Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

50, 16. Εἰ τὸ πάντων εὐτελέστερον ἐκαλλώπισεν ἐκ περιουσίας, καὶ ταῦτα οὐ πρὸς χρείαν, ἀλλὰ πρὸς φιλοτιμίαν τοῦτο ποιῶν, πολλῷ μᾶλλον σε τὸν ἁπάντων τιμιώτερον ἐν τοῖς κατὰ τὴν χρείαν τιμήσει. διὸ καὶ ἐπιπλήττων φησιν, “εἰ γὰρ τὸν χόρτον” καὶ τὰ ἑξῆς. εἰ δὲ ὑπὲρ ψιλῶν καὶ ἀναγκαίων οὐ δεῖ μεριμνᾶν, τίνος

478
ἃν εἶεν ἄξιοι συγγνώμης οἱ ὑπὲρ τῶν πολυτελῶν μεριμνῶντες καὶ ἐν τῇ τῶν ἐθνικῶν εὐτελείᾳ μένοντες, καὶ τὴν αὐτῶν μικροψυχίαν ζηλοῦντες;

50, 27. διὸ οὐδὲ εἶπεν δοθήσεται ὑμῖν τὰ παρόντα, ἀλλὰ “προστεθήσεται ὑμῖν” μετὰ τῶν μελλόντων καὶ τὰ παρόντα. Εἰ δὲ καί τις εἶποι πῶς οὖν φησὶν ἐκέλευσεν τὸν ἄρτον αἰτεῖν; μανθανέτω ὅτι τὸν ἐπιούσιον προσέθηκεν καὶ τούτῳ πάλιν τὸ σήμερον, ὥσπερ οὖν καὶ ἐνταῦθα ποιεῖ. οὐ γὰρ εἶπεν μὴ μεριμνήσητε.

50, 33. τ. προσώπου σου.

34. προστιθείς.