Πέτρος ἤκουσε καὶ παρὰ τῶν στρατιωτῶν, ἀλλὰ πρῶτον βούλεται αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευθυνους ποίησαι τῇ πίστει ἤκουσε γὰρ παρὰ τῶν στρατιωτῶν.

Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας, ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῳ οἴκῳ μου.

“Τὴν ἐνάτην ὥραν,” φησὶ, “προσευχόμενος,” τι ἐστι τοῦτο ἐμοὶ δοκεῖ καιροὺς οὗτος ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου· καὶ ἔν τισιν ἡμέραις· διὰ γὰρ τοῦτο εἶπεν“ἀπὸ τετάρτης ἡμέρας·” ὅρα πόσον ἐστὶν εὐχή· ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. αὕτη μία ἡμέρα, καὶ ἣν ἀπῆλθον οἱ πεμφθέντες παρὰ Κορνηλίου, μία· καὶ ἣν ἦλθον, μία· καὶ τετάρτη ἐφάνη ὡσεὶ τρίτην ὥραν μεθ’ ἣν προσηύξατο.

[*](a Καὶ ἰδοὺ, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 1 καὶ φησί. Τοῦ Αὐτοῦ Οὐ λέγει ἄγγελος· οὕτως ἐστὶν ἄτυφος.)[*](a Καὶ ὁ Πέτρος ἐμφανὴς γενόμενος νύκτωρ τοι] ἀδελφοῖς ὑπεχώρησεν. Male hoc loco hunc sectionis titulum ponit Codex.)
185

Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ· πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος.

Τοῦ Χρυσοστόμου. Ἵνα δείξῃ ἑαυτὸν ἄξιον ὅντα· ἐπειδὴ εἶπεν, “ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι, ἢ συνεύ- “Χεσθαι ἀλλοφύλῳ·” οὐκ ἔστι τοῦτο κενοδοξίας·“πάντες ἐπίστασθε,” φησὶ, καὶ τὴν ἐκείνων κατεγγυήται γνώμην.

Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου.

Τοῦ Αὐτοῦ. Ὄρα ὅση πίστις ὄρα ὅση εὐλάβεια ᾔδει ὅτι οὐδὲν ἀνθρώπινον εἶπε Πέτρος· ὅτι ὁ Θεὸς ἔδειξέ μοι, φησί· λέγει λοιπὸν οὗτος, πάρεσμεν ἀκοῦσαι τὰ προστεταγμένα σοι ὑπὸ τοῦ “Κυρίου.”

Τοῦ Αὐτοῦ Οὐχὶ ἐνώπιον ἀνθρώπου ἀλλὰ τοῦ Θεοῦ· οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις· εἴδετε διάνοιαν διεγηγερμένην· εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων.

Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ’ ἀληθείας καταλαμβάνομαι.

Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Τρανῶς σημαίνει ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, τὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι’ ὧν b καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ’ ἀληθείας ἐστὶ Θεός· ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις.

Ὄτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς,

Τοῦ Χρυσοστόμου. Τουέστιν ἄν τε ἀκρόβυστος ᾖ, ἄν τε ἐμπερίτομος c τι οὖν φησι; δεκτὸς αὐτῷ ἐστὶν ὁ ἐν Πέρσιδι; ἂν ᾖ ἄξιος· ταύτῃ δεκτός ἐστι τῷ καταξιωθῆναι τῆς πίστεως· τὸν ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε· τι οὖν ἂν εἴποι τις περὶ τῶν θεοσεβῶν τῶν περιοφθέντων; οὐκ ἔστι τινὰ περιοφθῆναι ποτε· ὁ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οὐδένα ἀπωθεῖται.

[*](b Sic. c ἐνπερίτομος Cod.)
186

Τοῦ Αὐτοῦ Τουτέστιν οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμάτων ἐξετάζει διαφοράν.

Τοῦ Αὐτοῦ Ὡς ὅταν λέγῃ Παῦλος, ὅταν γὰρ ἔθνη τὰ μὴ “νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ,” καὶ δόγμα τίθησι καὶ πολιτείαν· εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐ δὲ λῃστὴν, οὐδὲ πόρνην, πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως.

Τοῦ Αὐτοῦ Προσίεται Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐργάτας ὁ φιλαβέτας ἡμῶν Χριστός.

Ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος μένος δικαιοσύνην, δεκτός αὐτῷ ἐστι.

Εὰν προσδράμῃ τῷ βαπτίσματι τῷ θείῳ, ἀποστὰς τῆς προτέρας πλάνης, ἤγουν τῆς προλαβούσης.

Τοῦ Χρυσοστὀμου. τὴν πᾶσαν φησὶν ἀρετὴν ἐν τάξει ριμμενων εἶναι.

Ἀμμωνιου. Πρὸ τοῦ οὖν δέξασθαι b τὸν δικαιοπραγοῦντα διὰ τῆς εἰς ἑαυτὸν πίστεως ὁ Χριστὸς εἰς τὴν Ἐκκλησίαν, καὶ πιστεύσῃ c τοῖς θείοις καὶ ἀληθινοῖς δόγμασιν, ἀπρόσδεκτος ὣν, οὐκ εἰσέρχεται εἰς τὴν τῶν οὐρανῶν βασιλείαν.

Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστι πάντων Κύριος· ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης.

Τοῦ Χρυσοστὀμου. ταῦτα λέγει καὶ διὰ τοὺς παρόντας· ἵνα καὶ ἐκείνους πείσῃ· διὰ τοῦτο ἀναγκάζει τὸν Κορνήλιον εἰπεῖν· καὶ δίδωσιν αὐτοῖς τοῖς υἱοῖς Ἰσραὴλ τὸ ἐξαίρετον.

Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει.

Ἐξ ἀνεπιγράφου. Ἐπειδὴ ἐκένωσεν ἑαυτὸν, καὶ παραπλησίως [*](b δέξαι prim. man. corr. postea δέξασθαι. c Prim. man. πιστεύση dein corr. aliq. πιστεύσει. Leg. κἂν πιστεύση.)

187
ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· καὶ ταῦτα ἅπερ ἔχει κατὰ φύσιν ὡς Θεὸς, λαμβάνειν λέγεται διὰ τὸ ἀνθρώπινον· δέχεται γὰρ οὐχ ἑαυτῷ, μᾶλλον δὲ καθ’ ὃ Θεὸς Λόγος ἐστίν· ἴδια γὰρ ἦν αὐτοῦ. ἀλλ’ ἡμῖν ὡς ἐν ἀπαρχῇ δι’ ἑαυτοῦ.

Διδύμου. Ἰστέον ὡς ἡ τάξις ἡ κατὰ τὴν ἐπαγγελίαν τῆς προφορᾶς, οὐ πάντως ἕπεται τῇ τῶν σημαινομένων πραγμάτων ἁρμονίᾳ· εἰ καὶ ποτε συμπίπτει τοῦτο· διὸ καὶ d πραττόμενον ἐν τῇ προφορᾷ τῆς δυνάμεως τοῦ Θεοῦ εὑρίσκεται τὸ Πνεῦμα, οὐ δεῖ νομίζειν ὅτι οὕτω καὶ τὰ σημαινόμενα ἔχει· ἅμα γὰρ καὶ ἀδιαίρετον φρονοῦντες εἶναι τὴν τριάδα, οὐδὲ περὶ οὐσιώδους διαφορᾶς ἐννοοῦμεν· τῷ μὴ ἐκ διαφόρων συμπληροῦσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἣ τὸ Ἅγιον Πνεῦμα· διὸ κἂν λέγηται ὁ Ἰησοῦς, ὁ ἐκ τῆς παρθένου κυηθεὶς, κεχρῖσθαι Πνεύματι Ἁγίῳ καὶ δυνάμει, οὐχ ἕτερόν τι ἐκ τῆς λέξεως μανθάνομεν, ἣ ὅτι Πνεύματος Ἁγίου καὶ τῆς τοῦ Θεοῦ δυνάμεως ἐπισκιασάσης αὐτῇ, ἵνα τέκῃ τὸν Ἐμμανουήλ· φαμὲν οὖν τὸ κυηθὲν μὴ ἐξ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως γεγονέναι. Ὣς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.

Τοῦ Χρυσοστὀμου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς, καὶ διαστροφὴν σωμάτων ὑπ’ ἐκείνου γεγενημένας, ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν. Ἠν γὰρ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων δι’ ἀπιστίας πεδήσας ὁ Σατανᾶς, καὶ τὰ σώματα λωβησάμενος, σάμενος, κατὰ τὸ, “ἀπὸ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ὁλοκληρία.

Ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἐν τῆ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου· τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτη ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι.

Τοῦ Χρυσοστὀμου. Πἀλιν τὰ ταπεινά. Καὶ μεθ’ ἕτερα—Ὅτε ἔδειξεν ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει ὅτι ἀνῃρέθη· ἵνα μή τι ἄτοπον φαντασθῇς. ὁρᾶς αὐτοὺς οὐδαμῶς κρύπτοντας τὸν [*](d Leg. vid. κἂν.)

188
σταυρόν· ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας, καὶ τὸν τρόπον, ὃν καὶ “ἀνεῖλον,” φησὶ, “κρεμάσαντες κρεμάσαντες ἐπὶ ξύλου.

Οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειρο- τονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν,

Τοῦ Αὐτοῦ. Καίτοι γε αὐτοὺς αὐτὸς ἐξ ἐλέξατο· ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ, “τοῖς προκεχειροτονημένοις” φησίν· ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· διατί μηδὲν ἀναστὰς ἐποίησε σημεῖον, ἀλλ’ ἔφαγε καὶ ἔπιεν; ὅτι αὐτὴ ἡ ἀνάστασις μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτω σημεῖον ὡς τὸ φαγεῖν καὶ πιεῖν. “διαμαρτύρασθαι φησὶ, φοβερῶς· ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταπεσεῖν i καὶ οὐκ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ’ ὃ μᾶλλον αὐτοὺς ἐφόβει, ἡ καιρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ δόξαν εἶχον ἐκεῖνοι. ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ’ αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν.

Οἵ τινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κήρυξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.

Σευήρου ἀρχιεπισκόπου Ἀντιοχεἰας ἐκ τῆσ Ορὸσ Ἀνασταςἰαν Διἀκονον έπιστολῆσ. Καὶ μὴν καὶ καινὴν συνέφαγεν, οὐ κατὰ τὴν προτέραν τάξιν ἣν συνήσθιεν αὐτοῖς καὶ συνέπιε πρὸ τῆς ἀναστάσεως. τότε γὰρ κάτα πάντα χωρὶς αμαρτίας ὁμοιωθεὶς ἡμῖν, ἤσθιε καὶ ἔπινε καθάπερ ἡμεῖς· ἑκὼν ἐνδιδοὺς τῇ σαρκὶ τὴν τῆς τροφῆς χρείαν ἐπιζητεῖν· διὸ καὶ τὸ τῆς πεινῆς βουλόμενος προσείκατο πάθος· μετὰ δέ γε τὴν ἀνάστασιν οὐκέτι κατὰ χρείαν ἔφαγε καὶ ἔπιεν, ἀλλὰ μόνον πιστούμενος καὶ ἐπιδεικνὺς τοῖς οἰκείοις μαθηταῖς· καὶ τοῖς μετὰ ταῦτα δεῖ κεινῶν πιστεύειν μέλλουσι τὴν ἀληθῆ φύσιν τοῦ σώματος· ὃ καὶ πέπονθεν ἑκὼν καὶ ἀνέστη θεοπρεπῶς, πανταχόθεν ἀπελαύνων τὴν τῆς ἐπαράτου δοκήσεως καὶ φαντασίας ὑπόνοιαν. ταύτην οὖν καὶ καινὴν βρῶσιν καὶ πόσιν ἐκάλεσε τὴν μετὰ τὴν ἀνάστασιν γενομένην αὐτῷ μετὰ τῶν μαθητῶν, οὐ κατὰ τὴν προτέραν συνήθειαν.

189

τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ αἵματος αὐτοῦ πάντα τὸν πι- πιστεύοντά εἰς αὐτὸν.

Ἐξ ἀνεπιγράφου. Ὅσοι, φησὶ, προφῆται ἐλάλησαν περὶ ἁμαρτιῶν ἀφέσεως, ἐν τούτῳ τῷ Ἰησοῦ εἶπαν αὐτὰς ποιεῖσθαι· οὕτω καὶ Ἡσαΐας τὸ αὐτοῦ εἰσφέρον πρόσωπον λέγει, “ἐγώ εἰμι “ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ τὰς ἀνομίας σου.”

Διλύμου. Εἰ τις μετανοῶν ἐφ’ οἷς ἔπραξε κακοῖς, πιστεύσας εἰς τὸ ὄνομα Κυρίου, ἄφεσιν δέχεται τῶν ἡμαρτημένων ἐφ’ οἷς γνησίως μετέγνω· πάντες δὲ οἱ προφῆται, ὧν φέρεται διδασκα- λία πρὸς τὸν λαὸν τῶν Ἑβραίων, περὶ μετανοίας καὶ πίστεως τῆς εἰς τὸν Πατέρα εἰρήκασι· ἀκολούθως καθόλου δέξεται πάντας τοὺς προφήτας μαρτυρεῖν ἄφεσιν ἁμαρτιῶν δίδοσθαι τῷ πιστεύοντι εἰς τὸν Κύριον.

Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

Τοῦ Χρυσοστόμου ἐκ τῆσ πρὸσ Τιμόθεον β' ἐπιστολῆσ όμιλίασ β'. Ἐπεπήδησεν εὐθέως τὸ Πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσ- ἤνεγκεν· οὕτως τὸ πᾶν τῆς πίστεως ἐστιν.

