Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

86, 6. Εἶτα δεικνὺς ὅτι συνέσεως χρεία πρὸς τὸ “οὗτός ἐστιν “Ἠλίας” κ. τ. λ. ἐπήγαγεν, ὁ ἔχων ώτα. κ. τ. ἑ. ταῦτα δὲ τὰ

483
αἰνίγματα ἐτίθει διεγείρων αὐτοὺς εἰς ἐρώτησιν· εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ.

86, 8. ὁδὸν, καὶ ταὐτὸν ἐποιήσαμεν φησὶν, οἷον ἃν εἰ τινες θηραταὶ ζῶον δυσθήρατον διὰ δύο μέλλον ἐμπίπτειν ὁδῶν εἰς τὰ θήρατρα, ἑκατέραν ἕκαστος ἀπολαβὼν ὁδὸν ἐλαύνοι, ἐξ ἐναντίας ἑστὼς τῷ ἑτέρῳ, ὥστε πάντως εἰς θάτερον ἐμπεσεῖν.

86, 10. λεγομένοις. μαρτυροῦντι περὶ αὐτοῦ, καὶ προσελθεῖν τῆ πίστει αὐτοῦ, τουτέστι, τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ.

86, 12. οἰνοπότην. δι’ ἀμφοτέρας γὰρ ὁδοῦ εἰς τὴν βασιλείαν εἰσήρχοντο πεισθέντες.

86, 14. ἡμέρας, περιερχόμενος διδάσκων, ποῦ τ. κεφ. κλ. οὐκ ἐχ’. Τὸ δὲ ἐδικαιώθη κ. τ. λ. τοῦτό ἐστιν, ὅτι εἰ καὶ μὴ οἱ Ἰουδαῖοι ἐπείσθησαν, ἀλλ’ αὐτῷ λοιπὸν ἐγκαλεῖν οὐκ ἔχουσιν· καὶ γὰρ τὰ αὐτοῦ πάντα ἐπλήρωσεν, ὥστε τοῖς ἀναισχυντεῖν βουλομένοις μηδὲ σκιὰν καταλιπεῖν ἀγνώμονος ἀμφιβολίας. εἰ δὲ τὰ παραδείγματα εὐτελῆ εἶπεν καὶ κακέμφατα, οἷον τὸ “ ηὐλήσαμεν καὶ οὐκ ὠρχή- “σασθε,” μηδεὶς θαυμαζέτω· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διαλέγεται.