Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

95, 17. ὁ πεπορνευκώς.

20. ἔπασχον.

95, 21. καταισχύνει αὐτοὺς καὶ ἐν τούτῳ πάλιν· πάντα δὲ ποιεῖ, διορθώσασθαι αὐτοὺς βουλόμενος.

95, 25. διέβαλλον φ. 32. μὴ κακηγορεῖν.

Καλεῖ δὲ αὐτοὺς γεννήματα ἐχιδνῶν, ἐπειδὴ ἐπὶ τοῖς προγόνοις μέγα ἐφρόνουν. διὰ τοῦτο οὖν τῆς μὲν πρὸς τὸν Ἀβραὰμ ἐξέβαλεν αὐτοὺς συγγενείας, δίδωσιν δὲ αὐτοὺς προγόνους ὁμοτρόπους. καίπερ τοιούτων προγόνων ὄντες πονηρῶν. καὶ διάνοιαν κέκτησθε πονηρὰν φθεγγόμενοι. “ἐκ γὰρ τοῦ περισσεύματος τῆς “ καρδίας,” φησὶν “τὸ στόμα λαλεῖ.” δείκνυσιν δὲ καὶ ἐνταῦθα πάλιν τοῦτο εἰπὼν τὴν αὐτοῦ θεότητα γινώσκουσαν τὰ ἀπόρρητα, καὶ ὅτι οὐχὶ ῥημάτων μόνον, ἀλλὰ καὶ πονηρῶν ἐννοιῶν δώσουσι δίκην, καὶ ὅτι οἶδεν αὐτὰ ὡς Θεός· λέγει δὲ ὅτι καὶ ἀνθρώποις δυνατὸν ταῦτα εἰδέναι. φύσεως γὰρ ἀκολουθία τοῦτο, τὸ ὑπερβλυζούσης ἔνδον τῆς πονηρίας ἐκχεῖσθαι ἔξω διὰ τοῦ στόματος τὰ ῥήματα. ὥστε ὅταν ἀκούσῃς ἀνθρώπου πονηρὰ φθεγγομένου, μὴ τοσαύτην νόμιζε μόνον πονηρίαν ἐγκεῖσθαι αὐτῷ ὅσην τὰ ῥήματα δείκνυται, ἀλλὰ πολλῷ πλειόνα στοχάζου εἶναι τὴν πηγήν. τὸ γὰρ ἔξωθεν λεγόμενον τὸ περιττόν ἐστιν τοῦ ἔνδον· καὶ μὴ νομίσῃς, φησὶν, ἐπὶ τῆς πονηρίας τοῦτο γίνεσθαι μόνον, καὶ γὰρ καὶ ἐπὶ τῆς ἀγαθότητος τοῦτο συμβαίνει, μᾶλλον δὲ καὶ μειζόνως. πλείω γὰρ τῶν ἔξωθεν ῥημάτων ἡ ἔνδον ἀρετή. ὁ ἀγαθὸς γάρ φησι, ἄνθρωπος ἐκ τ. ἂγ. θ. κ. τ. ἑ. θησαυρὸν δὲ λέγει τὸ πλῆθος ἐνδεικνύμενος.

486