Τοῦ αὐτοῦ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· οὐκ ἀφῆκεν ἀπαρ- τισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ’ ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. τοῦτο δὲ γίνεται προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς Πνεῦμα ἐπῆλθεν, ἀλλὰ καὶ γλωσσαῖς ἐλάλουν· ὅπερ ἐξέπληττε τοὺς συνελθόντας· πάνυ ἐπαχθῶς ε7χον πρὸς τὸ πρᾶγμα· διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ γίνεται· καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι· παιδευόμενος ὅτι δεῖ αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι’ αὐτῶν δεῖ γενέσθαι τοῦτο. ὅπου γὰρ μετὰ τοσαῦτα, καὶ ἐν Καισαρείᾳ καὶ ἐν lepoao- λύμοις ἀμφισβήτησις γίνεται, τι ἃν ἐγένετο, εἰ μὴ ταῦτα παρη-

190
κολούθησε; καὶ διὰ τοῦτο μεθ’ ὑπερβολῆς γίνεται· καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν, ὅρα πῶς ἀπολογεῖται· μήτι τὸ ὕδωρ δύναταί “τις κωλῦσαι, καὶ τὰ ἑξῆς· ὅρα ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο οὕτως τῆς γνώμης ταύτης ἢν μήτι “τὸ ὕδωρ,” φησι, “κωλῦσαι κωλῦσαι δύναταί τις;“σχεδὸν γὰρ ὥσπερ ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι, τοῖς λέγουσιν ὅτι οὐ χρὴ τοῦτο γενέσθαι· τὸ πᾶν γέγονέ, φησι, τὸ ἀναγκαιότερον· τὸ βάπτισμα γέγονεν ὃ ἡμεῖς ἐβαπτίσθημεν.

Κυρἰλλου. Ἐάν τις ἀμφιβάλλοι πάλιν, πρὸ τοῦ βαπτισθῆναι τοὺς ἀμφὶ τὸν Κορνήλιον, πῶς ἠξιώθησαν τοῦ Ἁγίου Πνεύματος, ἴστω διὰ τὴν κρίσιν τοῦ Πέτρου καὶ τῶν ἐκ περιτομῆς τὸ τοιοῦτον γεγενῆσθαι.

Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Σὀλωνα ἐπίσκοπον ἐπιστολῆσ Λῆσ Τῆσ Κατα Εὐχιτῶν. Διά τοι τοῦτο καὶ παρὰ τὰς ἀρχὰς τοῦ κηρύγματος, ὅτε κατήγγελον οἱ Ἀπόστολοι τὸ Εὐαγγέλιον, οἱ τυγχάνοντες τοῦ ἁγίου βαπτίσματος εἰς ἀπόδειξιν τοῦ Πνεῦμα Ἅγιον εἰληφέναι, καὶ γλώσσαις ἐλάλουν καὶ προεφήτενον· φήτευον· ὅτε γὰρ ἤκμαζε τὰ τῆς ἀπιστίας, τότε κατὰ τὸ χρεοῶδες ἤνθει τὰ θαύματα· τῆς δὲ πίστεως πλατυνθείσης οὐ δεῖ σημείων· οὐ γὰρ πρὸς ἐπίδειξιν γίνεται τὰ παρὰ τοῦ Θεοῦ, πρὸς σωτηρίαν δὲ καὶ θεραπείαν, καὶ τὴν τῶν μετεχόντων εὐεργεσίαν.

Ἀμμωνιου. Σημειωτέον ὅτι οὐκ ἄλλως ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κορνήλιον καὶ τοὺς σὺν αὐτῷ, καίτοι μαρτυρηθέντας εἶναι θεοσεβεῖς καὶ δικαίους, εἰ μὴ προκατηχηθέντας τὸν τῆς πίστεως λόγον, ἤκουσαν καὶ ἐπίστευσαν· ὡς καὶ ἔνθεν δῆλον εἶναι, ὅτι ὁ ἐθνικὸς, κἂν πάνυ δίκαιος ᾖ, οὐδέποτε μεταλαμβάνει τῆς τοῦ Πνεύματος δωρεᾶς, ἀμέτοχος ὢν καὶ ἄγνωστος τῆς ἀληθινῆς πί- στεως.

Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλ- θον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλωσσαῖς, καὶ μεγαλυνόντων τὸν Θεόν.

Τοῦ Χρυσοστόμου. Ὅπου γε καὶ τοῖς πεπιστευκόσιν περιτομῆς, παράδοξον τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ ἐνεκάλουν τῷ

191
Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἀπελθόντι· καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, ἔτι καὶ οὕτως ἐθαύμαζον, πῶς “καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·” γὰρ ἐκπλήττεσθαι ἐνεδείκνυτο, ὡς οὐκ ἄν ποτε τοῦτο ἐγένετο τὸ παραδοξον.

Τότε ἀπεκρίθη Πέτρος, μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς;

Τοῦ Αὐτοῦ Πρὸς Πρὸς τοὺς λεπτολογεῖν ἐθέλοντας καὶ πολυπραγμονεῖν τὰ θεῖα μυστήρια, καὶ ζητοῦντας ἃ μὴ δεῖ, καὶ λέγοντας διατὶ ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα; πάλιν γὰρ οὐ μέλλει αὐτοῖς εἰπεῖν, διατὶ πρὸ τοῦ κατελθεῖν τοὺς περὶ τὸν Κορνήλιον νήλιον καὶ βαπτισθῆναι ὕδατι, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα. πρὸς οὓς δεῖ εἰπεῖν, ὅτι τῇ τοῦ Θεοῦ κρίσει ταῦτα γίνεται, καὶ οὐδεὶς δύναται κωλῦσαι τὸ Πνεῦμα κατελθεῖν, καὶ πρὸ τοῦ βαπτισθῆναι ὕδατι ἐκεῖνον, ἐφ’ ὃν συνορᾶ τὸ Πνεῦμα ἐπιπεσεῖν, ὡς ὁ Πέτρος ἐμαρτύρει. οὕτως οὖν καὶ ἐπὶ τοῦ Φιλίππου d νοητέον· ὅτι οὐκ εὐδόκησεν ὁ Θεὸς ἐπιβαλεῖν τοῖς ὑπ’ αὐτοῦ βαπτισθεῖσι Πνεῦμα, κατὰ τὸν καιρὸν καθ’ ὃν ἐλούσαντο ὕδατι· καὶ ὑπερβαί- νει τὸν ἄνθρωπον ἀναζητεῖν τὴν τοῦ Θεοῦ γνώμην, ἣν μαθεῖν ἀδύνατον κατὰ τὸ εἰρημένον· “τίς ἔγνω νοῦν Κυρίου;

Προσέταξε δὲ αὐτοὺς βαπτισθῆναι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινας.

Τοῦ Χρυσοστόμου. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοὺς προσέταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι· διὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων· καὶ τότε προσέταξεν.

Διδύμου. Ὁ βαπτιζόμενος εἰς τὸ ὄνομα Ἰησοῦ, εἰς τὴν βαπτίζεται· ὡς ὁ λαμβάνων ἐκ τοῦ Θεοῦ τὴν δωρεὰν, ἐν τριάδι αὐτὴν ἔχει βεβαιουμένην· ὅθεν οὐ φοβητέον ἐκ τῶν τοιούτων ῥημάτων τὴν Σαβελλίου γνώμην· τριάδα γὰρ τιθέμεθα, ἀλλ’ οὐ τριώνυμον ὑπόστασιν μίαν.

[*](d φίλιππον Cod.)
192

Τοῦ Χρυσοστόμου. Καὶ τίς ἦν τοῦ ὕδατος χρεία, τοῦ Ἁγίου Πνεύματος ἐπιπεσόντος αὐτ’οἶς; καὶ ταύτην ἤδη λοιπὸν ὁρῶ τὸ μυστήριον ἐκκαλύπτων ἡμῖν τὸ ἀποκεκρυμμένον· θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα· τάφος καὶ νέκρωσις· καὶ ἀνάστασις καὶ ζωή. ὥσπερ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι· οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναδεῖξαι τὸν νέον. τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δυνάμει Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ἐκεῖ πληροῦται. καὶ ὅτι οὐ στο- χασμὸς τὸ εἰρημένον, ἄκουσον τοῦ Παύλου λέγοντος· “συνετάφη- μὲν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον·” καὶ πάλιν, “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ πάλιν, σύμ- φυτοὶ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.”

Τοῦ Αὐτοῦ Τότε εἰκότως καὶ θαρρούντως λοιπὸν ἐπιμένει.

Ἤκουσαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.

Τοῦ Αὐτοῦ. Ὄρα πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο· εἰδες τὸν ζῆλον οἷον εἶχον ὑπὲρ τοῦ νόμου; οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν· οὐ τὰ γενόμενα σημεῖα· οὐ τὸ κατόρθωμα ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ’ ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο· εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα· ἀλλ’ οὐκ ἀπολογεῖται οὕτω Πέτρος, συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα· καὶ δείκνυσι διὰ τῆς ἀπολογίας, ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν.

Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς.

Τοῦ Χρυσοστόμου. Μετὰ τοσαῦτα διεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ Ἀπόστολοι· μὴ γένοιτο· ἐσκανδαλίζοντο δὲ, φησὶν, οὐ μικρῶς· καὶ ὅρα τί προβάλλονται· οὐ λέγουσι, διατὶ κατήγγειλες; ἀλλὰ, διατί συνέφαγες; ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρόν· ψυχρὸν γὰρ ὄντως ἦν· ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα· ὅτι εἰ Πνεύματος μετέλαβον, φησὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν;

193

Ὡς Πέτρος καθεξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγήσατο τοΤς Λποστό- λοις διακριθcισι πρὸς αὐτὸν, τὸ τηνικάδε Βαρνάβαν ἐκπέμψας πρὸς τοὺς ἐν ’Λντιοχεία̣ ἀδελφούς.

Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέ- γων, ἐγὼ ἤμην ἐν πόλει Ἰόππη προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθό- ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρα- 6νοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἢν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ του οὐράνου·

Toῦ Αὐτοῦ. Οὐ τῆς συνέσεως Πέτρου ἦν τὰ ῥήματα, ἀλλὰ τοῦ Πνεύματος. καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδα- μοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν· ἐν ἐκστάσει γὰρ αὐτὸς φησὶν, ἐποίησεν ἐγὼ ἐν Ἰόππῃ ἤμην τὸ σκεῦος αὐτὸς ἔδειξεν, ἐγὼ καὶ ἀντεῖπον· καὶ πάλιν αὐτὸς ει-’πε, καὶ οὐδὲ οὕτως ἤκουσα· τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν, καὶ οὕτως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ οὐδὲ οὕτως ἐβάπτισα μετὰ ταῦτα· ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο· ὁ Θεὸς αὐτὸς ἐβάπτισεν, οὐκ ἐγώ.

Τοῦ άγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἀπὸ τοῦ Παναρίου κεφαλαίου κη'. Κήρινθος ὁ αἱρετικὸς παρεκίνειe περὶ τοῦ Πέτρου ἐπανελθόντος εἰς ‘Iερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς, λέγων, ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας· ἐποίησε δὲ τοῦτο ὁ Κήρινθος πρὶν ἣ ἐν τῇ Ἀσίᾳ κήρυξαι τὸ αὐτοῦ κήρυγμα, καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον· διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον δῆθεν, ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηρά- σατο· τοῦ δὲ καὶ δόντος * τῷ Πέτρῳ τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον ποιήσασθαι, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια· ἕως τότε γὰρ ἐδίσταζεν ὁ ἅγιος, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ, ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν· εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ [*](c παρεκείνη Cod. f κύδοντος Cod.)

194
Κορνήλιον, καὶ ἰδὼν ὁ Πέτρος εἶπε· “μήτι τὸ ὕδωρ δύναται τις ** κωλῦσαι, καὶ τὰ ἑξῆς· τὸ πᾶν δὲ τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ὅπως ὁ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἐξ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ’ ἐκ Θεοῦ ὑπῆρχεν.

Καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε.

Τοῦ Χρυσοστόμου. Ὡσανεὶ ἔλεγεν· ἱκανὸν μὲν ἦν καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν σινδόνα· πλὴν ἀλλὰ καὶ φωνὴ προσ- ετίθει.

Εἶπον δὲ, μηδαμῶς, Κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.

τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι τὸ ἐμὸν ἐποίησά· φησιν, ὅτι οὐδέποτε ἔφαγον, πρὸς τοῦτο ὃ ἔλεγον ἐκεῖνοι, ὅτι εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς· τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη.

Ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.

Τοῦ αὐτοῦ. Ὄρα πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ δι- δασκάλου ἀξιώματι κεχρῆσθαι· ὅσῳ γὰρ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον· καὶ ταῦτα ἀπολογίας ἦν.

Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ ἀνεσπάσθη πάλιν ἅ· πάντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἧ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με· εἶπε δέ μοι τὸ Πνεῦμα, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίνοντα·

Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι νεύματος ἡ νομοθεσία.

Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσ- ήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·

Τοῦ αὐτοῦ. Οὐδὲν ταπεινότερον ὅταν τῶν ἀδελφῶν τὴν ριαν ἐπάγηται.

Ἀπήγγειλε δὲ ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἰκῶ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀπόστειλον εἰς Ἰόπ-

195
πην, καὶ μεταπέμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.

Τοῦ Αὐτοῦ Οὐκ εἰπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα, ὅτι εἶπε τῷ Κορνηλίῳ, “αἱ εὐχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου,” καὶ τὰ ἑξῆς, ἀλλὰ τι φησι; “λαλήσει λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ “σὺ καὶ πᾶς ὁ οἶκός σου·” τοῦτο εἰκότως πρόκειται· καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός· τοῦ Πνεύματος πέμψαντός, φησι, τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ ἀγγέλου, ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διάκρισιν τῶν πραγμάτων τι ποιῆσαι ἔδει; ἀλλ’ οὐ λέγει τούτων οὐδέν, ἀλλ’ ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ’ αὐτὸ ἀναμφισβήτητον ἦν τεκμήριον.

Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.

Τοῦ Αὐτοῦ Καὶ οὐκ ἀρκεῖται τοῦτο, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου.

Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.

Τοῦ Αὐτοῦ. Ὅτι οὐδὲν καινότερον γέγονεν, ἀλλ’ ὅπερ προεῖπεν· ἀλλ’ οὐκ ἔδει βαπτίσαι· ἀλλ’ ἀπήρτιστο τὸ βάπτισμα· καὶ οὐ λέγει ἐκέλευσα αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; δείκνυσιν αὐτὸν οὐδὲν ποιήσοντα· ὅπερ ἐσχήκαμεν, φησὶν, ἡμεῖς, ἔλαβον ἐκεῖνοι.

Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν,

Τοῦ Αὐτοῦ. Ἴνα μειζόνως αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε τὴν ἴσην δωρεάν·’ ὁρᾶς πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν’ πιστεύσασι, φησὶ, “τὴν ἴσην δωρεὰν ἔδωκε καὶ οὐ λέγει ὑμῖν, ἀλλ’ “ἡμῖν·“ ἡμῖν· τί ἀναξιοπαθεῖτε ὅταν ἡμεῖς κοινωνοὺς αὐτοὺς λέγωμεν;

Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;

Τοῦ Χρυσοστόμου. βαβαὶ πόση ἀπολογία· οὐ γὰρ εἶπε,

196
ταῦτα οὖν εἰδότες ἡσυχάζετε; ἀλλὰ τί; δέχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται e, “τις τίς ἤμην δυνατὸς κωλῦσαι τὸν “Θεόν;” οὐκ ἠδυνάμην κωλῦσαι· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως· ὅθεν λοιπὸν φοιβηθέντες ἡσύχαζον, καὶ ἐδόξαζον τὸν Θεόν.

Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε, καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα.

Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος καταξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίρρησιν τῶν ἀγανακτούντων παύσῃ· ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλεγόντων εἴρηται, “ἀκούσαντες δὲ ἡσύχασαν.

Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες, ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.

Τοῦ Χρυσοστόμου. Ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων· ἐντεῦθεν ἀνεώχθη θύρα πρὸς τὰ ἔθνη λοιπόν.

Ἀμμωνίου. Ὄτι ἡ εἰς Χριστὸν πίστις, μετάνοιαν ἐπὶ τοῖς πρώην πραχθεῖσιν αὐτοῖς ἢ δογματισθεῖσιν, εἰς ζωὴν ἄγοι·

Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας,

Τοῦ Χρυσοστόμο. Οὐ μικρὸν κατόρθωμα ὁ διωγμὸς γέγονε· τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν· οὐκ ἃν εἴγε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι f ἐποίησαν, ἣ τοῦτο διέσπειραν τοὺς διδασκάλους· ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη· διῆλθον, φησιν, “ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀν- τιοχείας·” οὐδενὶ μέντοι ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις.

Μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰου- δαίοις.

Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι οἰκονομικῶς τοσαῦτα γέγονε περὶ Κορνηλίον· τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων· ὅτε γὰρ Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς [*](e ἀπολογεῖτε Cod. f ἀλλ’ ὅτι Cod.)

197
ἐκινδύνευσεν, ὅτε οἱ Ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθησαν, τότε Σαμαρεῖται· ὃ καὶ Παῦλος φησί· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ “στρεφόμεθα εἰς τὰ ἔθνη· περιῄεσαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι.

Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.

Τοῦ Χρυσοστόμου. ’ίσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλληνας αὐτοὺς ἐκάλουν.

Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν· πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψε πρὸς τὸν Κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἰερουσαλὴμ περὶ ἀυτῶν·

Τοῦ Αὐτοῦ. Τουτέστι τὰ σημεῖα εἰργάζοντο· ὁρᾶς διατί καὶ νυν η τῶν σημείων ἀνάγκη γέγονεν, ἴνα πιστεύσωσιν.

Καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιο- χείας.

Τοῦ Αὐτοῦ Διατί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; οὔπω τοῦ ἀνδρὸς ᾔδεισαν τὴν ἀρετήν· οἰκονομεῖται δὲ Βαρνάβαν παραγενέσθαι. ἐπειδὴ καὶ πλῆθος ἦν καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις· καὶ μάλιστα ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ Παῦλος κηρύττει.

Εὐσεβίου Καισαρείασ ἐκ Τοῦ Α' Τόμου Τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Λέγεται εἷς τῶν g ἑβδομήκοντα Βαρνάβας γεγονέναι· τούτων δὲ τῶν ἑβδομήκοντα εἶναι φασὶ καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα, καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς Ἀποστόλοις συγκαταλεγέντα· καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἰναι φασίν.

Ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῆ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ·

[*](g τὸν Cod.)
198

Τοῦ Χρυσοστόμου. Καθάπερ γὰρ γῆ λιπαρὰ, τὸν λόγον ἐδέξατο αὕτη ἡ πόλις, καὶ πολὺ τὸν καρπὸν ἐπεδείξατο.

Ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.

Διδύμου. Οὐ ταὐτόν ἐστι Θεὸν μόνον ἀγαθὸν εἶναι, καὶ ἄνδρα ἀγαθὸν ὑπάρχειν. ὁ μὲν γὰρ κατ’ οὐσίαν ἀγαθὸς τυγχάνει· ἀρχὴ καὶ πηγὴ ὣν τῶν ἀγαθῶν· ὁ δὲ ἀνὴρ οὐ κατ’ οὐσίαν τυγχάνει, ἀλλ’ ἐν ἀναλήψει ἀρετῆς ἔχει τοῦτο αὐτό· ἀλλ’ οὐχ ἁπλῶς ἀνὴρ ἀγα- θὸς εἰς τοῦτο λήψῃ καὶ τὸ, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ.”

Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,

Τοῦ Χρυσοστόμου. Πολύχρηστος ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ συγγνωμονικός· ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μοναχὸν, ἐπὶ τὸν λεόντα· οὐκ ἔχω τι εἴπω, ὅσα ἐὰν εἴπω· ἐπὶ τὸν κύνα τὸν θηρευτικὸν, τὸν λεοντᾶς ἀναιροῦντα· ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρόν· ἐπὶ τὴν λαμπάδα τὴν φαιδράν· ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. ὄντως διὰ τοῦτο ἐνταῦθα ἐχρηματίσθησαν κα- λεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐνταῦθα τοσοῦτον ἐποίησε χρόνον.

Καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐ- τοῖς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῆ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν,

Οὐ μικρὸν τῆς πόλεως ἐγκώμιον τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπήλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· διὸ καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος ἠξιώθησαν. ὁρᾶς Παύλου τὸ κατόρθωμα, εἰς ὅσον ἐπῆρεν ὕψος. ὧσπέρ τι σημεῖον τὸ ὄνομα· ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν· ἀλλ’ οἱ τῆς ὁδοῦ ἤκουον, ἐνταῦθα Χριστιανοὶ ὠνομάσθησαν. Καὶ μετ’ ὀλίγα—Ἔδει καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα φυτευθῆναι καρπόν· καὶ ὅρα πῶς ἀναγκαίως οὐδεὶς τῶν περιφανῶν αὐτοῖς γίνεται δι- δάσκαλος.

Χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

199

Σευυήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ. Χριστιανὸς γὰρ πολυθείας ἀντίπαλον.

Ἀμμωνίου. Σημειωτέον ὅτι μᾶλλον διὰ τοῦτο ἡ θρόνου ἠξιώθη ἀρχοντικοῦ· ἐπειδὴ ἐκεῖ πρῶτον ἐχρημάτισαν οἱ πιστοὶ Χριστιανοί.

Προφητεία h Ἀγάβου περὶ λιμοῦ οἰκουμένης, καὶ καρποφορίας πρὸς τοὺς ἐν Ἀντιοχείᾳ ἀδελφούς.

Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἰεροσολύμων προφήται προφῆται εἰς Ἀντιόχειαν.

Τοῦ Χρυσοστόμου. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι “ὁ νόμος καὶ “οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων.

Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε διὰ τοῦ Πνεύματος, λιμὸν μέγαν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.

Τοῦ Αὐτοῦ Κυπρίους ἔσχον διδασκάλους καὶ Κυρηναίους καὶ Παῦλον· ἀλλ’ οὗτος ὑπερέβαινεν αὐτούς· ἐπεὶ καὶ Παῦλος ’ν νίαν καὶ Βαρνάβαν ἔσχε διδασκάλους· ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο λιμὸς γέγονεν, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ἀλλὰ τοῦτο οὐδὲν θαυμαστόν· καὶ γὰρ ὁ Χριστὸς προεῖπεν· οὐ διὰ τοῦτο, ἐπειδὴ ἐξ ἀρχῆς τοῦτο γεγενῆσθαι ἔδει, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς Ἀποστόλους γενόμενα· καὶ ἐμακροθύμησεν ὁ Θεός. ὡς δὲ ἐνέκειντο, λιμὸς μέγας γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ· ἐσόμενα κακά· εἰ δι’ αὐτοὺς ἢν, πάντως ἔδει καὶ ὄντα παύσασθαι· τι ἠδίκησαν Ελληνες, ἵνα καὶ αὐτοὶ τῶν κακῶν μετέχωσιν; εὐδοκιμῆσαι γὰρ αὐτοὺς μᾶλλον ἐχρῆν· ὅτι τὸ αὐτῶν ἐποίουν, ἀνήρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον· καὶ ὅρα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσετέθησαν. ἀλλ’ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑφεξαιρεθῆναι, διατὶ ὁ Χριστὸς τοῦτο προλαβὼν εἶπεν, ὅτι θλῖψιν ἑξέτε’ ὡσανεὶ λόγοις ὅτι ἔδει μηδὲ μαστί- ζεσθαι.

[*](h προφητείαι Cod. et mox καρποφορίας.)
200

Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος στος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ- λου.

Τοῦ Χρυσοστόμου. Ὄρα αὐτοῖς καὶ τὸν λιμὸν αἴτιον σωτηρίας, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὁρᾶς ἅμα πιστεύοντας, ἅμα καρποφοροῦντας· οὐ τοῖς αὐτῶν μόνον ἀλλὰ καὶ τοῖς πόρρω.

Ἀμμωνίου. Ὥστε οὖν καὶ Πρεσβυτέρων εἶχον ἀξίαν οἱ Ἀπόστολοι· στόλοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται.

Κατασφαγὴ Ἰακώβου τοῦ Ἀποστόλου.

κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκ- κλησίας.

Τοῦ Χρυσοστόμου. Καλῶς λέγει ὅτι Ἡρώδης ὁ βασιλεὺς οὗτος, οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. ἰδοὺ πειρασμὸς ἕτερος· ὅρα ὅπερ ἐξ ἀρχῆς εἶπον· πῶς τὰ πράγματα πλέκεται· πῶς δι’ ἀνέ- σεως καὶ θλίψεως πάντα ὑφαίνεται· οὐκέτι οὐκέτι οὔτε τὸ συνέδριον, έδριον, ἀλλ’ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλεμος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις.

Τοῦ Αὐτοῦ “Κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκκλησίας,” φησί· καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως ἐποίει· τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Χριστός· τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.”

Ἀμμωνίου. Θέα ὅτι οἱ πιστοὶ ἄνδρες, καὶ τὸ ἐξ αὐτῶν στῆμα Ἐκκλησία καλεῖται.

Ποῖον καιρόν; τὸν ἐπὶ Κλαυδίου Καίσαρος· Γάιος γὰρ αὐτοκράτωρ Ρωμαίων Ἀγρίππαν καθίστησι βασιλέα τῆς Ἰουδαίας, τὸν Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς g Γαλλίας] σὺν καὶ τῇ [*](f Quæ uncinis inclusi in textu ommissa suppl. rec. man. in ἐξωρίσας δι’ αἰσχρότητα βίου CEcum. et Cod. BaroCC. 3. g Γαλιλαίας Cod.)

201
γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς Ἱστορεῖ Ἰώσηπος ἐν τῷ ἴη λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ β' λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἣ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππᾳ Ἡρώδην, ἣ κατὰ σφάλμα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ καὶ ο χρόνος καὶ αἰ πράξεις ’τον αὐτὸν ὄντα δεικνύουσιν τουτεστιν Ἀγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάιον γέγονεν αὐτο- κρατωρ.

Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.

Τοῦ Χρυσοστόμου. Ἁπλῶς καὶ ὡς ἔτυχεν· εἰ δέ τις ζητοίη, διατὶ συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ συγχωρησιν αὐτοῦ γέγονε τοῦτο.

Τοῦ Αὐτοῦ Οὕτως ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτῃ δωρεὰν μεγίστην νομίσαι χαρίσεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι.

Τοῦ Αὐτοῦ Εἶδες αὐτῶν τὴν ἀνδρείαν; ἵνα γὰρ μηδεὶς ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε- θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πεί- θων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.

Ἀμμωνίου. Σημειωτέον ὅτι Ἰάκωβος πρῶτος ἐμαρτύρησεν ἀπὸ τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἣ σφαγεὶς ἣ ἀποτμηθεὶς τὴν κεφαλήν.

Τοῦ Χρυσοστόμου. Ἦν γὰρ καὶ ἕτερος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· διὰ τοῦτο ἐπεσημήνατο εἰπὼν τὸν ἀδελφὸν Ἰωάννου.

Πέτρου σύλληψις πρὸς g Ἠρώδου· ὅπως τὲ αὐτὸν θείῳ θελήματι h ἄγγελος ἐξείλατο τῶν εἰργμῶν.

Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον.

[*](g Ἡρώδην Cod. h ἄγγελον Cod.)
202

Τοῦ Αὐτοῦ Ὑπὲρ τινῶν αὐτοῖς ἐχαρίζετο φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ;

Τοῦ Αὐτοῦ “Ἰδῶν δὲ ὅτι ἀρεστόν ἐστι,” φησὶ, τοῖς Ἰουοαιοις ἀρεστὸν φόνος; καὶ φόνος ἄδικος κακίας; ἀσέβεια ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο· δέον γὰρ τοὐναντίον ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὣν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μύρια παραδείγματα δείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ἤγειρε χαλεπόν.

’Hσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων.

Τοῦ Αὐτοῦ Πἀλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ πράττειν οὐκ ἤθελον.

Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι σαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, βουλόμενος μένος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.

Τοῦ Αὐτοῦ Καὶ τοῦ θύμου τοῦτό, φησιν, ἦν καὶ τοῦ δέους.

Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις· τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου δοκιμωτέρου γινομένου καὶ τὴν ἀνδρίαν τὴν οἰκείαν.

Τοῦ Αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγὼν, καὶ τὸ ἐκεῖνον ἀναιρεθῆναι περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι.

Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῆ· προσευχὴ χὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.

Τοῦ Αὐτοῦ Φιλοστοργίας ἦν ἡ προσευχὴ, πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον· “ἐκτενὴς,” φησὶ, “προσευχή·” ἀκούσατε πῶς διέκειντο πρὸς τοὺς διδασκάλους· οὐκ ἐστασίασαν, οὐκ ἐθορύ- βησαν, ἀλλ’ ἐπὶ εὐχὴν ἐτράπησαν ὄντως συμμαχίαν τὴν ἄμαχον.

Τοῦ ἁγίου Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ Τῆσ Πρὸσ Μήτραν Πρωτεύοντα ἐπιστολῆσ. τοῦτο καὶ ὑμᾶς ἡμῖν τοῖς βραχέσι παρακαλοῦμεν συνεισφέρειν, καὶ ἱκετείαις καὶ δά- [*](i τὴν ἀμ’. supplevit sec. m.)

