Supplementum Et Varietas Lectionis Ad Catenam In Evangelium Sancti Joannis (e cod. Bodl. B.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

242, 5. ἀγορὰς. ἀρτ. om. B.

242, 11. ποιεῖν. ὡς μηδὲν δὲ ὑψηλὸν ἐννοήσαντος τοῦ Φιλίππου καὶ εἰπόντος, “ ὅτι τριακοσίων δηναρίων,” καὶ τὰ ἑξῆς.

Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ὑψηλότερον μὲν τοῦ Φ. ἐνενόησεν, εἰπὼν ὅτι ἐστὶν ὧδε παιδάριον καὶ τὰ ἑξῆς, οὐ μὴν οὐδὲ οὕτως.

242, 13. ἔφθασεν τῷ ἐπαγαγεῖν, “ ἀλλὰ ταῦτα τί ἐστιν εἰς “ τοσούτους;” ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ· πρὸ (Cod. πρὸς) δὲ τοῦ φανῆναι τοὺς προσέταξεν ἀναπεσεῖν τοὺς ὄχλους, ὅπως καὶ τὴν διάνοιαν τῶν μαθητῶν ἀναστήσῃ, καὶ τὸ θαῦμα ὑψηλότερον ἀποδείξῃ· ὡς γὰρ ἑτοίμου καὶ παρεσκευασμένης οὔσης τῆς τραπέζης, τοῦτο γενέσθαι παρεκελεύσατο, ὅτι δὲ ἐκ τῆς ἐρωτήσεως ἐκέρδαναν οἱ μαθηταὶ,

439
δῆλον ἐκ τοῦ εὐθέως ὑπακοῦσαι καὶ μετὰ πίστεως ποιῆσαι τὸν ὄχλον ἀναπεσεῖν, ὡς δυναμένου τοῦ διδασκάλου τοῦτον διάθρεψαι. ινὸς ἕνεκεν τὸν μὲν παραλυτικὸν μέλλων ὀρθοῦν οὐκ ηὔχετο, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν, ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; θέλων ἡμᾶς παιδεῦσαι, ὅτι τοὺς τροφῆς ἀρχομένους, εὐχαριστεῖν δεῖ τῷ Θεῷ. συνεχώρησεν δὲ περισσεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπέδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα. οὐκ ἔδωκεν δὲ τ. ὀχλ. 22.