Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

43, 1. κ. ἀλλ’. σαλπ. τὴν ἔπιδ’. λέγει om. Cod. B.

43, 3. ἀπανθρωπίας. Οὐ γὰρ διὰ τὸ πλησίον ἐλεεῖν ἐποιοῦν, ἀλλὰ διὰ τὸ δοξῆς ἀπολαύειν αὐτοὺς, ὅπερ ἐσχάτης ἦν ὠμότητος· ἑτέρου λιμῷ διαφθειρομένου δόξαν ζητεῖν καὶ μὴ λύειν τὴν συμφοράν. οὐκ ἄρα οὖν τὸ δοῦναι ἐλεημοσύνην, ἀλλὰ τὸ ὡς χρὴ δοῦναί ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο δοῦναι. Εἰπὼν πῶς δεῖ μὴ ποιεῖν, δείκνυσιν πάλιν πῶς δεῖ ποιεῖν.

474

43, 10. οὐδὲν γὰρ οὐ μικρὸν οὐ μέγα τις ποιῶν λήσεται τὸν Θεὸν, κἂν (Cod. καὶ) δόξῃ τοὺς ἀνθρώπους λανθάνειν· διότι παν- ταχοῦ πάρεστιν ὁ Θεός· καὶ ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκεν. ἀλλὰ φοβερὸν ἐντεῦθεν ἡμᾶς ἐκδημήσαντας ἐκδέξεται δικαστήριον, καὶ αἱ τῶν πεπραγμένων ἁπάντων εὐθύναι καὶ τιμαὶ καὶ κολάσεις. εἰ γὰρ καὶ βούλῃ, φησι, θεατάς τινας ἔχειν τῶν ὑπὸ σοῦ γινομένων ἀγαθῶν ἔργων, ἰδοὺ ἔχεις οὐκ Ἀγγέλους, οὐκ Ἀρχαγγέλους, ἀλλὰ τὸν τῶν ὅλων Θεόν. εἰ δὲ καὶ ἀνθρώπους ἐπιθυμεῖς ἔχειν θεωροὺς, οὐδὲ ταύτης σε ἀποστερεῖ τῆς ἐπιθυμίας καιρῷ τῷ προσήκοντι. ἐν γὰρ τῷ αἰῶνι τῷ μέλλοντι αὐτός σε ὁ Θεὸς ἀνακηρύξει τῆς οἰκουμένης παρούσης ἁπάσης· ὥστε εἰ βούλει μάλιστα ἀνθρώπους ἰδεῖν σου τὰ κατορθώματα, κρύψον αὐτοὺς νῦν, ἵνα μετὰ πλείονος τιμῆς τότε ἅμα πάντες θεάσονται τοῦ Θεοῦ φανερὰ ποιοῦντος καὶ παρὰ πᾶσιν ἀνακηρύττοντος. νῦν μὲν γάρ σου καὶ καταγνώσονται ὡς κενοδόξου οἱ βλέποντές σε, στεφανούμενον δέ τότε ἰδόντες, οὐ μόνον οὐ καταγνώσονται, ἀλλὰ καὶ θαυμάσονται ἅπαντες.

Περὶ τοῦ πῶς δεῖ προσεύχεσθαι διδάσκων ἡμᾶς ὁ δεσπότης τῆς ὁρατῆς τε πάσης καὶ ἀοράτου κτίσεως Χριστὸς ὁ Θεὸς ἡμῶν φησιν, οὐκ ἔσεσθε. κ. τ. λ., 25.

43, 29. οὐ γὰρ μέλλ’.

43, 31. περιφέρῃς et mox ἀπελεύσῃ. χ. τοῦτο γὰρ αὐτὸς ἐβουλήθης.