203
κρυσι· τὰ γὰρ κοινὰ πάθη τῆς Ἐκκλησίας καὶ κοινῶν δεῖται δεήσεων· οὕτω γὰρ καὶ Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐν τῇ φυλακῇ δύσιν ἀλύσεσι δεδεμένου, καὶ φρουρᾷ στρατιωτῶν παραδεδομένου, φησὶ τὸ βιβλίον τῶν Πραξέων, προσευχὴ δὲ ἦν “ἐκτενὴς ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. τοῦτοί k νυν Ἀποστόλον τῆς συμμαχίας δεηθέντος τῶν ὑπὸ τῆς Εκκλησίας ἀναπεμπομένων εὐχῶν, πῶς ἡμεῖς οἱ ἀτελεῖς καὶ τῇ ἁμαρτίᾳ σύντροφοι, μὴ πολλῷ μᾶλλον αἰτήσωμεν ταύτας ἡμῖν συνεισφέρεσθαι παρὰ τῶν πιστῶν, γνησίων μελῶν ὄντων τῆς ἐκκλη- σίας καὶ πεπαιδευμένων, στενάζειν μετ’ αἰσθήσεως θεοφιλοῦς καὶ πνευματικῆς;

Ὅτε δὲ ἔμελλε προαγαγεῖν αὐτὸν ὁ Ἡρώδης, τῆ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν ρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων.

Τοῦ Χρυσοστόμου. Κατ’ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε· καὶ φῶς ἔλαμψε, φησὶ, ἐν τῷ οἰκήματι, ἴνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον, εἰ μὴ τοῦτο γεγόνει, πολλῷ πλεὸν οὕτως παρετάττετο πρὸς τὸν θανατον· τὸ γὰρ πολλῶν ἡμερῶν ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει.

Τοῦ Αὐτοῦ Ὄρα δὲ Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα οὐδὲ ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ· αὐτῇ τῇ νυκτὶ ᾖ προάγεσθαι ἔμελλε, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν· καὶ πάλιν ἰσχύει πλῆθος ὅταν καὶ ἀρετὴ ᾐ· καὶ τοσοῦτον ἰσχύει, ὡς κεκλεισμένων τῶν θυρῶν καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων· ἀλλ’ ὥσπερ ἀρετῆς οὔσης μεγάλα δύναται, οὕτω κακίας προσούσης, οὐδὲν ὀνίνησι πλῆθος.

[*](k Sic. In marg. suppl. rec. m. πῶς οὐκ ἂν ἐνόμισε φαντασίαν εἶναι.)
204

Τοῦ Αὐτοῦ Ὄρα πῶς ἀκριβὴς ἡ φυλακή· καὶ φησὶ, ἀνάστηθι· συγκαθεύδοντες ἦσαν οἱ φύλακες, καὶ φῶς ἔλαμψε·” διατὶ φῶς; ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντα- σίαν εἶναι· καὶ τὸ ἐν τάχει, ὥστε μὴ ῥαθυμῆσαι· καὶ ἔπληξεν αὐτόν· οὕτως βαθέως ἐκάθευδεν· ἐδόκει δὲ ὅραμα βλέπειν. διῆλθον πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἰπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοὶ; εἰπάτωσαν ἡμῖν.

Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χείρων.

Τοῦ Χρυσοστόμου. Οὐχὶ θορυβοῦντός ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλλεσθαι.

Τοῦ Αὐτοῦ Πἀλιν ἐνταῦθα δείκνυσιν ὅτι οὐ κακουργία γέγονεν· οὐδεὶς γὰρ ἔπε’ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος τοσαύτην ποιεῖται σπουδὴν, ὡς τὰ σανδάλια αὐτοῦ λαβεῖν καὶ σώζεσθαι.

Εἶπε δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησε δὲ οὕτως· καὶ λέγει αὐτῷ· περιβάλου τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι·

Τοῦ Αὐτοῦ Φέρε κἀκεῖνο ἐξετάσωμεν· εἶπεν ὁ Χριστός· μὴ “κτήσεσθε κτήσεσθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑπο- “δήματα, δήματα, μηδὲ ζώνην, μηδὲ ῥάβδον·” τί οὖν, εἶπε μοι, Πέτρος παρὰ τὸ πρόσταγμα; ἐποίει· πῶς γὰρ οὐ; καὶ ζώνην ἔχων καὶ ἱμάτια· ἄκουε γὰρ ἀγγέλου λέγοντος πρὸς αὐτόν· “ζῶσαι ζῶσαι καὶ ὑπό- “δῆσαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τῶν ὑποδη- μάτων ἦν· ἔστι γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι· ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνι ἐστὶν, ἀλλ’ ὅμως εἶχε· τί δὴ ὁ Παῦλος ὅταν Τιμοθέῳ m γράφων· “σπούδασον σπούδασονπρὸ πρὸ χειμῶνος ἐλ- “θεῖον·“ εἰτα παραγγέλλει καὶ λέγει· τὸν φελώνην ὃν ἀπέλιπον ἐν “Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα “τὰς μεμβράνας· ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἃν ἔχοι τις εἰπεῖν ὅτι καὶ ἕτερον οὐκ εἶχεν ὃν ἐφόρει· εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δηλονότι ἕτερον εἶχε· τί δὲ ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι [*](m Rec. m. add. ὅταν λέγῃ Τιμ.)

205
ἔμεινεν; ἀρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ λέγων ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός περὶ οὑ ὁ Χριστὸς ἐμαρτύρησε λέγων· “ ὅτι σκεῦος ἐκλογῆς ἐστι μοι οὗτος· καὶ μετ’ ὁλίγα—Τί οὐν ἐστίν; οὐκ ἐναντιώθησαν; μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διὰ παντός· καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ’ ἀπὸ τῶν θείων γράφων· πῶς φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς; “ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώ- “νῆς καὶ ὑποδημάτων, μήτινος ὑστέρησεν ὑμῖν; λέγουσιν αὐτῷ, οὐ οὐκοῦν λοιπὸν κτήσασθε ἀλλὰ τι ἔδει, εἰπέ μοι, ἕνα χιτωνᾶ ἔχειν; τι οὖν εἰ πλύνασθαι τοῦτον ἔδει; γυμνὸς ἐχρῆν οἴκοι καθῆσθαι; ἣ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν χρείας καλούσης; ἐννόησον οἱον ἦν, Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην, διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν· τι δὲ εἰ κρυμὸς ἐπετέσθη σφοδρὸς καὶ κατέβρεξεν; ἣ καὶ ἐπάγω σε πῶς ξηραίνεσθαι ἐνῆν; καὶ πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι· τι δὲ εἰ τὸ ψῦχος κατέτεινε; τὸ σῶμα τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι πρὸς Τιμόθεον· οἴνῳ ὀλίγῳ χρῶ δία ’τον στόμαχον σου καὶ τὰς πυκνάς σου “ἀσθενείας·“ ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου “καὶ γὰρ ἠσθένησε παρα- “πλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ “μόνον, ἀλλὰ καὶ ἐμέ· ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι· τι οὖν ἀπόλλυσθαι ἐχρῆν; οὐδαμῶς· τίνος οὖν ἕνεκε τότε τοῦτο ἐπέταξε; τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι.

Καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ἤδει, ὅτι ἀληθές ἐστι τὸ γενόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει γὰρ ὅραμα βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.

206

Ἰωάννου. Ἴδου δεύτερον σημεῖον· ὅτε ἀπέστη ὁ ἄγγελος, ἐνόησεν ὁ Πέτρος.

Τοῦ Αὐτοῦ Εἰκότως διὰ τὴν ὑπερβολὴν τῶν γινομένων· ὁρᾶς πόσον ἐστὶν ὑπερβολὴ σημείου· πῶς ἐκπλήττει τὸν ὁρῶντα· πῶς οὐκ ἀφίησιν ἀπιστηθῆναι. εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος, τί ἕτερος ἔπαθεν ἄν; διῆλθεν πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἶπέ μοι· ποῦ εἰσὶν αἱρετικοί; εἰπάτωσαν ἡμῖν. Καὶ μετ’ ὀλίγα— “Ἐξελ- “θόντες προῆλθον ῥύμην μίαν, ἕως ὅτου ἀπέστη ὁ ἄγγελος· τὰ μέντοι ἔνδον γενόμενα ἐν τῇ φυλακῇ θαυμασιώτερα ἦν, τοῦτο δὲ λοιπὸν ἀνθρωπινότερον· ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος· εἰ γὰρ προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων, ὅντως γὰρ ὄντως ἔκπληξις ἦν· νῦν ἔγνων, “ὅτι ἐξαπέστειλε Κύριος “τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο, οὐχὶ τότε ὅτε ἐν δεσμῷ ἦν.

Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ ὁ Θεὸς, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδο- κίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

Τοῦ Αὐτοῦ Νῦν ἔγνων, φησὶν, οὐ τότε· διατί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστι Πέτρος ἐν αἰσθήσει τῶν γινομένων· καίτοι τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς ὅτε οἱ πάντες ἀπελύθησαν. καὶ τὸ τὰς ἀλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, καὶ τοῦτο μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. ἀθρόον βούλεται τὴν ἡδονὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τότε τὴν αἴσθησιν λαβεῖν.

Συνιδὼν δὲ ἦλθεν ἐπὶ τὴν οἰκίαν Μάριας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε ὑπακοῦσαι παιδίσκη ὀνόματι Ῥώδη· καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα,

Τοῦ Αὐτοῦ Ὄρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Καὶ μετ’ ὀλίγα —

207
“συνιδὼν δὲ, φησί· τί ἐστὶ συνιδών; ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ’ ἀμείψασθαι τὸν εὐεργέτην· “ἦλθεν ἐπὶ τὴν οἰκίαν Μα- “ρίας·” τίς ἦν ὁ Ἰωάννης; ἴσως οὐκ ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν· εἶπε γὰρ, “τοῦ “ἐπικαλουμένου Μάρκου· ὅρα δὲ εὐχόμενοι ἐν νυκτὶ πόσον ἤνυσαν· σαν· ὅσον ἀγαθὸν ἡ θλίψις· πῶς δὲ διεγηγερμένους αὐτοὺς εἰργάσατο· εἶδες τοῦ φόνου Στεφάνου τὸ κέρδος, ὅτι διεσπάρησαν εἰς τὴν γῆν, καὶ ἐπλατύνθη τὸ κήρυγμα μετὰ τὸν φόνον Στεφάνου· εἰδες καὶ τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια· οὐ γὰρ δὴ ἐξ ἑτέρων ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς μέγα δεικνύει τὸ εὐαγγέλιν, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀδικουμένοις, οὐδὲν δι’ ἐκείνων πασχόντων δεινὸν, αὐτὰς κἀς ἑαυτὰς θλίψεις δείκνυσι μεγάλας οὔσας· ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν.

Ἀμμωνίου. τάχα οὗτός ἐστι Μάρκος ὁ Εὐαγγελιστὴς, δι’ λέγουσιν ὅτι Πέτρος εὐαγγελίσατο· τὸ γὰρ Μάρκου εὐαγγέλιον Πέτρου λέγεται εἶναι· πιθανὸς δὲ ὁ λόγος ἐξ ὧν καὶ πρὸς αὐτὸν κατέμενον ὁ τε Πέτρος καὶ οἱ λοιποί.

Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνη. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν.

Τοῦ αὐτοῦ Ὄρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Καὶ μετ’ ὀλίγα—Καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν· “ ἀπὸ τῆς χαρᾶς, φησὶν, “οὐκ ἤνοιξε· καλῶς καὶ τοῦτο γέγονεν, ἵνα μὴ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ’ ἐγυμνασθῇ αὐτῶν ἡ διάνοια. ὅπερ ἔθος ἡμῖν, ἵνα αὐτὴ τὰ εὐαγγελια κομίσηται, ἔσπευσεν· ὄντως γὰρ εὐαγγέλια ἢν.

Οἱ δὲ ἔλεγον, ὁ ἄγγελος αὐτοῦ ἐστιν.

Τοῦ Χρυσοστόμου. τοῦτο ἀληθὲς, ὅτι ἕκαστος ἄγγελον ἔχει· καὶ τι βούλεται ὁ ἄγγελος; ἀπὸ τοῦ καιροῦ τοῦτο προσεδόκησαν· φησὶ γὰρ, “ὅπου εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθος ἐστίν ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀρχαγγέλους, καὶ τὰς ἄλλας δυνάμεις.

208

Τοῦ ἁγίου Βασιλείου Εἰσ Τὴν ἑρμηνείαν Τοῦ Λγ' Ψαλμοῦ. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήοιτε ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτως καὶ τὸν τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἁμαρτία. ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἔργα, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεός· καὶ περιτει- χίζει σε φυλακῇ ἀγγέλων. σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολὴ ἀνθρώπων παρα- σκευάζεται ὁ εἷς ἄγγελος· διὰ μὲν οὖν τὸ μέγα τοῦ φυλάσσοντός σε, παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἷον περιτειχίζει σε πάντοθεν τῇ ἀπ’ αὐτοῦ ἀσφαλείᾳ. ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν, οὕτως καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει.

Ἀμμωνίου. Τέως σημειωτέον ἐν πρώτοις, ὅτι ἕκαστος ἀνθρώπων ἔχει ὁδηγόν· καὶ ὅτι συνεχῶς ἑώρων ἀγγέλους οἱ πιστοί· ὡς ὁ Φίλιππος καὶ οἱ περὶ Πέτρον καὶ Ἰωάννην καὶ οἱ ἄλλοι· οἱ γὰρ ἄπιστοι οὐχ ὁρῶσι, κἂν πλησίον ὦσιν αὐτῶν· ἀμέλει ὁ Ἡρώδης οὐκ εἶδε τὸν πατάξαντα αὐτὸν ἄγγελόν· ἀλλὰ τῆς μὲν πληγῆς ἤσθετο, τίς δὲ ὁ πλήξας οὐκ ἐθεάσατο.

Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν δηλονότι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες· καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικός· ὅτι “ ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγ- “γέλους·” καὶ Μώσης “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ- “ λῶν Θεοῦ.

Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῆ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἀπὸ τῆς φυλακῆς.

