Supplementum et varietas lectionis ad catenam in evangelium sancti Lucae (e cod. Oxon. Bodl. Laud. 33)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

7, 1. τοῦ Θεοῦ Ἐκκλ. cum Edd.

7, 3. γέγονεν καὶ τελείᾳ καταλήψει παρακ. τοῖς ἔργοις. πραγμάτων δέ φησιν, ἐπειδὴ οὐ κατὰ φαντασίαν κατὰ τοὺς αἱρετικῶν παῖδας ἐθαυματούργησεν ὁ Κύριος Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, ἀλλὰ τυγχάνων ἀληθεία ἀληθῶς ἐνήργησε τὰ πράγματα. “ οἱ ἀπαρχῆς” δὲ εἶπεν, ἵνα τὸ ἀξιόπιστον τῆς συγγραφῆ, ἑαυτῷ πραγματεύσηται. οὐδὲ γὰρ παρέλαβόν φησιν ἀπὸ τῶν ἐν μέσῳ παρηκολουθηκότων, οὐδὲ ἐδιδάχθην ἀπὸ τῶν κληθέντων μετὰ τὰ πράγματα· ἀλλ’ ἐκ τῶν ἀπαρχῆς αὐτοπτῶν καὶ ὑπηρετῶν γενομένων τοῦ λόγου. παράγει δὲ τοὺς μάρτυρας πρὸς βεβαίωσιν τῆς οἰκείας εὐαγγελικῆς ἱστορίας· αὐτόπτας δὲ καὶ ὑπηρέτας καλεῖ τοῦ λόγου τοὺς ἁγίους Ἀποστόλους. δυνατὸν δὲ ἐκλαβεῖν τοὺς ὑπηρέτας τοῦ λόγου, εἴ τε τὸν διδασκαλικὸν λόγον ὃν παρεδίδου ὁ Σωτῆρ’, εἴτε καὶ αὐτὸν τὸν Θεὸν Λόγον. διὰ δὲ τοῦ “ παρέδοσαν” τὸ ἄφθονον ἐκείνων κηρύττει, ὅτι δωρεὰν λαβόντες, δωρεὰν ἔδωκαν καὶ ἡμῖν.

Τὸ δὲ “ ἔδοξε κάμοι παρηκολουθηκότι ἄνωθεν” δηλοῖ ὡσανεὶ ὅτι λέγει, ὅτι τάχα ἃν καὶ κινδυνεύσαιμι, εἰ παρηκολουθηκὼς πᾶσιν ἀκριβῶς ἔμελλον σιωπῇ παραδιδόναι τηλικαῦτα πράγματα· γράφω δὲ οὐ ψιλὴν ἀκοήν φησιν παραλαβὼν, ἀλλὰ ἀκριβῶς παρηκολουθηκὼς ἄνωθεν πᾶσιν. ἐπαινεῖ δὲ τὸν μακάριον Λοῦκαν καὶ ὁ Ἀπόστολος λέγων, “ οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ.” Θεόφιλον δὲ ὀνομάζει πρὸς ὅντινα προφωνεῖ τὸ παρὸν Εὐαγγέλιον, ἄνδρα πεπιστευκότα, θεόφιλον φερωνύμως καλούμενον· ἵνα γινώσκῃ, περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν· ἐπειδὴ γὰρ ἀκοῇ παρέλαβεν ταῦτα, ἀσφαλέστερον αὐτὸν καὶ διὰ γραμμάτων ἐντυγχάνοντα ἐν τῇ πίστει διατηρεῖ.

Μνημονεύει δὲ τῶν ἡμερῶν Ἡρώδου, ἵνα μὴ διαφύγῃ τὸν καιρὸν τῶν πραγμάτων ἡ ἱστορία· βασιλέα δὲ τῆς Ἰουδαίας καλεῖ, ἐπειδὴ τὰ παρὰ Ἰουδαίοις γενόμενα γραφῇ παρεδίδου.

Ονομάζει δὲ τὸν πατέρα Ἰωάννου τοῦ προδρόμου, ἵνα τὴν εὐαγγελικὴν ἱστορίαν ἀρξάμενος ἀπ’ αὐτοῦ, οὕτως εἰς τὸν Κύριον ἡμῶν

418
Ιησοῦν παραγένηται, διὰ τοῦτο γὰρ καὶ εἶπεν ἄνωθεν ἵνα μηδὲν παραλείπῃ τῶν ἑξῆς γεγενημένων· ὅθεν καὶ πρώτην ἱστορίαν τὰ κατὰ τὸν Ἰωάννην ποιεῖται, ἵνα τὸν πρόδρομον παραστήσας σαφηνισῃ ’τον κηρυττόμενον·

[εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.]

Ἀττικὸν τὸ σχῆμα κατὰ τὴν λέξιν· γίνεται δὲ κατὰ ἀντίπτωσιν· αὐτοὶ γὰρ τὴν μετοχὴν ἐπὶ τῶν τοιούτων συντάξεων ἀντὶ τῆς ὀφειλομένης αἰτιατικῆς ἐπενεχθῆναι ὀρθὴν ἐπιφέρουσιν, ὡς ἐπὶ τούτου, “ λέγεται τὸν Ἀλέξανδρον Μακεδόνα τρῶσαι τοὺς Πέρσας “ ἐλθὼν εἰς χωρίον τῆς Περσίδος·” ἀντὶ γὰρ τοῦ ἐλθόντα εἶπεν ἐλθών· καὶ‘ Ὅμηρος·

φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἀστράπτων ἐπιδεξιᾶ.

πολὺ τούτῳ καὶ Φιλόστρατος ἐν τῷ εἰς Ἀπολλώνιον καταχρῆται τὸν Τυανέα Cod. L.

7, 26. δίκαιον.