Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

46, 2. ἡμέρας. ἧς γὰρ οὐκ οἶδας εἰ τὸ διάστημα ὄψῃ, τίνος ἕνεκεν ὑπομένεις τὴν μέριμναν;

Τοῦτο δὲ καὶ προιὼν διὰ πλειόνων ἐπέταξεν λέγων, “ μὴ μερι- “μνήσητε εἰς τὴν αὔριον,” βούλεται γὰρ πάντοθεν ἡμᾶς εὐζώνους εἶναι καὶ ἐπτερωμένους· καὶ τοσοῦτον αἰτεῖν, ὅσον ἡ τῆς χρείας ἀνάγκη παρ’ ἡμῶν ἀπαιτεῖ.

46, 9. ἀπαλλαττόμεθα. καὶ ὥσπερ αὐτὸς ἐδίκασας σαυτῷ φησιν, οὕτως σοι δικάζω κἀγώ· κἂν ἀφῇς τῷ συνδούλῳ, καὶ πη ἐμοῦ τῆς αὐτῆς τεύξῃ χάριτος. καί τοίγε οὐκ ἴσον τοῦτο ἐκείνῳ· σὺ μὲν γὰρ δεόμενος ἀφίης, ὁ δὲ Θεὸς μηδενὸς χρείαν ἔχων· καὶ σὺ μὲν τῷ ὁμοδούλῳ· ὁ δὲ Θεὸς τῷ δούλῳ· σὺ ὑπεύθυνος ὢν μυρίοις κακοῖς, ὁ δὲ Θεὸς ἀναμάρτητος ὢν, ἀλλ’ ὁμῶς καὶ οὕτως τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται.

46, 10. “πειρασμὸν,” τὴν ἡμετέραν παιδεύει σαφῶς ἐνταῦθα εὐτέλειαν καὶ καταστέλλει τὸ φύσημα· ἅμα δὲ καὶ διδάσκει.

46, 12. καταγελ. ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπι- δειξώμεθα.

46, 13. καλεῖ. παιδεύων ἡμᾶς ἄσπονδον πρὸς αὐτὸν ἔχειν πό- λεμον· καὶ δεικνὺς ὅτι οὐ φύσει τοιοῦτός ἐστιν· καὶ γὰρ οὐ τῶν ἐκ φύσεως ἀλλὰ τῶν ἐκ προαιρέσεως ἐπιγινομένων ἐστὶν ἡ πονηρία. καὶ μηδαμοῦ πρὸς τοὺς πλησίον ἀηδῶς ἔχειν ἐν οἷς ἂν πάθωμεν πη αὐτῶν κακῶς. ἀλλ’ ἀπὸ τούτων πρὸς ἐκεῖνον μετατιθέναι τὴν ἔχθραν, ὡς πάντων αὐτὸν αἴτιον ὄντα τῶν κακῶν. κἀκεῖνος γὰρ ὁ πολεμῶν ἡμῖν ὑποτεταγμένος αὐτῷ ἐστιν, καὶ d ἐναντιοῦσθαι δοκῇ [*](d Sic Cod. vid. leg. κἂν.)

476
τοῦ Θεοῦ συγχωροῦντος τέως· καὶ γὰρ καὶ αὐτὸς τῶν δούλων ἐστιν καὶ τῶν ἠτιμωμένων καὶ προσκεκρουκότων.

Βουλόμενος δὲ πάλιν ἐπιπλεῖον διεγεῖραι ἡμῶν τὰ φρονήματα. μὴ ἀγαπήσητέ, φησιν, μόνον τοὺς ἀγαπῶντας ὑμᾶς, μετὰ γὰρ τῶν τελωνῶν ὁ τοῦτο μόνον ποιῶν ἕστηκεν, καὶ ὁ τοὺς φίλους μόνον ἀσπαζόμενος, μετὰ τῶν ἐθνικῶν.

Τίνος οὖν ἂν εἴημεν ἄξιοι συγγνώμης οἱ πρὸς τὸν Θεὸν κελευόμενοι τὸν ζῆλον ἔχειν; γίνεσθε γάρ, φησιν, τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας τελωνῶν καὶ ἁμαρτωλῶν καὶ ἐθνικῶν ἐστιν· ὅταν μὴ δὲ τοῦτο ποιῶμεν, οὐ γὰρ ποιοῦμεν αὐτὸ βασκαίνοντες εὐδοκιμοῦσιν τοῖς ἀδελφοῖς, ποίαν οὐχ ὑποστησόμεθα δίκην τῶν ἐθνικῶν ἑστῶτες κατώτεροι; πῶς δὲ τὴν τῶν οὐρανῶν βασιλείαν ὀψόμεθα εἰπέ μοι; πῶς δὲ τῶν ἱερῶν ἐκείνων προθύρων ἐπιβησόμεθα; διὸ ἐννοοῦντες τὰ εἰρημένα καὶ πρὸς τοὺς φίλους καὶ πρὸς τοὺς ἐχθροὺς πολλὴν ἐπιδειξώμεθα τὴν ἀγάπην· καὶ τὸ καταγέλαστον ἔθος ἐκβαλόντες, τὸ ἀναμένειν τοὺς ἐχθροὺς πρωτοὺς προσειπεῖν· μᾶλλον ἡμεῖς ἅπερ ἔχει πολὺν μακαρισμὸν ἐπιδειξώμεθα· πρῶτοι τοὺς ἐχθροὺς προσαγορεύοντες καὶ εἰς φιλίαν προσκαλούμενοι.

46, 24. ἁμαρτήσαντες.

46, 25. τὸν πλησίον. ὁ δὲ μὴ τοῦτο ποιῶν ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἐκδίκησιν τῶν ἐχθρῶν παρακαλῶν, οὐδὲ ἐστιν εἰπεῖν ὅσης κολάσεως ὁ τοιοῦτος καθέστηκεν ἄξιος.

46, 30. εἴποιμεν. ἐν έπιτρ.

46, 32. ἑαυτ. καὶ τοὺς ὁρῶντας. διὸ χρὴ καὶ ταύτην κακείνην ἐκφεύγειν τὴν λύμην ἐκ πολλοῦ τοῦ περιόντος.