Τοῦ Αὐτοῦ Πολλῷ ποθεινότερος λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἀπελθεῖν.

209

Εἶπε δὲ, ἀπαγγείλατε τῷ Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταύτα.

Πῶς οὐκ ἔστι κενόδοξος, οὐδὲ εἶπε, τοῖς ἀπανταχοῦ δῆλα ταῦτα ποιήσατε, ἀλλὰ τοῖς ἀδελφοῖς;

Καὶ ἐὼν ἐπορεύθη εἰς ἕτερον τόπον.

Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβαλεν ἑαυτόν· ἐπεὶ καὶ τοῦτο ὅτε ἐκελεύσθησαν ἐποίησαν· “ εἰσελθόντες, φησὶ, “ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ· τούτῳ δὲ οὐκ εἶπεν ὁ ἄγγελος· ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν, ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι.

Γενομένης δὲ ἡμέρας, ἦν τάραχος μέγας ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν.

Τοῦ Χρυσοστόμου. Ἴσως τινὲς ἀποροῦσιν, ὡς περιεῖδεν ὁ Θεὸς τοὺς ἀθλητὰς ἀπολλυμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον· καίτοι δυνατὸν ἦν αὐτῷ μετὰ τὸν Πέτρον κἀκείνους ἐξελέσθαι· ἀλλ’ οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὴν ἀξίαν ἀπονεῖμαι ἑκάστῳ· ἄλλως δὲ οὐκ ἐνέβαλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος· μᾶλλον γὰρ αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι· ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἐμπαιχθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καὶ μετ’ ὀλίγα — Εἰ γὰρ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη φυγὴ ἃν εἰναι τὸ πρᾶγμα· τί οὐν οὐκ ἑτέρως ᾠκονομήθη φησί; ποία γὰρ βλάβη γέγονε νῦν ἃν, εἰ δῶμεν, ὅτι οἱ ἀδίκως παθόντες θόντες κακῶς, οὐδὲν ἐβλάβησαν· οὐ ζητήσωμεν ταῦτα· διατί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου; διατί αὐτὸν οὐκ ἐξείλατο; “ἡμερὰς δὲ γενομένης, φησὶν, “ἠν τάραχος οὐκ ὀλίγος οὕτως οὐκ ἤσθοντο· ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον· τὰ δὲ δεσμὰ ἦν καὶ οἱ φύλακες ἔνδον, καὶ τὸ δεσμωτήριον κεκλεισμένον· οὐδαμοῦ τοῖχος διωρυγμένος· πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπα- στος ὁ ἄνθρωπος γέγονε· διατί αὐτοὺς καταδικάζεις ; εἰ ἤθελον

210
ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον· ἀλλὰ χρήματα ἔλαβον· πόθεν ; ὁ μηδὲ πένητι ἔχων ἀποδοῦναι, τούτοις ἐδίδου ; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἀλύσεις, οὐδὲ λελυμέναι ἦσαν· ἔδει ἰδεῖν ὅτι θεῖον τὸ πρᾶγμα ἦν, καὶ οὐδὲν ἀνθρώπινον.

Περὶ τῶν φυλάκων κολάσεως, καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ἡρώδου πικρᾶς τε καὶ ὀλεθρίου καταστροφῆς.

Ἠν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.

Τοῦ Χρυσοστόμου. ταύτης τί μέμνηται τῆς ἱστορίας, ει-’πέ μοι· τι πρὸς τὸ Εὐαγγέλιον ἀνήκει μαθεῖν, ὅτι θυμομαχεῖ Τυρίοις καὶ Σιδονίοις ; οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν, πῶς εὐθέως ἐπῆλθεν ἡ δίκη, καὶ κατέλαβεν αὐτόν· εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. καὶ μὴν εἰ ἐκεῖνοι φησὶν ἐβόησαν, τι πρὸς τοῦτον ; ὅτι κατεδέξατο τὴν φωνήν· ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας· διὰ τοῦτο μάλιστα ἐκεῖνοι παιδεύονται οἱ κολακεύοντες εἰκῆ. ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμω- ρίας, τοῦτον δὲ κολαζόμενον· οὐ γάρ ἐστι κρίσεως ὁ καιρὸς, τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει· ἐκείνους ἀφιεὶς ἀπὸ τού- του κερδᾶναι.

Τακτὴ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βα- σιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ αv θρώπου. παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν. ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.

Τοῦ Χρυσοστόμου. Ἰώσηπος φησὶν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργυρίου πεποιημένην περιέκειτο. ὁρ́α καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν· ὁρ́α καὶ τῶν Ἀποστόλων τὸ φρόνημα· ὃν γὰρ ἔθνος ὁλόκλη- ρον οὕτως ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον· ὅρα δὲ πάλιν ἀνά-

211
πνεῦσιν αὐτῶν μεγάλην, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας· εἰ γὰρ οὗτος ἀκούσας, ὅτι φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι μηδὲν εἰπὼν, τοιαῦτα ἔπαθε, πολλῷ μᾶλλον ὁ Χριστὸς, εἰ μὴ αὐτὸς ἀεὶ λέγων, ὅτι τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἐστὶν ἐμά κἂν πολ- “ λοὶ μοι ὑπηρετοῦσι. καὶ ὅσα τοιαῦτα.

Εὐσεβίου Καισαρείασ ἐκ τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Εἴπερ τῆς τοῦ βασιλέως Ἡρώδου προσηγορίας δόξειε τισὶ διαφωνεῖν ὁ Ἰώσηπος· ἀλλ’ ὅγε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεικνύων· ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνό- μάτος, ἢ πέρι ’τον αὐτὸν, οἴα καὶ πέρι πολλοὺς, γενενημένης. Ἰώσηπος λέγει “ ὡς ὁ Ἡρώδης στολὴν ἐνδυσάμενος ἐξ “ ἀργυρίου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν “ εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας· ἔνθα ταῖς πρώταις τῶν ἡλια- “ κῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς, θαυμασίως ἀπέ- “ στίλβε· μαρμαρυγῶν τι φοβερὸν, καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι “ φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνων πρὸς ἀγαθοῦ “ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προαγορεύοντες, εὐμενής τε “ εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν· “ ἀλλὰ τοὐντεῦθεν κρείττονά σε τῆς φύσεως ὁμολογοῦμεν.

Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἀπὸ Ἰερουσαλὴμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικαλούμενον Μάρκον.

Τοῦ Χρυσοστὀμου. Ἔτι Βαρνάβα πρώτου μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρός· οὔπω σημεῖον οὐδὲν εἰργάσατο.

Ἀποστολὴ Βαρνάβα καὶ Παύλου παρὰ τοῦ Θείου Πνεύματος εἰς Κύπρον· ὅσα τε εἰργάσατο ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς Ἐλύμαν τὸν μόγον.

Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλη- σίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος,

Ἀμμωνιου. Σημειωτέον ὅτι καὶ Παῦλος καὶ Βαρνάβας μετὰ τῶν προφητῶν κατετάγησαν.

Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος.

212

“Μαναήν τε Ἠρώδου τοῦ τετράρχου σύντροφος.” ἰδοὺ ὁ τρόπος ἑκάστου, καὶ οὐκ ἐκ παιδὸς ἀνατροφὴ σώζει· βλέπε γὰρ πῶς ὁ μὲν Ἡρώδης κάκιστος ἢν, μὴ βουληθεὶς μετανοῆσαι· ὁ δὲ τούτου σύντροφος Μαναὴν, τοσοῦτον μετεβλήθη, ὅτι καὶ προφητείας ἠξιώθη.

Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον,

Τοῦ Χρυσοστόμου. Τί ἐστι λειτουργούντων; τουτέστι κη- ρυττοντων.

Εξ Ἀνεπιγράφου. Ὤσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πάντα πράττουσιν αὐτεξουσίως, οὕτως καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἔργον δὲ λέγει τὸ κήρυγμα, ὅπερ ἐστιν ἴδιον τῆς Ἀγίας Τριάδος.

Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ τοῖς τυχοῦσι λαλεῖ τὸ τὸ Ἅγιον, ἀλλὰ τοῖς λειτουργοῦσιν αὐτῷ καὶ νηστεύουσι· καὶ πάλιν σημειωτέον, ὅτι οὐχ ὡς ἔτυχεν ἐχειροτόνουν τοὺς διακόνους, ἀλλὰ προνηστεύοντες καὶ εὐχόμενοι· καὶ ἰδοὺ πάλιν ἐπέθηκαν τὰς χεῖρας τοῖς περὶ Σαῦλον· ὡς ἐκ τούτου στοχάζεσθαι, ὅτι τὸν τοῦ διακόνου βαθμὸν διὰ τῆς ἐπιγενομένης χειροθεσίας ὑπερέβησαν.

Ινα τὸ ὁμότιμον δείξῃ.

Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· τότε νηστεύσαντες καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.

Τί ἐστιν ἀφορίσατέ μοι εἰς τὸ ἔργον; εἰς τὴν ἀποστολήν ὅρα πάλιν ὑπὸ τινῶν χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναήν· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος· ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ σεμνότερα ἡ τοῦ Θεοῦ φαίνεται χάρις· χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ’ ἐξουσίας κηρύττειν· πῶς οὖν αὐτός φησιν, “οὐκ ἀπ’ ἀνθρώπου, οὐδὲ δι’ ἀνθρώπων;“ ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν, οὐδὲ προσήγετο· τουτέστιν οὐδὲ δι’ ἀνθρώπων· διὰ τοῦτο φησιν, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος. Καὶ μετ’ ὀλίγα—Σκόπει δὲ λοιπὸν τὴν αὐθεντείαν τοῦ Ἁγίου Πνεύματος· τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτοῦ ἐξουσίας ὣν, ταῦτα εἰπεῖν; πῶς τε αὐτοῖς εἶπε; διὰ προφητῶν

213
ἴσως· διὰ τοῦτο προλαβὼν εἶπεν· ὅτι καὶ προφῆται ἦσαν, καὶ ἐνήστευον καὶ ἐλειτούργουν· ἵνα μάθῃς ὅτι πολλῆς νήψεως χρεία ἦν. ἐν Ἀντιοχείᾳ χειροτονεῖται ἔνθα κηρύττει· διατί μὴ εἶπε, τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ’ ἐμοί; δείκνυσιν ὅτι ἔνεστι τὸ τῆς ἐξουσίας καὶ δυνάμεως· ὅρα ὅσον ἡ νηστεία δείκνυσι μέγα. Καὶ πάλιν— Οθεν δῆλον ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ἀπὸ γὰρ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Υἱοῦ φησὶν ἀπεστάλθαι· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ Πνεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος ἄρχουσι καὶ πρεσβυτέροις, “προσ- “ ἔχετε ἑαυτοῖς, φησι, “ καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ “ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους· καίτοιγε ἐν ἀλλῇ φησὶν ἐπιστολῇ “ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον “Ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιμένας καὶ διδασκά- “ λους.” οὕτως διαφόρως κέχρηται τῷ λόγῳ, τὰ n τοῦ Πνεύματος, τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος· ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων “ διὰ Ἰησοῦ “ Χριστοῦ καὶ Θεοῦ Πατρός. ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην προσερρῖφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ; ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέσους καὶ Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε “ καὶ Θεοῦ Πατρός·” εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπεν τὸ δι’ οὗ, ἴσως ἃν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι’ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νυνὶ δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν ο θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν· οὐ γὰρ ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλ’ ὡς p δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει.

Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος, κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθέν τε ἀπέπλευσαν ’σαν εἰς Κύπρον.

Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἃν πολλὴν τὴν ὠφέλειαν· ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσιν.

[*](n τὰ om. Cod. o κοινὴ Cod. P οὐ Cod.)
214

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ Απὸ Λόγου Κη'. Ταῦτα εἴρηται κατὰ τὴν πρόχειρον ἔννοιαν· κατὰ δὲ τὴν ὑψηλὴν καὶ ἀνηγμένην καὶ ἀληθῆ, θάλασσαν τὸν κόσμον τοῦτον εἶναί φησι, διὰ τὸ ἄστατον καὶ ῥέον τοῦ βίου κλυδώνιον· οὗ τῶν Ἀποστόλων οἱ πόδες ἐπιβάντες, ἐτάραξαν ὕδατα πολλὰ, τὰ ἐνκόσμια καὶ φιλήδονα καὶ διακεχυμένα νοήματα διασκεδάσαντες, καὶ τῇ διδασκαλίᾳ τῆς ἐγκρατείας καὶ σωφροσύνης ξηράναντες.

Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.

Τοῦ Χρυσοστόμου. Ὁρᾶς πᾶσαν σπουδὴν ποιουμένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται· καὶ ἐκείνοις οὐκ ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις· καὶ αὐτοὶ εἰς τὰς συναγωγὰς ἀπήεσαν.

Διεξελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου, εὗρον ἐκεῖ ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὀνόματι Βαρϊησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος· οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ· ζητῶν ἀπόστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

Τοῦ Αὐτοῦ Πἀλιν μάγος Ἰουδαῖος καθάπερ Σίμων· καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσήεσαν, τότε· τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος ἐκείνου τῇ μαγείᾳ, ἤθελεν ἀκοῦσαι τῶν Ἀποστόλων· οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, ἡνίκα φαίνεται τῆς μαγείας ἁλισκομένης· πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἰτία τῶν κακῶν· πρὸς τὴν ῥίζαν ἐλθόντες τῆς νόσου ο τὸν ἀνθύπατον ἐσπούδαζον διορθῶσαι· ὅτι γὰρ οὐ κολακείας ἦν τὸ λέγειν, συνῆν τῷ ἀνθυπάτῳ ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγμα- τος μάνθανε· πῶς οὐκ ἐδεήθη λόγων πολλῶν; πῶς ἠθέλησεν αὐ- [*](ο νήσου Cod.)

215
τῶν ἀκοῦσαι; καὶ τὰ ὀνόματα δὲ λέγει· ἐπειδὴ προσφάτως ἔγρα- Φον· ὄρα ὅτι οὐδὲν πρὸς ’τον μάγον εἶπον, ὡς ἐκεῖνος ἀφορμὴν ἔδωκεν, ἀλλὰ τὸν λόγον τοῦ Κυρίου κατήγγελλον· ἐπειδὴ τοὺς ἄλλους ὁ μάγος ἑώρα προσέχοντας, πρὸς ἓν τοῦτο ἑώρα, ὥστε ἐκεῖνον μὴ πεισθῆναι.

Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν,

Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας· ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται.

Τοῦ αὐτοῦ ἐκ τῆσ πρὸσ Ῥωμαίουσ ἐπιστολῆσ. τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; ἵνα μηδὲ ταύτῃ τῶν Ἀποστόλων ἔλαττον ἔχῃ· ἀλλ’ ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ.

Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης,

Τοῦ αὐτοῦ. Καὶ ὅρα· οὐχ ὕβρις τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ κατηγορία· τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι· ἐνταῦθα ἀποκαλύπτει τὰ ἐν τῇ διανοίᾳ, πρὸς σχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον.

Τοῦ αὐτοῦ. Ὢ πλήρης παντὸς δόλου· οὐδὲν ἐλλιπῶς φησι· καὶ καλῶς εἶπε “παντὸς δόλου,’ ὑπεκρίνετο γάρ· “υἱὲ διαβόλου” τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν· “ ἐχθρὲ πάσης δικαιοσύνης” ἡ γὰρ πᾶσα δικαιοσύνη αὕτη ἦν· ἐμοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν αὐτοῦ· οὐκ ἦν θύμου τὰ ῥήματα· διὰ τοῦτο προλαβὼν εἶπε, “πληδθρὶε πλησθεὶς Πνεύματος Ἁγίου, τουτέστιν ἐνεργείας.

Διδύμου. Ἐπεὶ ὁ δικαιοσύνης ἐχθρὸς ἐναντίος αὐτῇ ἔστιν· ἀρετὴ δὲ ἡ δικαιοσύνη· τὸ δὲ ποιότητι ἐναντίον καὶ αὐτὸ ποιότης p. οὐ ποιότης δὲ ὁ προκείμενος μάγος, ἀλλ’ ἄνθρωπος· ἐχθρὸς δικαιο- σύνης, οὐχ ᾖ q ἄνθρωπος, ἄνθρωπος, ἀλλὰ τῷ ἔχειν ἀδικίαν τυγχάνει· εἰ δὲ τῷ ἔχειν ἀδικίαν κακός ἐστιν, οὐκ ἐκ κατασκευῆς ἐστὶ τοιοῦτος· ὅθεν οὐ ῥᾳδιουργία ἡ δολιότης ἐστὶν, ἀλλὰ πλήρης τούτων τυγχάνει, [*](P αὐτοποιότης Cod. η οὐχὶ Cod.)

216
κατὰ διάθεσιν αὐτὰ σχών· ᾧ ἕπεται, κατὰ γνώμην, ἀλλ’ οὐ κατ’ οὐσίαν πόνηρον αὐτὸν εἶναι, ἐπιστατέον.

Ἰσιδώρου Πηλουσιώτου ἐξ Ἐπιστολῆσ Τνα'. Οὐκ ἔστιν ἐναντίον τῷ θείῳ νόμῳ, ἐμφρονέστατε, τῷ ἀγαπᾶν τοὺς ἐχθροὺς παραγγέλλοντι, τὰ παρὰ τοῦ Ἀποστόλου εἰς τὸν μάγον γενόμενα· ἀλλ’ ἐπειδὴ τὰς ὁδοὺς διέστρεφε τοῦ κηρύγματος, καὶ τὸν ἀνθύπατον ἀφιστᾷ τῆς πίστεως, δι’ οὗ ἅπαν τὸ ἔθνος χειρωθῆναι ἢν πρὸς σωτηρίαν ῥᾴδιον, ἐκ τῆς καθ’ ἑαυτὸν οἰκονομίας, σωφρονίζει ὁ Παῦλος τὸν βλάσφημον· τύφλωσιν ἐπαγαγὼν πρὸς νουθεσίαν, τὴν καὶ αὐτὸν χειραγωγήσασαν πρὸς μαθησίαν· ἐδιδάχθη γὰρ ἐκείνῳ θεραπεύειν τῷ φαρμάκῳ τὴν ἀπιστίαν, ὥσπερ αὐτὸς ἰάθη τὴν ἐκ τοῦ νόμου ἀντιλογίαν· τὸ δὲ “ ἄχρι καιροῦ ὅριον τῇ γνώμη διδοὺς ἐν ἑαυτῇ ἔχειν τοῦ φωτὸς τὴν ἀπόληψιν, τὸν τρόπον μεταβάλλουσα πρὸς τὸ βελτίον’.

Οὐ παύση διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐ- θείας;

Τοῦ Χρυσοστόμου. Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλ’ ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας.

Διδύμου. Καὶ τὸ “ οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς πρὸς δυνάμενον παύσασθαι ἡ ἐπίπληξις· οὐ δυνατὸν δὲ παύσασθαι τῷ κατ’ οὐσίαν κακῷ· συμφωνεῖ τούτοις καὶ τὰ τῆς ἐπιτιμίας· ἐκ βλέποντος γὰρ τυφλὸς γενόμενος μεταβολὴν ἔσχεν· ἀλλὰ καὶ τὸ “ ἄχρι καιροῦ προσκείμενον δείκνυσιν, ὅτι τῷ φαύλως βλέπειν ἀπο- βεβηκὼς q μετὰ τὸν δηλούμενον καιρὸν, ἔσται ἐν τῷ καλῶς ὁρᾶν· καὶ τοῦτο τὸ ῥητὸν ἀνατρέπει δόξαν τῶν λεγόντων, μὴ ἀγαθοῦ Θεοῦ εἶναι τὸ ποιεῖν βλέποντα καὶ τυφλόν· οὐ γὰρ ἐκείνου τοῦ Θεοῦ κατὰ τὴν γνώμην ταύτην τοῦ ἀγαθοῦ διάκονος ὢν Παῦλος, δυνάμει τοῦ ἰδίου Θεοῦ τὸν Ἐλύμαν ἐτύφλωσεν.

Καὶ νῦν ἰδοὺ, χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔση τυφλὸς μὴ βλέπων τὸν ἥλιον, ἄχρι καιροῦ.

Τοῦ Χρυσοστόμου. Ὧι αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν.

[*](q ἀποβεβληκὼς Cod. corr. pr. m. ἀποβεβληκὼς voluit.)
217

Τοῦ Αὐτοῦ Καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ. οὐκ ἄρα τιμωρία ἢν, ἀλλ’ ἴασις· μονονουχὶ γὰρ ἔλεγεν, οὐκ ἐγὼ ποιῶ, ἀλλ’ ἡ τοῦ Θεοῦ χείρ· ὅρα τὸ ἄτυφον· οὐκέτι φῶς ὡς ἐπὶ Παύλου περιήστραψεν αὐτόν.

Τοῦ Αὐτοῦ τοῦτο οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ’ ἐπιστρέφοντος· εἰ γὰρ κολάζοντος ἦν, διὰ παντὸς ἃν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ.

Ἐξ Ἀνεπιγράφου. Τὸ “ἄχρι καιροῦ” μετανοίας κόν· ἵνα εἰ μὲν μετανοήσῃ, σωτηρίας τύχῃ παρὰ Θεοῦ· εἰ δὲ καταφρονήσει, καὶ οὕτως τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ χρηστότητος ἀναπολόγητον ἕξῃ τὴν δίκην.

Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιαγῶν ἐζήτει χειραγωγούς· τότε ἰδὼν ὁ ἀνθύπα- τος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῆ δι- δαχῇ τοῦ Κυρίου.

Τοῦ Χρυσοστόμου. Διατί μὴ ἕτερον σημεῖον ἐποίησεν; οὐκ ἦν τούτου ἶσον τὸν ἐχθρὸν ἑλεῖν. Καὶ μετ’ ὀλίγα—τεκμήριον τῆς τυφλότητος τὸ χειραγωγοὺς ζητεῖν· καὶ ὄρα τὴν πύρωσιν ὁ ἀνθύπατος μόνος ἐπίστευσε, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐκπληττόμενος· εἶδεν ὅτι οὐ λόγος οὐδὲ ἀπάτη ταῦτα. ὅρα πόσον ἐρώτα εἶχε διδασκαλίας, ἐν ἀρχῇ ὣν τοσαύτῃ ἐκπληττόμενος· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ αὐτοῦ, ταύτῃ τῇ τιμωρίᾳ παιδευθῆναι ἐχρῆν· ὥσπερ οὖν καὶ οἱ μάγοι ὑπὸ τῶν φλυκτίδων ἐπαιδεύοντο. ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τιμῇ, ἀλλ’ εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντίπερα χώραν ὁρμῶν- τας.

Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου, οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.

Τοῦ Χρυσοστόμου. Τί δήποτε ὁ Ἰωάννης ἀποχωρεῖ ἀπ’ αὐτῶν; ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε ὑπηρέτης ἦν· ἀλλὰ τὸν κίνδυνον αὐτοὶ εἶχον· ἐλθόντες δὲ αὐτοὶ

218
πάλιν εἰς Πέργην παρατρέχουσιν· ἐπὶ γὰρ τὴν μητρόπολιν ἠπεί- γοντο τὴν Ἀτιόχειαν.

Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργησ, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων τῇ ἡμέρᾳ τῶν Σαββάτων, ἐκάθισαν.

Τοῦ Αὐτοῦ Πἀλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσήεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι· καὶ οὕτω τὸ πᾶν κατώρθουν.

Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοὶ, εἴτις ἐστὶν ἐν ὑμῖν λόγος παρακλήσεως σεως πρὸς τὸν λαὸν, λέγετε.

Τοῦ Αὐτοῦ Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν· οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις· ὅρα δὲ αὐτοὺς ἀφθόνως τοῦτο ποιοῦντας· μετὰ δὲ τοῦτο οὐκέτι· εἰ τοῦτο βούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι, ἀλλ’ ὣ τῆς φιλαρχίας, ὣ τῆς κενοδοξίας· πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι κατὰ τῆς οἰκείας, κατὰ τῆς τῶν ἄλλων σωτηρίας· ἑστάναι παρασκευάζει πηροὺς ὄντας, καὶ τυφλοὺς ἐργάζεται ὥστε χειραγωγοὺς ἐπιζητεῖν· ἀλλ’ οὐκέτι τούτου ἀνέχονται, ἀλλ’ ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται, καὶ ζόφος οὐκ ἀφίησι διακλέψαι.

Ἀμμωνίου. Ἔθος τοῖς Ἰουδαίοις ἐν τοῖς Σάββασιν σκειν τὸν νόμον Μωυσέως καὶ τοὺς προφήτας· καὶ μετὰ τὴν τούτων ἀνάγνωσιν προσομιλεῖν καὶ ἐξηγεῖσθαι· διὸ καὶ οἱ Ἰουδαίων ἀρχισυνάγωγοι μετὰ τὴν ἀνάγνωσιν προετρέποντο τοὺς περὶ Παῦλον λαλῆσαι παραινετικοὺς λόγους τῇ συναγωγῇ.

Παύλου εὐθαλὴς διδασκαλία εἰς Χριστὸν ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν προφητῶν, ἱστορικὴ καὶ εὐαγγελική.

Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῆ χειρὶ, εἶπεν, ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεὸν, ἀκού- σατε.

219

Τοῦ Χρυσοστόμου. Ἐνταῦθα κηρύττει πρῶτον Παῦλος· καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λόγος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, διατρίβει· καθὼς αὐτός φησι γράφων· “οὕτως δὲ φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνο- “ μάσθη Χριστός”—Καὶ μετ’ ὀλίγα —Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ πῶς γὰρ οὔ; ὃν ἤγαγεν ἄπο Ταρσοῦ ὡσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων.

Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν· καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν 8 αὐτοὺς ἐξ αὐτῆς· καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν· ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα.

Τοῦ Χρυσοστόμου. Ὄρα αὐτὸν τὸν Θεὸν αὐτῶν καλεῖ τὸν κοινὸν πάντων ἀνθρώπων Θεόν· καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας· καθάπερ καὶ Στέφανος ποιεῖ. Καὶ μετὰ ταῦτα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προ- φήτου.

Τοῦ Αὐτοῦ Ἐνταῦθα ὅτι διαφόρως κατ’ αὐτοὺς οἰκονομεῖται ἐδήλωσεν.

Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αυτον, ηγειρεν αυ- τοῖς τὸν Δαβὶδ εἰς βασιλέα,

Τοῦ Αὐτοῦ Οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.

Θεοδωρήτου εἰσ Τὴν ἑρμηνείαν Τῆσ Πρώτησ Τῆν Βασιλειῶν. “Ζητήσει γὰρ Κύριος,” φησὶν, “ ἑαυτῷ ἄνθρωπον κατὰ τὴν “καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται αὐτῷ Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν “ λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος·” ἐντεῦθεν ὁ Παῦλος τέθεικε τὸ, “ εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ

220
τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου·” προφητικῶς γὰρ ταῦτα προείρηκεν ὁ θειότατος Σαμουὴλ πρὸς τὸν Σαούλ.

Ὦι καὶ εἶπε μαρτύρησας, εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.

Σημειωτέον ὡς οὐδαμῶς αὐτολεξεὶ ταῦτα τὰ ῥητὰ κεῖνται ἐν τῇ βίβλῳ τῶν βασιλειῶν· ἢ μόνον προφητικῶς ὑπὸ τοῦ θείου Σαμουὴλ εἰρημένα πρὸς τὸν Σαοὺλ οὕτω· ” καὶ νῦν ἡ βασιλεία “ σου, οὐ στήσεται σοι· καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ “ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ “ τὸν λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.”

Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνη- ρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς τοῦτο αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον· πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ τοῦ Δαβὶδ ὄνομα· οὐκοῦν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι φησὶ “ προκηρύξαντος Ἰωάννου τῆς εἰσόδου αὐτοῦ·” εἴσοδον τὴν σάρκωσιν λέγει· οὕτως καὶ Ἰωάννης τὸ εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει φεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν.

“Ἤγειρε” λέγει, οὐκ ἔκτισε· τὸν γὰρ ὄντα ἤγειρεν, οὐ τὸν μὴ ὄντα.

Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε, τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγὼ, ἀλλ’ ἰδοῦ, ἔρχεται μετ’ ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

Τοῦ Χρυσοστόμου. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ πάντων ἐπ’ αὐτὸν ἀγόντων τὴν δόξαν, αὐτὸς αὐτὴν ἀποκρούεται· οὐ γάρ ἐστιν ἶσον, μηδενὸς διδόντος καὶ πολλῶν ὑπαρχόντων, ταὐτὴν τὴν τιμὴν διωθεῖσθαι· καὶ μηδὲ ἁπλῶς ἀλλὰ μετὰ τοσαύτης σαύτης ὑποστολῆς.

