Supplementum et varietas lectionis ad catenam in evangelium sancti Lucae (e cod. Oxon. Bodl. Laud. 33)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

32, 2. Ἡλί· ὁ Ματθαῖος οὖν τὸν κατὰ νόμον λέγων πατέρα

τοῦ Ἰωσὴφ τὸν Ἡλὶ, εἶπεν καὶ τὸ γένος ὅθεν ὁ Ἡλὶ κατάγεται·

προσήκοντος δὲ ὁ μέν.

32, 5. τῶν πατέρων εἰς τὸν Δαβὶδ καὶ εἰς τὸν Ἰοῦδαν τὸ γένος ἄνεισιν. ἐπειδὴ γὰρ Ἰουδαῖοι μὲν τὸν κατὰ νόμον πατέρα ἐπίστανται, ὡς πειθόμενοι τῷ νόμῳ τὸν κατὰ φύσιν γινώσκουσιν εἶναι πατέρα, ἔδειξαν οἱ θεσπέσιοι Εὐαγγελισταὶ ὅτι ἐξ ἐμφοτ. τ. πατ.

32, 8. περιῄρηται.

Cod. L. Τὴν γενεαλογίαν ταύτην ὁ θεσπέσιος Λουκᾶς οὐκ ἀπὸ

422
τῆς πεπαρρησιασμένης βασιλείας εἴληφε φατρίας, ἀλλ’ ἀπὸ τῆς ἰδιωτικῆς, λανθάνειν μὲν δοκούσης, πάλιν a καὶ αὐτὴ ἐν τῷ ἱερῷ γαζοφυλακίῳ τοῖς Ἰσραηλίταισιν ἀποκειμένη. καὶ διατὶ μὴ καὶ οὗτος συμφωνίᾳ Ματθαίῳ ἐχρήσατο κατ’ αὐτὴν, μετὰ βραχὺ εἰρήσεται· ἐξέκλινεν ἀπὸ τοῦ Δαβὶδ τὸ βασιλικὸν γένος εἰς τὴν γενεαλογίαν τοῦ Χριστοῦ καταλέγειν, διὰ τὸ μὴ πάνυ θεοσεβεῖς εἶναι τοὺς βασιλεῖς, ὡς δῆλον ἀπ’ αὐτοῦ Σολομῶντος· πλὴν γὰρ τοῦ Ἰωσίου οὐδεὶς τῶν βασιλέων κατὰ τὸ ἀκριβέστατον θεοσεβής· παρ’ ὅσον καὶ τῶν εὐσεβεῖν νομιζομένων, οὐδεὶς τὰ ὑψηλὰ πλὴν τοῦ βασιλέως καθεῖλεν Ἰωσίου.