Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

40, 9. τοῦτο τὸ ἔθος.

40, 10. τοσοῦτον γὰρ τούτου ἀφέστηκάς, φησιν, τουτέστιν τοῦ ὀμνύειν κατὰ τοῦ Θεοῦ, ὅτι οὐδὲ τὸ πάντων ἔσχατον ἐργάσασθαι ἐν τῇ κεφαλῇ δυνήσῃ. οὐ γὰρ οὐ δύνασαι ἐξενεγκεῖν τρίχα, ἀλλ’ οὐδὲ τὴν αὐτῆς ἀλλάξαι ποιότητα.

Τί οὖν ἃν ἀπαιτῇ τίς, φησιν, ὅρκον καὶ ἀνάγκην ἐπάγῃ; ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος. ἐπεὶ τὸ μέλλοις τοιαύτας προβάλλεσθαι προφάσεις οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων· καὶ γὰρ καὶ ἐπὶ τῆς γυναικὸς ἐρεῖς· τι οὖν ἂν μάχιμος ᾖ καὶ δαπανηρά; καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ, τί οὖν ἂν φιλῶ αὐτόν; καὶ ἐπὶ τῆς ὄψεως τῆς ἀκολάστου, τι οὖν ἃν μὴ δύναμαι ὁρᾷν; καὶ ἐπὶ τῆς πρὸς τὸν ἀδελφὸν ὀργῆς, τί οὖν ἐὰν προπετὴς ὑπάρχω

472
καὶ μὴ δύνωμαι γλώττης κρατεῖν; καὶ πάντα οὕτως ἁπλῶς καταπατήσεις τὰ θεῖα προστάγματα πρὸς ὄλεθρον τῆς ἑαυτοῦ ψυχῆς. τοῦτο δὲ οὐδὲ ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων ἐτόλμησας ἃν προβαλέσθαι ποτέ. προσέθηκεν δὲ ὅτι τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὓ ἐκ τοῦ πονηροῦ ἐστιν, ἵνα τούτοις μόνοις τύχωμεν, τουτέστιν τῷ ναὶ καὶ τῷ οὔ.

Τί οὖν φησιν; εἰ ἐκ τοῦ πονηροῦ ἐστιν τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὓ, πῶς οἱ ἀρχαῖοι οὐκ ἐκωλύοντο τὸ ὀμνύναι ; διὰ τὸ αὐτῶν ἀσθενές· συγκαταβαίνων γὰρ αὐτοῖς ὁ νόμος τοῦτο προσέτασσεν· καὶ πῶς ἃν τὸ αὐτὸ γένοιτό, φησιν, νῦν μὲν καλὸν, νῦν δὲ οὐ καλόν; ὥσπερ ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας· τὸ γὰρ βαστάζεσθαι ἐν τῇ πρώτῃ ἡλικίᾳ καλὸν, μετὰ δὲ ταῦτα ὀλέθριον· τὸ μεμασημένην τροφὴν ἐσθίειν ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλὸν, μετὰ δὲ ταῦτα βδελυγμίας γέμει. ὡσαύτως δὲ καὶ περὶ τοῦ γαλακτοτροφεῖσθαι, ἐν ἀρχῇ μὲν χρήσιμον, μετὰ δὲ ταῦτα βλαβερόν.

Εἰπὼν ὅτι ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ τὰ ἑξῆς. διὰ τοῦτο ἐβεβαίωσεν ὅτι ἅπερ πρότερον ἔλεγεν, κἂν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, ὅτι οὐχὶ ὀφθαλμοῦ ἐκκοπὴν νομοθετεῖ, ἁλλὰ περὶ τῶν διὰ φιλίας βλαπτόντων ἡμᾶς. ὁ γὰρ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἃν τὸν ἑαυτοῦ ἐκκόπτειν ἐνομοθέτησεν;

Εἰπὼν τοίνυν ἐνταῦθα τὸν παλαιὸν νόμον, τουτέστιν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτὸς ὑψηλότερόν τι νομοθετεῖ· καὶ δείκνυσιν οὐ τὸν ἀδελφὸν ὄντα τὸν ταῦτα ἐργασάμενον ἀλλὰ τὸν πονηρὸν, διὰ τοῦτο καὶ ἐπήγαγεν μὴ ἀντιστῆναι τῷ πονηρῷ.

40, 24. φησιν. ὥσπερ γὰρ ὅταν λέγῃ ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἔνοχος ἔσται τῇ γεέννῃ, οὐ πέρι του ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ ὕβρεως ἁπάσης, οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι μόνον φέρωμεν γενναίως νομοθετῇ, (sic) ἀλλ’ ἵνα καὶ πᾶν ὅτι οὖν πάσχοντες δεινὸν μὴ θορυβώμεθα. οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι,

Ib. εἰπὼν δὲ τῶ θαλ. κ. τ. ε. om. Cod. B.

40, 32. περιεβάλλοντο. πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω δια-

473
κειμένοις ἐπετίθετο. δεύτερον εἰ καὶ ἔτυχέν τις οὕτως ἄγριος καὶ ἀνήμερος ὡς καὶ μέχρι τοσούτου προελθεῖν· ἀλλὰ πολλῷ πλείους ἃν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα, οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες· εἰ δὲ μὴ, οὐδ’ οὕτως αἰσχρὸν ἦν· οὐ γὰρ τὸ οὕτως γυμνοῦσθαι καλὸν, ἀλλὰ τὸ οὕτως ἐνδύεσθαι· καθάπερ νῦν εἰσίν τινες ἱματίοις πολυτελέσιν ἀμφιεννύμενοι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. διὰ τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπήνεσεν, τούτοις δὲ ἐγκαλεῖ καὶ διὰ προφητῶν καὶ διὰ Ἀποστόλων.