221

Κυρίλλου. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαι τισὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν, τοὺς προσιόντας ἀυτῇ ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ’ ἑτέρου τινὸς, ἀλλ’ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν Ἁγίῳ Πνεύματι· Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ’ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὣν Υἱὸς μετὰ τῆς ἀρρήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. καὶ γὰρ ὁ μακάριος βαπτιστὴς προειπὼν, ὅτι οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδη- “μάτων αὐτοῦ, προσήνεγκεν εὐθύς· “οὗτος ὑμᾶς βαπτίσει ἐν “Πνεύματι Ἁγίῳ καὶ πυρί·” καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων· οὐ γάρ τοι φαίη τις ἃν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὣν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν· ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ο αὐτὸς.

O τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ συγκριθήσεται;

Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος οὗτος τῆς σωτηρίας ἐξαπεστάλη.

Απὸ τοῦ προπάτορος αὐτοὺς καλεῖ.

Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὑμῖν οὐκ Ἰουδαίοις· δίδωσι δὲ αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τὸ ἐπαγόμενον δηλοῖ.

Οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.

Τοῦ Αὐτοῦ Πανταχοῦ σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶ ὃν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν· ἐπειδὴ ἐσταύρωσαν αὐτὸν, τοῦτό φησιν, “ἀγνοήσαντες·” ἀγνοίας ἦν τὸ

222
ἁμάρτημα· ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἡρέμα· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ οὕτως ἔδει γενέσθαι.

Τοῦ Αὐτοῦ “Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἐξαπεστάλη·” τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκήν.

Τοῖς τὸν ἕνα καὶ μόνον ἀσεβῶς τολμῶσι διαιρεῖν καὶ ἀνὰ μέρος ἱστᾶν τὸν Θεὸν Λόγον, ἀνὰ μέρος δὲ τὸν ἐκ Μάριάς ἄνθρωπον· καὶ μὴ ὁμολογοῦσιν ἕνα καὶ τὸν αὐτὸν, καθὸ γέγονε σὰρξ ὁ Λόγος τῇ μετοχῇ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ὁ Παῦλος ἐνταῦθα καιρίαν ἔδωκε τὴν πληγήν· λέγει γὰρ ὅτι ἀνῃρέθη ὁ Λόγος· καὶ ὅτι ἐτάφη ἐν μνημείῳ· καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὅρας ὅτι ὅσον τὸ κατ’ αὐτοὺς, οὐδὲ ὅλως πέπονθεν ὁ ἐκ Μάριας πη αὐτοὺς τοῦ Θεοῦ Λόγου διαιρούμενος ἄνθρωπος· ἀλλ’ ἡ ἁγία Ἐκκλησία οὐχ οὕτως ἔχει ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν οἰδε τὸν ἐκ Πατρὸς καὶ ἐκ παρθένου, τὸν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· παθόντα καὶ ἀναστάντα· καὶ ἀνελθόντα εἰς οὐρανούς· καὶ καθήμενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐν τῇ δοξῇ τοῦ Πα- τρὸς κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· διὸ μοι δοκεῖ τοὺς μὴ οὕτως πιστεύοντας Ἰουδαίζειν, κἂν δοκῶσι λέγεσθαι Χριστιανοί.

Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν.

Τοῦ Χρυσοστόμου. Ὄρα πῶς αὐτοῖς περισπούδαστον τὸν τρό- πον εἰπεῖν τοῦ θανάτου· καὶ Πίλατον εἰς μέσον φέρουσιν· ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγοροῦνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ· καὶ οὐκ εἰπεν ἐνέτυχον, ἀλλ’ “ ᾐτήσαντο·” χάριν ἔλαβον φησὶν, ὡς ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον Πέτρος λέγει, “ ἐκείνου “ἀπολύειν·” πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος· καὶ ὅρα οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ’ αὐτοῖς ἐφίστησι τὸν φόνον· Καὶ μετ’ ὀλίγα—Καὶ “μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·” ὅπερ οὐκ ἦν ἀγνοίας· θῶμεν γὰρ ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον, τίνος ἕνεκεν καὶ ἀνήρουν;

Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.

223

Τοῦ Αὐτοῦ. Ὅρα πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὄν· ὅρα τί λέγοντες ἔπεισαν· ὅτι ἐσταυρώθη· τι τούτου ἀπιθανώτερον; ὅτι ἐτάφη παρ’ αὐτῶν οἱς ἐπηγγέλλετο σωτηρία ἔσεσθαι· ὅτι ὁ ταφεὶς ἀφίησι ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον· καὶ οὐκ εἶπεν, ὧν οὐκ ἠβουλήθητε, ἀλλ’ “οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωυ- “σέως δικαιωθῆναι, πᾶς ὅς τις ἃν ᾖ,” φησι· οὐδὲν γὰρ ὄφελος ἐκείνων· είνων· ἐὰν μή τις εὐεργεσία ᾖ· διὰ τοῦτο ὕστερον τίθησι τοῦτο τὴν ἄφεσιν· καὶ μείζονα δείκνυσιν, ὅταν ἀδυνάτου ὄντος γένηται.

Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας λαίας εἰς Ἱερουσαλήμ.

Σευήρου ἀρχιεπισκόπου ἀντιοχείασ ἐκ τῆσ πρὸσ Μάρωνα ἐπιστολῆσ. Μῆ θορυβείτω δέ σε τὸ τὸν Ἰησοῦν ἐγηγέρθαι ὑπὸ τοῦ Θεοῦ λέγεσθαι· εἰ γὰρ Ἰησοῦς οὐκ ἄλλος ἐστὶν ἢ ὁ Λόγος ὁ σαρκωθεὶς, οὗτος δέ ἐστιν ἡ δύναμις τοῦ Πατρὸς, δι’ ἧς ἅπαντα ἐνεργεῖ κατὰ τὸ, “ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ “σοφία·” αὐτὸς ἑαυτὸν ἀναστακέναι νοηθήσεται, καὶ ἐγηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρὸς, ἐφ’ ὃν ὡς ἀρχὴν καὶ αἰτίαν ἄχρονον ἅπαντα ἀναφέρεται· ἐπεὶ καὶ αὐτός φησι· “ λύσατε τὸν ναὸν “τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.”

Οἵτινες εἰσὶ νῦν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν, ὅτι ταύτην ὁ Θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν.

Τοῦ Χρυσοστόμου. Οὐκ ἃν ὄντες εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, πρὸς αὐτοὺς τοὺς ἀνελόντας.

Τὸ Ἰησοῦς ὄνομα ἐπὶ τοῦ ἀνθρώπου ἐκλαμβάνουσιν, οἱ τῶν θεοκτόνων ἀδελφοί· ἐπειδὴ ὁ προλαβὼν εἶπε τεθεῖσθαι τὸν Λόγον ἐν μνημείῳ· ἵνα μή τις ὑπολάβῃ ἄσαρκον αὐτὸν εἰρηκέναι τὸν Λόγον, πάλιν αὐτὸν Ἰησοῦν καλεῖ· οὐδαμοῦ διαίρεσιν διδοὺς τῷ σαρκωθέντι Θεῷ Λόγῳ μετὰ τὴν ἕνωσιν· πανταχοῦ τῶν ἀσεβῶν ἀποφράττων τὸ στόμα.

224

Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.

Ἴδου τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα τοῦτον εἴρηκεν ἐκ νεκρῶν ἀναστάντα.

Κυρίλλου. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, “ὁ τῆς μεγά- “λῆς βουλῆς Ἄγγελος” κατὰ τὴν τοῦ Προφήτου φωνήν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ· Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ’ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὣν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ ἔφη γὰρ, ὅτι Υἱός “μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” ὁρᾶς ἐναργῆ τὴν ὁμοτὸν λογίαν ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ “εἶ” τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ’ ἢν ἀεὶ τοῦτο, τουτέστιν Υἱός· ἐπήνεγκε δὲ τὸ “σήμερον ἐγέννησά σε, ἵνα τὴν νεοτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας παρθένου· ταύτῃ τοι καὶ θεοτόκος ὠνόμα- σται.

Ἡσυχίου Πρεσβυτέρου. ταῦτα τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ πρέπει δήπου τὰ ῥήματα· ἥτις χρονικὴν εἶχε τὴν ἐπιφοίτησιν· σιν· τὸ γὰρ σήμερον καὶ αὔριον ἡμερῶν ἐστὶ παραστατικόν· ἀχρόνως γὰρ παρὰ τοῦ Πατρὸς, ὡς καὶ παῖδες αἱρετικῶν ὁμολογοῦσι, τίκτεται.

Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθορὰν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά.

Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆς πρὸσ Τιμόθεον Ἀρχιεπίσκοπον Ἀλεχανδρείασ ἐπιστολῆσ. ψεύδεται γοῦν ὁ λέγων ὁμολογεῖν τὸ σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ παθητὸν, ἤτοι παθῶν δεκτικόν· καὶ κατὰ ταὐτὸν λέγων αὐτὸ καὶ

225
πρὸ τῆς ἀναστάσεως ἄφθαρτον, τουτέστιν ἀπαθὲς καὶ ἀθάνατον· τὴν γὰρ κατὰ τὸ ἀναμάρτητον ἀφθαρσίαν πρόδηλον ὡς εἶχεν ἐξ αὐτοῦ του καιροῦ τῆς σαρκώσεως·

Διὸ καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῆ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.

Τοῦ Αὐτοῦ ἐκ Τῆσ Πρὸσ Αἰδεσινοὺσ r ἐπιστολῆσ. Ἀφθαρσίας χωρίον ἀπεργασαμένη τὸν τάφον· ἐξ αὐτοῦ γὰρ ἡμῖν ἐγερθεὶς ὁ Χριστὸς, ὡς ἀφθαρσίας ἀληθῶς ἡγεμὼν ἀνατέταλκεν, ἵνα καὶ ἡμεῖς ἐκ τῶν τάφων διαναστάντες κατὰ τὴν ἐπιζομένην ἀνάστασιν, ἐν νεφέλαις αὐτῷ τὸ δεύτερον ἐρχομένῳ μετὰ δόξης εἰς ἀέρα προσαπαντησωμεν.

Ησυσίου Πρεσβυτέρου. Ὁ γὰρ Χριστὸς κατὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ σῶμα χωρὶς φθορᾶς ὡς Θεὰς διεφύλαξεν.

Καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὐκ εἶδε διαφθοράν.

Ὁ τὴν φύσιν φθαρτὸς ὣν καὶ πρὸ θανάτου ὁρᾶ ἑαυτὸν φθειρό- μενον.

Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι, ἐν τούτω πᾶς ὁ πιστεύων δικαιοῦται. Τοῦ Χρυσοστόμου. Καὶ Πέτρος ἅτε ἀρχῆς οὔσης περὶ αὐτοῦ μνημονεύων ἔλεγεν· “ ἐξὸν εἰπεῖν μετὰ παρρησίας περὶ πατριάρ- “χοῦ Δαβίδ·” καὶ οὐ λέγει ὅτι ἐτελεύτησεν, ἀλλὰ “ προσετέθη “πρὸς πρὸς τοὺς πατέρας αὐτοῦ. καὶ ὅρα πῶς οὐδαμοῦ τὰ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ’ εὐεργεσίας τοῦ Θεοῦ, ἐξελέξατο, ὕψω- σεν, ἐτροποφόρησε· ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια· ᾐτήσαντο, ἔδωκε· τὸν Δαβὶδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός.

Τοῦ Αὐτοῦ. Τί μὴ ἐπήγαγε μαρτυρίαν δι’ ἧς ἔμελλον θεσθαι ὅτι ἄφεσις ἁμαρτιῶν δι’ αὐτοῦ γίνεται; ὅτι τὸ σπουδαζό- [*](r Leg. Ἐδεσσηνούς.)

226
μένον τοῦτο ἦν, δεῖξαι τέως ὅτι ἀνέστη· τοῦτο δὲ ὡμολογημένου· ἐκεῖνο ἀναμφισβήτητον ἦν. Καὶ μετ’ ὀλίγα—ὅρα πῶς πλέκει ’τον λόγον ἄπο τῶν παρόντων ἄπο τῶν προφήτων· ἄπο του σπερματος τοῦ κατ’ ἐπαγγελίαν· εἶτα τὸν Ἰωάννην ἐπάγει πάλιν· κρίναντες ναντες ἐπλήρωσαν πάντα τὰ γεγραμμένα· εἶτα μάρτυρας τοὺς Ἀποστόλους τῆς ἀναστάσεως· εἶτα τὸν Δαβὶδ μαρτυροῦντα· οὐδὲ γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ’ ἑαυτὰ ἐδόκει εἶναι· οὕτως οὔτε ταῦτα ἄνευ ἐκείνων ὥστε δι’ ἑκατέρων πιστοῦται τὸν λόγον.

Ἀμμωνίου. Σημειωτέον ὅτι ὁ εἰς τὸν Χριστὸν πιστεύων, καὶ δικαιοῦται καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνει· ὁ γὰρ νόμος Μωυσέως οὐκ ἄδικος ἀλλὰ σκληρὸς, καὶ δυνάμενος δὲ δικαιῶσαι τὸν ἀμέμπτως πάντα τὰ τοῦ νόμου τελέσαντα· διὸ ἀδύνατος εἰς κατόρθωσιν τοῖς ἀνθρώποις ἐφάνη, διὰ τὸ τὸν ἑνὶ πταίοντα γίνεσθαι πάντων ἔνοχον· οὐχ ὁ νόμος οὖν οὐκ ἠδύνατο δικαιῶσαι, ἀλλὰ τὸ ἀκατορθωτὸν αὐτοῦ ἀδυνάτους ἐποίει τοὺς ἀνθρώπους διὰ τῶν ἐντολῶν τοῦ νόμου δικαιωθῆναι· καθὼς καὶ τὸ ῥῆμα φησὶν, “ὧν οὐκ “ ἠδυνήθητε ἐν νόμῳ Μευσίεως δικαιωθῆναι.”

βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφηταῖς, ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν,

Κυρίλλου. Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε· καὶ ὃ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ’ ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον.

Τοῦ Χρυσοστόμου. Κατακεκραγότες τῆς ἀδίκου κρίσεως τοῦ προφήτου Ἀββακοὺμ ἀποκρίνεται ὁ Θεὸς τοῖς ἀδικοῦσι, τὰς ἐσομένας συμφορὰς αὐτοῖς προαπαγγέλλων· θαυμάσια δὲ λέγει τὰ αὐτοῖς συμβήσεσθαι μέλλοντα· καὶ γὰρ ἦν πολλῆς ἐκπλήξεως ἄξιον, πῶς ὁ Ἰσραὴλ, ὁ ἐν τέκνοις κατηριθμημένος Θεοῦ καὶ πρωτότοκος ὠνομασμένος, καὶ δι’ ὧν ἀπόλωλεν Αἴγυπτος, παραδέδοται τοῖς Βαβυλωνίοις· καὶ οὐ μόνον μαχαίρᾳ, ἀλλὰ γὰρ καὶ δουλείᾳ καὶ αἰχμαλωσίᾳ καὶ τοῖς ἀπευκτοῖς ἅπασι· ταῦτα δέ, φησι, τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθός ἐστιν, ὡς καὶ ἀπιστεῖσθαι ειτις ἀυτὰ ὑμῖν προαπαγγέλλοι.

227

Θεολότου s Ἀγκύρασ. ταῦτα μὲν προφανῶς δοκεῖ λέγειν ἱστορικῶς· ἡ δὲ τῶν ῥητῶν ἔννοιά ἐστι τοιαύτη· ἀπὸ τῆς τῶν κριτῶν ἀδικίας ἐπὶ καθολικὴν οἰκονομίαν ὁ προφήτης Ἀμβακοὺμ τὸν λόγον ἀπήγαγεν· ὡς τῶν οὕτως ἐχόντων πραγμάτων θαυμαστῆς δεομένων ἐπιμελείας, ἐκπληττούσης καὶ ἀφανιζούσης τοὺς καταφρονητάς· ποίαν δ’ ἃν εἴποιμεν θαυμαστὴν ἐπιμέλειαν, ἢ τὴν διὰ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐπιδημίας γενομένην· ἐν ᾗ προηγουμένως μὲν τοὺς χαλεποὺς ὑβριστὰς τῆς ἡμετέρας φύσεως δαίμονας ἠφάνισεν· ἐχαλίνωσε δὲ καὶ τὴν ἀδικίαν, ὅπως πληρωθῇ τὸ ἐν Ψαλμοῖς εἰρημένον “ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄν- “θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομο- θέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔργον, ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Τοῦ Αὐτοῦ. Μῆ θαυμάσητε ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν.

Ἐξιόντων δὲ αὐτῶν εἰς τὸ μεταξὺ σάββατον παρεκάλουν λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς τοὺς προσμένειν τῆ χάριτι τοῦ Θεοῦ· τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου.

Ἀμμωνίου. “Εἰς τὸ μεταξὺ Σάββατον·” ἀντὶ τοῦ τὸ ἐσσό- μενον, ὡς σαφηνίζει κάτω.

Τοῦ Αὐτοῦ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν· οὐχὶ τότε ἐθαυμάσθῃ μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως· εἰπὼν τινὰ σπέρματα, καὶ μὴ ἐπιλύσας, μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀναρτῆσαι καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥίψαι ψυχὰς, εἶπεν, “ὅτι ἄφεσις ἁμαρτιῶν ὑμῖν διὰ τούτου κατήγγελται· τὸ δὲ πῶς οὐκ ἐδήλωσε· διατί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; οὐκ ἢν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.

[*](s Θεοδώρου Cod.)
228

Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, βλασφημοῦντες.

Τοῦ Χρυσοστόμου. Ὄρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους· τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν ἐκείνους· τὸ πρῶτον αὐτόματοι παρεκάλεσαν.

Τοῦ Αὐτοῦ. Διατὶ πρὸ τούτου οὐκ ἀντέλεγον; ὁρᾶς ὅτι πάθει ἐκινοῦντο, καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβάσφήμουν· καὶ γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται.

Τοῦ Αὐτοῦ. τοσαύτη τῆς βασκανίας ἡ τυραννίς· πολλοὶ γὰρ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἣ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τι χεῖρον γένοιτ’ ἄν; οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ οἱ τοιοῦτοι μάχονται.

Περὶ μεταθέσεως τοῦ κηρύγματος εἰς τὰ ἔθνη, διωγμοῦ τὲ αὐτῶν ἐκεῖ καὶ ἀφίξεως εἰς Ἰκόνιον.

Παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον,

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη· ἀπολογησά- μένοι, καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσαντες παρὰ τοῖς οἰκείοις· καὶ οὐκ εἶπεν, ἀνάξιοι ἐστὲ, ἀλλ’ ἐκρίνατε ἑαυτοὺς ἀναξίους.

Υμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ·

Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τις τοῦτο γεγενῆσθαι.

Επειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη.

Τοῦ Αὐτοῦ. Οὐδὲν ὑβριστικὸν, ὃ δὴ καὶ ἐπὶ τῶν ἐποίουν· μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιάν.

Τοῦ Αὐτοῦ. Οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ ὑμῶν· ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ, τὸ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν “ἀπωθεῖσθε αὐτὸν,” καὶ τότε

229
“στρεφόμεθα εἰς τὰ ἔθνη·” πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα· οὐκ εἶπε καταλιμπάνομεν ὑμᾶς, ἀλλ’ ὥστε δυνατὸν φησὶν, καὶ ἐν- ταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν· τι οὑν οὐκ ἐποιήσατε τοῦτο; ἔδει μὲν ἀκοῦσαι τὰ ἔθνη· καὶ τοῦτο οὐ πρὸ ὑμῶν· παρ’ ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν·

Ἀμμωνίου πρεσβυτέρου. “Καὶ οὐκ ἀξίους κρίνετε ἑαυτούς· ὥστε οὖν ὁ Θεὸς οὐδὲν ἀνάξιον λέγει τοῦ σωθῆναι ἢ εἰς τὴν βασιλείαν αὐτοῦ εἰσελθεῖν, οὔτε τὸ ἐναντίον κρίνειν τὸν ἄνθρωπον ἄξιον εἶναι κολάσεως· ἀλλ’ ἡμεῖς ἑαυτοὺς κρίνομεν κατὰ τὴν ἑκούσιον ἡμῶν κακίαν, ἀναξίους μὲν τῆς αἰωνίου ζωῆς, ἀξίους δὲ τῆς αἰωνίου κολάσεως· ὥστε οὖν ἐν ἡμῖν ἡ κρίσις, τό τε τῆς μελλούσης καταστάσεως κλήρωμα.

Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

Τοῦ Χρυσοστόμου. Τουτέστιν εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ. καὶ οὐχ ἁπλῶς “ἔθνη,” ἀλλὰ πάντων “ ὅσοι ἦσαν τεταγμένοι εἰς “ ζωὴν αἰώνιον καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλαβέσθαι· τεταγμένοι δὲ οὐ κατ’ ἀνάγκην· οὓς προέγνω φησὶ κα προώρισεν·

Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τὲ καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους.

Θεοδωρήτου. Γένος τοῦ Κυρίου κατὰ σάρκα κοινὸν μὲν, ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ· ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετο· τὰ δὲ ἔθνη διὰ τῶν Ἀποστόλων ἐφώτισε· δέδωκά σε, φησι, τούτοις διὰ τὴν πρὸς τοὺς αὐτῶν γεγενημένην ἐπαγγελίαν· φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη, καὶ πᾶσιν ἀνθρώποις παρέξω τὴν σωτηρίαν· τοῦτο γὰρ σημαίνει τὸ “ ἕως ἐσχάτου τῆς γῆς· καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην συνθήκην οἱ λοιποὶ ἡρμήνευσαν.

230

Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου,

Τοῦ Χρυσοστόμου. τοῦτο καὶ τούτους προθυμοτέρους ἐποίει· ὅταν ὀφειλόντων ἐκείνων ἀκοῦσαι πρότερον, αὐτοὶ τούτων ἀπολαύουσι· κἀκείνους μᾶλλον ἔδακνεν.

Καὶ ἐπίστευσαν, ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.

Τοῦ Αὐτοῦ. Τουτέστιν ἀφωρισμένοι τῷ Θεῷ· ὅρα πῶς νυσι τὸ τάχος τῆς ὠφελείας.

Διδύμου. Ἐπεὶ τὸ “ἐπίστευσαν προαιρετικὴν ἐνέργειαν δηλοῖ, καὶ οὐκ οὐσιώδη ὁρμὴν, πεπιστευκέναι τοὺς “ὅσοι ἦσαν τεταγμένοι,” ἀνενεκτέον εἰς πρόγνωσιν Θεοῦ καὶ προορισμὸν, ἀλλ’ οὐκ εἰς ὑπόστασιν οὐσιωδῶς κεκτημένην τοῦτο.

Εξ ἀνεπιγράφου. Προειρηκὼς τὸ “ἐπίστευσαν· καὶ δεί s τὸ αὐτοπροαίρετον τῶν ἀνθρώπων, ἐπήγαγε τὸ “ὅσοι ἦσαν τεταγμένοι “εἰς ζωὴν αἰώνιον· ἵνα ᾖ τὸ “τεταγμένοι” ἀπὸ τῆς πίστεως· πιστεύσαντες φησὶ, καὶ εἰς τοῦτο τὸ τάγμα ἐλθόντες.

Ἀμμωνίου. Ὥστε κατὰ μὲν πρόγνωσιν οἱ “ τεταγμένοι εἰς οὗτοι ἐπίστευσαν, πλὴν οἰκείᾳ γνώμῃ καὶ προαιρέσει· ἡ γὰρ τοῦ Θεοῦ πρόγνωσις οὐκ ἀναιρεῖ τῆς ἡμετέρας βουλήσεως τὸ αὐτεξούσιον· ὅπου πρὸ καταβολῆς κόσμου προορισθεὶς ὁ Παῦλος κατὰ τὴν τοῦ θείου πρόγνωσιν, σκεῦος ἐκλεκτὸν ἔσεσθαι, οὐκ ἐκ κοιλίας μητρὸς ἔτυχε τούτου, οὐδὲ ἐν νέᾳ ἡλικίᾳ, ἀλλὰ μετὰ προκοπὴν χρόνου, ὅτε εἰχεν ἑαυτοῦ γνῶσιν καλοῦ καὶ ἀγαθοῦ καὶ κατὰ τὴν ἑαυτοῦ γνώμην πρῴην βλάσφημος ὢν καὶ διώκτης, ὕστερον διὰ τῆς τοῦ Ἰησοῦ χάριτος μετέγνω, φοβηθεὶς τὴν ἐν τῆ ὁδῷ ὀπτασίαν, καὶ ἑκὼν πιστεύσας τῷ Ἰησοῦ. εἰ δέ τις φησὶ διατὶ οὖν καὶ νῦν οὐ γίνεται φόβος τοῖς ἀπιστοῦσιν ἵνα μεταγνῶσιν, ἐκεῖνο λεκτέον· ὅτι οὐ πᾶς ἄνθρωπος ἔκφοβος μετανοεῖ· ἀλλ’ ὁ ἀγαθῇ προαιρέσει ποιῶν θεοσεβεῖς πράξεις· ὑπὸ δὲ τῆς πατροπαραδότου πίστεως πλανώμενος παρὰ τὴν τοῦ ὄντως ἀληθοῦς γνῶσιν· οἱος ἦν Κορνήλιος, καὶ Παῦλος, καὶ Κλήμης· οἵτινες ἀφιλονείκως πιστεύ- [*](s Sic. Fors. leg, δείξας.)

231
σαντες τῇ ἀληθῇ τῶν γραφῶν διδασκαλίᾳ ἐσώθησαν· καὶ ταῦτα ὄντες ἐκ τῆς ἔξωθεν παιδείας.

Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας.

Τοὐ Χρυσοστόμου. ἀντὶ τοῦ διεκομίζετο, ἀντὶ τοῦ οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν· ὅρα πάλιν διωκόμενοι πῶς ἕτερα κατασκευάζουσι μεγάλα· διὰ τοῦ ζήλου κατεσκεύαζον παρρησιάσασθαι αὐτοὺς καὶ εἰς τὰ ἔθνη ἐλθεῖν.

Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.

Τοῦ Αὐτοῦ. Ὁρᾶς ὅσον ἤνυσαν ἐναντιούμενοι τῷ εἰς ὅσην αἰσχύνην τὰς γυναῖκας ἤγαγον.

Ἀμμωνίου. “Εὐσχήμονας” λέγει τὰς πλουσίας· “σεβομένας δὲ οὐ τὰς πιστὰς λέγει, ἀλλὰ τὰς Ἑλληνίδας ἤτοι Ἰουδαίας· πλὴν ὡς κάκιστοι καὶ μιμηταὶ τοῦ ἀρχεκάκου δαίμονος καὶ παραβάτου, διὰ τῶν γυναικῶν ἀποκλεῖσαι σπουδάζουσι τοῖς ἀνθρώποις τὴν ὁδὸν τῆς σωτηρίας· ὥσπερ κἀκεῖνος διὰ τῆς Εὔας ἀπέκλεισε πρὸς καιρὸν τοῖς ἀνθρώποις τὸν παράδεισον, ὃν ὁ Θεὸς Ἰησοῦς ἀνέῳξε πάλιν τοῖς πιστεύουσιν ἐπὶ τὸ ὄνομα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς ἐκεῖ· ὧν πρῶτος εἰσῆλθε σὺν αὐτῷ ὁ λῃστής.

Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.

Τοὐ Χρυσοστόμου. Ἐνταῦθα τὸ φοβερὸν λοιπὸν ἐποίουν, ὅπερ προσέταξεν ὁ Χριστός· “ἐὰν ἐὰν μή τις ὑμᾶς δέξηται, ἐκτινάξατε “τὸν κονιορτὸν τῶν ποδῶν. αὐτοὶ δὲ οὐχ ἁπλῶς τοῦτο ἐποίησαν· ἀλλ’ ἐπειδὴ ἀπηλάθησαν παρ’ αὐτῶν. Καὶ πάλοιν—ὃ ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης πρόξενον.

Οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

Τοῦ Χρυσοστόμου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ ἔχαιρον· εἶδες φύσιν εὐαγγελίου δύναμιν ἔχοντος πολλήν. Καὶ

232
πάλιν—Πάθος γὰρ διδασκάλου παρρησίαν οὐκ ἐκκόπτει, προθυμό- τερον δὲ ποιεῖ τὸν μαθητήν.